Previous Chapter Full Page Full Page Next Chapter

Λευϊτικό (Leviticus) 13 :: Septuagint (LXX)

Lev 13:1καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν καὶ Ααρων λέγων
Lev 13:2ἀνθρώπῳ ἐάν τινι γένηται ἐν δέρματι χρωτὸς αὐτοῦ οὐλὴ σημασίας τηλαυγὴς καὶ γένηται ἐν δέρματι χρωτὸς αὐτοῦ ἁφὴ λέπρας καὶ ἀχθήσεται πρὸς Ααρων τὸν ἱερέα ἕνα τῶν υἱῶν αὐτοῦ τῶν ἱερέων
Lev 13:3καὶ ὄψεται ἱερεὺς τὴν ἁφὴν ἐν δέρματι τοῦ χρωτὸς αὐτοῦ καὶ θρὶξ ἐν τῇ ἁφῇ μεταβάλῃ λευκή καὶ ὄψις τῆς ἁφῆς ταπεινὴ ἀπὸ τοῦ δέρματος τοῦ χρωτός ἁφὴ λέπρας ἐστίν καὶ ὄψεται ἱερεὺς καὶ μιανεῖ αὐτόν
Lev 13:4ἐὰν δὲ τηλαυγὴς λευκὴ ἐν τῷ δέρματι τοῦ χρωτός καὶ ταπεινὴ μὴ ὄψις αὐτῆς ἀπὸ τοῦ δέρματος καὶ θρὶξ αὐτοῦ οὐ μετέβαλεν τρίχα λευκήν αὐτὴ δέ ἐστιν ἀμαυρά καὶ ἀφοριεῖ ἱερεὺς τὴν ἁφὴν ἑπτὰ ἡμέρας
Lev 13:5καὶ ὄψεται ἱερεὺς τὴν ἁφὴν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ καὶ ἰδοὺ ἁφὴ μένει ἐναντίον αὐτοῦ οὐ μετέπεσεν ἁφὴ ἐν τῷ δέρματι καὶ ἀφοριεῖ αὐτὸν ἱερεὺς ἑπτὰ ἡμέρας τὸ δεύτερον
Lev 13:6καὶ ὄψεται αὐτὸν ἱερεὺς τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ τὸ δεύτερον καὶ ἰδοὺ ἀμαυρὰ ἁφή οὐ μετέπεσεν ἁφὴ ἐν τῷ δέρματι καθαριεῖ αὐτὸν ἱερεύς σημασία γάρ ἐστιν καὶ πλυνάμενος τὰ ἱμάτια καθαρὸς ἔσται
Lev 13:7ἐὰν δὲ μεταβαλοῦσα μεταπέσῃ σημασία ἐν τῷ δέρματι μετὰ τὸ ἰδεῖν αὐτὸν τὸν ἱερέα τοῦ καθαρίσαι αὐτόν καὶ ὀφθήσεται τὸ δεύτερον τῷ ἱερεῖ
Lev 13:8καὶ ὄψεται αὐτὸν ἱερεὺς καὶ ἰδοὺ μετέπεσεν σημασία ἐν τῷ δέρματι καὶ μιανεῖ αὐτὸν ἱερεύς λέπρα ἐστίν
Lev 13:9καὶ ἁφὴ λέπρας ἐὰν γένηται ἐν ἀνθρώπῳ καὶ ἥξει πρὸς τὸν ἱερέα
Lev 13:10καὶ ὄψεται ἱερεὺς καὶ ἰδοὺ οὐλὴ λευκὴ ἐν τῷ δέρματι καὶ αὕτη μετέβαλεν τρίχα λευκήν καὶ ἀπὸ τοῦ ὑγιοῦς τῆς σαρκὸς τῆς ζώσης ἐν τῇ οὐλῇ
Lev 13:11λέπρα παλαιουμένη ἐστίν ἐν τῷ δέρματι τοῦ χρωτός ἐστιν καὶ μιανεῖ αὐτὸν ἱερεὺς καὶ ἀφοριεῖ αὐτόν ὅτι ἀκάθαρτός ἐστιν
Lev 13:12ἐὰν δὲ ἐξανθοῦσα ἐξανθήσῃ λέπρα ἐν τῷ δέρματι καὶ καλύψῃ λέπρα πᾶν τὸ δέρμα τῆς ἁφῆς ἀπὸ κεφαλῆς ἕως ποδῶν καθ᾽ ὅλην τὴν ὅρασιν τοῦ ἱερέως
Lev 13:13καὶ ὄψεται ἱερεὺς καὶ ἰδοὺ ἐκάλυψεν λέπρα πᾶν τὸ δέρμα τοῦ χρωτός καὶ καθαριεῖ αὐτὸν ἱερεὺς τὴν ἁφήν ὅτι πᾶν μετέβαλεν λευκόν καθαρόν ἐστιν
Lev 13:14καὶ ἂν ἡμέρᾳ ὀφθῇ ἐν αὐτῷ χρὼς ζῶν μιανθήσεται
Lev 13:15καὶ ὄψεται ἱερεὺς τὸν χρῶτα τὸν ὑγιῆ καὶ μιανεῖ αὐτὸν χρὼς ὑγιής ὅτι ἀκάθαρτός ἐστιν λέπρα ἐστίν
Lev 13:16ἐὰν δὲ ἀποκαταστῇ χρὼς ὑγιὴς καὶ μεταβάλῃ λευκή καὶ ἐλεύσεται πρὸς τὸν ἱερέα
Lev 13:17καὶ ὄψεται ἱερεὺς καὶ ἰδοὺ μετέβαλεν ἁφὴ εἰς τὸ λευκόν καὶ καθαριεῖ ἱερεὺς τὴν ἁφήν καθαρός ἐστιν
Lev 13:18καὶ σὰρξ ἐὰν γένηται ἐν τῷ δέρματι αὐτοῦ ἕλκος καὶ ὑγιασθῇ
Lev 13:19καὶ γένηται ἐν τῷ τόπῳ τοῦ ἕλκους οὐλὴ λευκὴ τηλαυγὴς λευκαίνουσα πυρρίζουσα καὶ ὀφθήσεται τῷ ἱερεῖ
Lev 13:20καὶ ὄψεται ἱερεὺς καὶ ἰδοὺ ὄψις ταπεινοτέρα τοῦ δέρματος καὶ θρὶξ αὐτῆς μετέβαλεν εἰς λευκήν καὶ μιανεῖ αὐτὸν ἱερεύς λέπρα ἐστίν ἐν τῷ ἕλκει ἐξήνθησεν
Lev 13:21ἐὰν δὲ ἴδῃ ἱερεὺς καὶ ἰδοὺ οὐκ ἔστιν ἐν αὐτῷ θρὶξ λευκή καὶ ταπεινὸν μὴ ἀπὸ τοῦ δέρματος τοῦ χρωτός καὶ αὐτὴ ἀμαυρά ἀφοριεῖ αὐτὸν ἱερεὺς ἑπτὰ ἡμέρας
Lev 13:22ἐὰν δὲ διαχέηται ἐν τῷ δέρματι καὶ μιανεῖ αὐτὸν ἱερεύς ἁφὴ λέπρας ἐστίν ἐν τῷ ἕλκει ἐξήνθησεν
Lev 13:23ἐὰν δὲ κατὰ χώραν μείνῃ τὸ τηλαύγημα καὶ μὴ διαχέηται οὐλὴ τοῦ ἕλκους ἐστίν καὶ καθαριεῖ αὐτὸν ἱερεύς
Lev 13:24καὶ σὰρξ ἐὰν γένηται ἐν τῷ δέρματι αὐτοῦ κατάκαυμα πυρός καὶ γένηται ἐν τῷ δέρματι αὐτοῦ τὸ ὑγιασθὲν τοῦ κατακαύματος αὐγάζον τηλαυγὲς λευκὸν ὑποπυρρίζον ἔκλευκον
Lev 13:25καὶ ὄψεται αὐτὸν ἱερεὺς καὶ ἰδοὺ μετέβαλεν θρὶξ λευκὴ εἰς τὸ αὐγάζον καὶ ὄψις αὐτοῦ ταπεινὴ ἀπὸ τοῦ δέρματος λέπρα ἐστίν ἐν τῷ κατακαύματι ἐξήνθησεν καὶ μιανεῖ αὐτὸν ἱερεύς ἁφὴ λέπρας ἐστίν
Lev 13:26ἐὰν δὲ ἴδῃ ἱερεὺς καὶ ἰδοὺ οὐκ ἔστιν ἐν τῷ αὐγάζοντι θρὶξ λευκή καὶ ταπεινὸν μὴ ἀπὸ τοῦ δέρματος αὐτὸ δὲ ἀμαυρόν καὶ ἀφοριεῖ αὐτὸν ἱερεὺς ἑπτὰ ἡμέρας
Lev 13:27καὶ ὄψεται αὐτὸν ἱερεὺς τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἐὰν δὲ διαχύσει διαχέηται ἐν τῷ δέρματι καὶ μιανεῖ αὐτὸν ἱερεύς ἁφὴ λέπρας ἐστίν ἐν τῷ ἕλκει ἐξήνθησεν
Lev 13:28ἐὰν δὲ κατὰ χώραν μείνῃ τὸ αὐγάζον καὶ μὴ διαχυθῇ ἐν τῷ δέρματι αὐτὴ δὲ ἀμαυρά οὐλὴ τοῦ κατακαύματός ἐστιν καὶ καθαριεῖ αὐτὸν ἱερεύς γὰρ χαρακτὴρ τοῦ κατακαύματός ἐστιν
Lev 13:29καὶ ἀνδρὶ καὶ γυναικὶ ἐὰν γένηται ἐν αὐτοῖς ἁφὴ λέπρας ἐν τῇ κεφαλῇ ἐν τῷ πώγωνι
Lev 13:30καὶ ὄψεται ἱερεὺς τὴν ἁφὴν καὶ ἰδοὺ ὄψις αὐτῆς ἐγκοιλοτέρα τοῦ δέρματος ἐν αὐτῇ δὲ θρὶξ ξανθίζουσα λεπτή καὶ μιανεῖ αὐτὸν ἱερεύς θραῦσμά ἐστιν λέπρα τῆς κεφαλῆς λέπρα τοῦ πώγωνός ἐστιν
Lev 13:31καὶ ἐὰν ἴδῃ ἱερεὺς τὴν ἁφὴν τοῦ θραύσματος καὶ ἰδοὺ οὐχ ὄψις ἐγκοιλοτέρα τοῦ δέρματος καὶ θρὶξ ξανθίζουσα οὐκ ἔστιν ἐν αὐτῇ καὶ ἀφοριεῖ ἱερεὺς τὴν ἁφὴν τοῦ θραύσματος ἑπτὰ ἡμέρας
Lev 13:32καὶ ὄψεται ἱερεὺς τὴν ἁφὴν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ καὶ ἰδοὺ οὐ διεχύθη τὸ θραῦσμα καὶ θρὶξ ξανθίζουσα οὐκ ἔστιν ἐν αὐτῇ καὶ ὄψις τοῦ θραύσματος οὐκ ἔστιν κοίλη ἀπὸ τοῦ δέρματος
Lev 13:33καὶ ξυρηθήσεται τὸ δέρμα τὸ δὲ θραῦσμα οὐ ξυρηθήσεται καὶ ἀφοριεῖ ἱερεὺς τὸ θραῦσμα ἑπτὰ ἡμέρας τὸ δεύτερον
Lev 13:34καὶ ὄψεται ἱερεὺς τὸ θραῦσμα τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ καὶ ἰδοὺ οὐ διεχύθη τὸ θραῦσμα ἐν τῷ δέρματι μετὰ τὸ ξυρηθῆναι αὐτόν καὶ ὄψις τοῦ θραύσματος οὐκ ἔστιν κοίλη ἀπὸ τοῦ δέρματος καὶ καθαριεῖ αὐτὸν ἱερεύς καὶ πλυνάμενος τὰ ἱμάτια καθαρὸς ἔσται
Lev 13:35ἐὰν δὲ διαχύσει διαχέηται τὸ θραῦσμα ἐν τῷ δέρματι μετὰ τὸ καθαρισθῆναι αὐτόν
Lev 13:36καὶ ὄψεται ἱερεὺς καὶ ἰδοὺ διακέχυται τὸ θραῦσμα ἐν τῷ δέρματι οὐκ ἐπισκέψεται ἱερεὺς περὶ τῆς τριχὸς τῆς ξανθῆς ὅτι ἀκάθαρτός ἐστιν
Lev 13:37ἐὰν δὲ ἐνώπιον μείνῃ τὸ θραῦσμα ἐπὶ χώρας καὶ θρὶξ μέλαινα ἀνατείλῃ ἐν αὐτῷ ὑγίακεν τὸ θραῦσμα καθαρός ἐστιν καὶ καθαριεῖ αὐτὸν ἱερεύς
Lev 13:38καὶ ἀνδρὶ γυναικὶ ἐὰν γένηται ἐν δέρματι τῆς σαρκὸς αὐτοῦ αὐγάσματα αὐγάζοντα λευκαθίζοντα
Lev 13:39καὶ ὄψεται ἱερεὺς καὶ ἰδοὺ ἐν δέρματι τῆς σαρκὸς αὐτοῦ αὐγάσματα αὐγάζοντα λευκαθίζοντα ἀλφός ἐστιν καθαρός ἐστιν ἐξανθεῖ ἐν τῷ δέρματι τῆς σαρκὸς αὐτοῦ καθαρός ἐστιν
Lev 13:40ἐὰν δέ τινι μαδήσῃ κεφαλὴ αὐτοῦ φαλακρός ἐστιν καθαρός ἐστιν
Lev 13:41ἐὰν δὲ κατὰ πρόσωπον μαδήσῃ κεφαλὴ αὐτοῦ ἀναφάλαντός ἐστιν καθαρός ἐστιν
Lev 13:42ἐὰν δὲ γένηται ἐν τῷ φαλακρώματι αὐτοῦ ἐν τῷ ἀναφαλαντώματι αὐτοῦ ἁφὴ λευκὴ πυρρίζουσα λέπρα ἐστὶν ἐν τῷ φαλακρώματι αὐτοῦ ἐν τῷ ἀναφαλαντώματι αὐτοῦ
Lev 13:43καὶ ὄψεται αὐτὸν ἱερεὺς καὶ ἰδοὺ ὄψις τῆς ἁφῆς λευκὴ πυρρίζουσα ἐν τῷ φαλακρώματι αὐτοῦ ἐν τῷ ἀναφαλαντώματι αὐτοῦ ὡς εἶδος λέπρας ἐν δέρματι τῆς σαρκὸς αὐτοῦ
Lev 13:44ἄνθρωπος λεπρός ἐστιν μιάνσει μιανεῖ αὐτὸν ἱερεύς ἐν τῇ κεφαλῇ αὐτοῦ ἁφὴ αὐτοῦ
Lev 13:45καὶ λεπρός ἐν ἐστιν ἁφή τὰ ἱμάτια αὐτοῦ ἔστω παραλελυμένα καὶ κεφαλὴ αὐτοῦ ἀκατακάλυπτος καὶ περὶ τὸ στόμα αὐτοῦ περιβαλέσθω καὶ ἀκάθαρτος κεκλήσεται
Lev 13:46πάσας τὰς ἡμέρας ὅσας ἂν ἐπ᾽ αὐτοῦ ἁφή ἀκάθαρτος ὢν ἀκάθαρτος ἔσται κεχωρισμένος καθήσεται ἔξω τῆς παρεμβολῆς ἔσται αὐτοῦ διατριβή
Lev 13:47καὶ ἱματίῳ ἐὰν γένηται ἐν αὐτῷ ἁφὴ λέπρας ἐν ἱματίῳ ἐρεῷ ἐν ἱματίῳ στιππυίνῳ
Lev 13:48 ἐν στήμονι ἐν κρόκῃ ἐν τοῖς λινοῖς ἐν τοῖς ἐρεοῖς ἐν δέρματι ἐν παντὶ ἐργασίμῳ δέρματι
Lev 13:49καὶ γένηται ἁφὴ χλωρίζουσα πυρρίζουσα ἐν τῷ δέρματι ἐν τῷ ἱματίῳ ἐν τῷ στήμονι ἐν τῇ κρόκῃ ἐν παντὶ σκεύει ἐργασίμῳ δέρματος ἁφὴ λέπρας ἐστίν καὶ δείξει τῷ ἱερεῖ
Lev 13:50καὶ ὄψεται ἱερεὺς τὴν ἁφήν καὶ ἀφοριεῖ ἱερεὺς τὴν ἁφὴν ἑπτὰ ἡμέρας
Lev 13:51καὶ ὄψεται ἱερεὺς τὴν ἁφὴν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἐὰν δὲ διαχέηται ἁφὴ ἐν τῷ ἱματίῳ ἐν τῷ στήμονι ἐν τῇ κρόκῃ ἐν τῷ δέρματι κατὰ πάντα ὅσα ἂν ποιηθῇ δέρματα ἐν τῇ ἐργασίᾳ λέπρα ἔμμονός ἐστιν ἁφή ἀκάθαρτός ἐστιν
Lev 13:52κατακαύσει τὸ ἱμάτιον τὸν στήμονα τὴν κρόκην ἐν τοῖς ἐρεοῖς ἐν τοῖς λινοῖς ἐν παντὶ σκεύει δερματίνῳ ἐν ἐὰν ἐν αὐτῷ ἁφή ὅτι λέπρα ἔμμονός ἐστιν ἐν πυρὶ κατακαυθήσεται
Lev 13:53ἐὰν δὲ ἴδῃ ἱερεὺς καὶ μὴ διαχέηται ἁφὴ ἐν τῷ ἱματίῳ ἐν τῷ στήμονι ἐν τῇ κρόκῃ ἐν παντὶ σκεύει δερματίνῳ
Lev 13:54καὶ συντάξει ἱερεύς καὶ πλυνεῖ ἐφ᾽ οὗ ἐὰν ἐπ᾽ αὐτοῦ ἁφή καὶ ἀφοριεῖ ἱερεὺς τὴν ἁφὴν ἑπτὰ ἡμέρας τὸ δεύτερον
Lev 13:55καὶ ὄψεται ἱερεὺς μετὰ τὸ πλυθῆναι αὐτὸ τὴν ἁφήν καὶ ἥδε μὴ μετέβαλεν τὴν ὄψιν ἁφή καὶ ἁφὴ οὐ διαχεῖται ἀκάθαρτόν ἐστιν ἐν πυρὶ κατακαυθήσεται ἐστήρισται ἐν τῷ ἱματίῳ ἐν τῷ στήμονι ἐν τῇ κρόκῃ
Lev 13:56καὶ ἐὰν ἴδῃ ἱερεὺς καὶ ἀμαυρὰ ἁφὴ μετὰ τὸ πλυθῆναι αὐτό ἀπορρήξει αὐτὸ ἀπὸ τοῦ ἱματίου ἀπὸ τοῦ δέρματος ἀπὸ τοῦ στήμονος ἀπὸ τῆς κρόκης
Lev 13:57ἐὰν δὲ ὀφθῇ ἔτι ἐν τῷ ἱματίῳ ἐν τῷ στήμονι ἐν τῇ κρόκῃ ἐν παντὶ σκεύει δερματίνῳ λέπρα ἐξανθοῦσά ἐστιν ἐν πυρὶ κατακαυθήσεται ἐν ἐστὶν ἁφή
Lev 13:58καὶ τὸ ἱμάτιον στήμων κρόκη πᾶν σκεῦος δερμάτινον πλυθήσεται καὶ ἀποστήσεται ἀπ᾽ αὐτοῦ ἁφή καὶ πλυθήσεται τὸ δεύτερον καὶ καθαρὸν ἔσται
Lev 13:59οὗτος νόμος ἁφῆς λέπρας ἱματίου ἐρεοῦ στιππυίνου στήμονος κρόκης παντὸς σκεύους δερματίνου εἰς τὸ καθαρίσαι αὐτὸ μιᾶναι αὐτό
Translation Copyright Logo

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

Leviticus Chapter 13 — Additional Translations: