Previous Chapter Full Page Full Page Next Chapter

Γένεσις (Genesis) 46 :: Septuagint (LXX)

Gen 46:1ἀπάρας δὲ Ισραηλ αὐτὸς καὶ πάντα τὰ αὐτοῦ ἦλθεν ἐπὶ τὸ φρέαρ τοῦ ὅρκου καὶ ἔθυσεν θυσίαν τῷ θεῷ τοῦ πατρὸς αὐτοῦ Ισαακ
Gen 46:2εἶπεν δὲ θεὸς Ισραηλ ἐν ὁράματι τῆς νυκτὸς εἴπας Ιακωβ Ιακωβ δὲ εἶπεν τί ἐστιν
Gen 46:3λέγων ἐγώ εἰμι θεὸς τῶν πατέρων σου μὴ φοβοῦ καταβῆναι εἰς Αἴγυπτον εἰς γὰρ ἔθνος μέγα ποιήσω σε ἐκεῖ
Gen 46:4καὶ ἐγὼ καταβήσομαι μετὰ σοῦ εἰς Αἴγυπτον καὶ ἐγὼ ἀναβιβάσω σε εἰς τέλος καὶ Ιωσηφ ἐπιβαλεῖ τὰς χεῖρας ἐπὶ τοὺς ὀφθαλμούς σου
Gen 46:5ἀνέστη δὲ Ιακωβ ἀπὸ τοῦ φρέατος τοῦ ὅρκου καὶ ἀνέλαβον οἱ υἱοὶ Ισραηλ τὸν πατέρα αὐτῶν καὶ τὴν ἀποσκευὴν καὶ τὰς γυναῖκας αὐτῶν ἐπὶ τὰς ἁμάξας ἃς ἀπέστειλεν Ιωσηφ ἆραι αὐτόν
Gen 46:6καὶ ἀναλαβόντες τὰ ὑπάρχοντα αὐτῶν καὶ πᾶσαν τὴν κτῆσιν ἣν ἐκτήσαντο ἐν γῇ Χανααν εἰσῆλθον εἰς Αἴγυπτον Ιακωβ καὶ πᾶν τὸ σπέρμα αὐτοῦ μετ᾽ αὐτοῦ
Gen 46:7υἱοὶ καὶ οἱ υἱοὶ τῶν υἱῶν αὐτοῦ μετ᾽ αὐτοῦ θυγατέρες καὶ θυγατέρες τῶν υἱῶν αὐτοῦ καὶ πᾶν τὸ σπέρμα αὐτοῦ ἤγαγεν εἰς Αἴγυπτον
Gen 46:8ταῦτα δὲ τὰ ὀνόματα τῶν υἱῶν Ισραηλ τῶν εἰσελθόντων εἰς Αἴγυπτον Ιακωβ καὶ οἱ υἱοὶ αὐτοῦ πρωτότοκος Ιακωβ Ρουβην
Gen 46:9υἱοὶ δὲ Ρουβην Ενωχ καὶ Φαλλους Ασρων καὶ Χαρμι
Gen 46:10υἱοὶ δὲ Συμεων Ιεμουηλ καὶ Ιαμιν καὶ Αωδ καὶ Ιαχιν καὶ Σααρ καὶ Σαουλ υἱὸς τῆς Χανανίτιδος
Gen 46:11υἱοὶ δὲ Λευι Γηρσων Κααθ καὶ Μεραρι
Gen 46:12υἱοὶ δὲ Ιουδα Ηρ καὶ Αυναν καὶ Σηλωμ καὶ Φαρες καὶ Ζαρα ἀπέθανεν δὲ Ηρ καὶ Αυναν ἐν γῇ Χανααν ἐγένοντο δὲ υἱοὶ Φαρες Ασρων καὶ Ιεμουηλ
Gen 46:13υἱοὶ δὲ Ισσαχαρ Θωλα καὶ Φουα καὶ Ιασουβ καὶ Ζαμβραμ
Gen 46:14υἱοὶ δὲ Ζαβουλων Σερεδ καὶ Αλλων καὶ Αλοηλ
Gen 46:15οὗτοι υἱοὶ Λειας οὓς ἔτεκεν τῷ Ιακωβ ἐν Μεσοποταμίᾳ τῆς Συρίας καὶ Διναν τὴν θυγατέρα αὐτοῦ πᾶσαι αἱ ψυχαί υἱοὶ καὶ θυγατέρες τριάκοντα τρεῖς
Gen 46:16υἱοὶ δὲ Γαδ Σαφων καὶ Αγγις καὶ Σαυνις καὶ Θασοβαν καὶ Αηδις καὶ Αροηδις καὶ Αροηλις
Gen 46:17υἱοὶ δὲ Ασηρ Ιεμνα καὶ Ιεσουα καὶ Ιεουλ καὶ Βαρια καὶ Σαρα ἀδελφὴ αὐτῶν υἱοὶ δὲ Βαρια Χοβορ καὶ Μελχιηλ
Gen 46:18οὗτοι υἱοὶ Ζελφας ἣν ἔδωκεν Λαβαν Λεια τῇ θυγατρὶ αὐτοῦ ἔτεκεν τούτους τῷ Ιακωβ δέκα ἓξ ψυχάς
Gen 46:19υἱοὶ δὲ Ραχηλ γυναικὸς Ιακωβ Ιωσηφ καὶ Βενιαμιν
Gen 46:20ἐγένοντο δὲ υἱοὶ Ιωσηφ ἐν γῇ Αἰγύπτῳ οὓς ἔτεκεν αὐτῷ Ασεννεθ θυγάτηρ Πετεφρη ἱερέως Ἡλίου πόλεως τὸν Μανασση καὶ τὸν Εφραιμ ἐγένοντο δὲ υἱοὶ Μανασση οὓς ἔτεκεν αὐτῷ παλλακὴ Σύρα τὸν Μαχιρ Μαχιρ δὲ ἐγέννησεν τὸν Γαλααδ υἱοὶ δὲ Εφραιμ ἀδελφοῦ Μανασση Σουταλααμ καὶ Τααμ υἱοὶ δὲ Σουταλααμ Εδεμ
Gen 46:21υἱοὶ δὲ Βενιαμιν Βαλα καὶ Χοβωρ καὶ Ασβηλ ἐγένοντο δὲ υἱοὶ Βαλα Γηρα καὶ Νοεμαν καὶ Αγχις καὶ Ρως καὶ Μαμφιν καὶ Οφιμιν Γηρα δὲ ἐγέννησεν τὸν Αραδ
Gen 46:22οὗτοι υἱοὶ Ραχηλ οὓς ἔτεκεν τῷ Ιακωβ πᾶσαι ψυχαὶ δέκα ὀκτώ
Gen 46:23υἱοὶ δὲ Δαν Ασομ
Gen 46:24καὶ υἱοὶ Νεφθαλι Ασιηλ καὶ Γωυνι καὶ Ισσααρ καὶ Συλλημ
Gen 46:25οὗτοι υἱοὶ Βαλλας ἣν ἔδωκεν Λαβαν Ραχηλ τῇ θυγατρὶ αὐτοῦ ἔτεκεν τούτους τῷ Ιακωβ πᾶσαι ψυχαὶ ἑπτά
Gen 46:26πᾶσαι δὲ ψυχαὶ αἱ εἰσελθοῦσαι μετὰ Ιακωβ εἰς Αἴγυπτον οἱ ἐξελθόντες ἐκ τῶν μηρῶν αὐτοῦ χωρὶς τῶν γυναικῶν υἱῶν Ιακωβ πᾶσαι ψυχαὶ ἑξήκοντα ἕξ
Gen 46:27υἱοὶ δὲ Ιωσηφ οἱ γενόμενοι αὐτῷ ἐν γῇ Αἰγύπτῳ ψυχαὶ ἐννέα πᾶσαι ψυχαὶ οἴκου Ιακωβ αἱ εἰσελθοῦσαι εἰς Αἴγυπτον ἑβδομήκοντα πέντε
Gen 46:28τὸν δὲ Ιουδαν ἀπέστειλεν ἔμπροσθεν αὐτοῦ πρὸς Ιωσηφ συναντῆσαι αὐτῷ καθ᾽ Ἡρώων πόλιν εἰς γῆν Ραμεσση
Gen 46:29ζεύξας δὲ Ιωσηφ τὰ ἅρματα αὐτοῦ ἀνέβη εἰς συνάντησιν Ισραηλ τῷ πατρὶ αὐτοῦ καθ᾽ Ἡρώων πόλιν καὶ ὀφθεὶς αὐτῷ ἐπέπεσεν ἐπὶ τὸν τράχηλον αὐτοῦ καὶ ἔκλαυσεν κλαυθμῷ πλείονι
Gen 46:30καὶ εἶπεν Ισραηλ πρὸς Ιωσηφ ἀποθανοῦμαι ἀπὸ τοῦ νῦν ἐπεὶ ἑώρακα τὸ πρόσωπόν σου ἔτι γὰρ σὺ ζῇς
Gen 46:31εἶπεν δὲ Ιωσηφ πρὸς τοὺς ἀδελφοὺς αὐτοῦ ἀναβὰς ἀπαγγελῶ τῷ Φαραω καὶ ἐρῶ αὐτῷ οἱ ἀδελφοί μου καὶ οἶκος τοῦ πατρός μου οἳ ἦσαν ἐν γῇ Χανααν ἥκασιν πρός με
Gen 46:32οἱ δὲ ἄνδρες εἰσὶν ποιμένες ἄνδρες γὰρ κτηνοτρόφοι ἦσαν καὶ τὰ κτήνη καὶ τοὺς βόας καὶ πάντα τὰ αὐτῶν ἀγειόχασιν
Gen 46:33ἐὰν οὖν καλέσῃ ὑμᾶς Φαραω καὶ εἴπῃ ὑμῖν τί τὸ ἔργον ὑμῶν ἐστιν
Gen 46:34ἐρεῖτε ἄνδρες κτηνοτρόφοι ἐσμὲν οἱ παῖδές σου ἐκ παιδὸς ἕως τοῦ νῦν καὶ ἡμεῖς καὶ οἱ πατέρες ἡμῶν ἵνα κατοικήσητε ἐν γῇ Γεσεμ Ἀραβίᾳ βδέλυγμα γάρ ἐστιν Αἰγυπτίοις πᾶς ποιμὴν προβάτων
Translation Copyright Logo

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

Genesis Chapter 46 — Additional Translations: