MGNT

MGNT

Click to Change

Return to Top

Return to Top

Printer Icon

Print

Copy
Copy Options
Format by: Verse Paragraph
Strong's
Red Letter
Audio Bibles
Copy Options
Cite Print
The Blue Letter Bible

Ματθαίος (Matthew) 14 :: Morphological Greek New Testament (MGNT)

Choose a new font size and typeface
Audio Bibles
(Mar 6:14–29; Luk 9:7–9 )
Unchecked Copy BoxMat 14:1 - ἐν ἐκείνῳ τῷ καιρῷ ἤκουσεν Ἡρῴδης τετραάρχης τὴν ἀκοὴν Ἰησοῦ
Unchecked Copy BoxMat 14:2 - καὶ εἶπεν τοῖς παισὶν αὐτοῦ οὗτός ἐστιν Ἰωάννης βαπτιστής αὐτὸς ἠγέρθη ἀπὸ τῶν νεκρῶν καὶ διὰ τοῦτο αἱ δυνάμεις ἐνεργοῦσιν ἐν αὐτῷ
Unchecked Copy BoxMat 14:3 - γὰρ Ἡρῴδης κρατήσας τὸν Ἰωάννην ἔδησεν αὐτὸν καὶ ἐν φυλακῇ ἀπέθετο διὰ Ἡρῳδιάδα τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ
Unchecked Copy BoxMat 14:4 - ἔλεγεν γὰρ Ἰωάννης αὐτῷ οὐκ ἔξεστίν σοι ἔχειν αὐτήν
Unchecked Copy BoxMat 14:5 - καὶ θέλων αὐτὸν ἀποκτεῖναι ἐφοβήθη τὸν ὄχλον ὅτι ὡς προφήτην αὐτὸν εἶχον
Unchecked Copy BoxMat 14:6 - γενεσίοις δὲ γενομένοις τοῦ Ἡρῴδου ὠρχήσατο θυγάτηρ τῆς Ἡρῳδιάδος ἐν τῷ μέσῳ καὶ ἤρεσεν τῷ Ἡρῴδῃ
Unchecked Copy BoxMat 14:7 - ὅθεν μεθ᾽ ὅρκου ὡμολόγησεν αὐτῇ δοῦναι ἐὰν αἰτήσηται
Unchecked Copy BoxMat 14:8 - δὲ προβιβασθεῖσα ὑπὸ τῆς μητρὸς αὐτῆς δός μοι φησίν ὧδε ἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάννου τοῦ βαπτιστοῦ
Unchecked Copy BoxMat 14:9 - καὶ λυπηθεὶς βασιλεὺς διὰ τοὺς ὅρκους καὶ τοὺς συνανακειμένους ἐκέλευσεν δοθῆναι
Unchecked Copy BoxMat 14:10 - καὶ πέμψας ἀπεκεφάλισεν τὸν Ἰωάννην ἐν τῇ φυλακῇ
Unchecked Copy BoxMat 14:11 - καὶ ἠνέχθη κεφαλὴ αὐτοῦ ἐπὶ πίνακι καὶ ἐδόθη τῷ κορασίῳ καὶ ἤνεγκεν τῇ μητρὶ αὐτῆς
Unchecked Copy BoxMat 14:12 - καὶ προσελθόντες οἱ μαθηταὶ αὐτοῦ ἦραν τὸ πτῶμα καὶ ἔθαψαν αὐτόν καὶ ἐλθόντες ἀπήγγειλαν τῷ Ἰησοῦ
(Mar 6:30–44; Luk 9:10–17; Jhn 6:1–14 )
Unchecked Copy BoxMat 14:13 - ἀκούσας δὲ Ἰησοῦς ἀνεχώρησεν ἐκεῖθεν ἐν πλοίῳ εἰς ἔρημον τόπον κατ᾽ ἰδίαν καὶ ἀκούσαντες οἱ ὄχλοι ἠκολούθησαν αὐτῷ πεζῇ ἀπὸ τῶν πόλεων
Unchecked Copy BoxMat 14:14 - καὶ ἐξελθὼν εἶδεν πολὺν ὄχλον καὶ ἐσπλαγχνίσθη ἐπ᾽ αὐτοῖς καὶ ἐθεράπευσεν τοὺς ἀρρώστους αὐτῶν
Unchecked Copy BoxMat 14:15 - ὀψίας δὲ γενομένης προσῆλθον αὐτῷ οἱ μαθηταὶ λέγοντες ἔρημός ἐστιν τόπος καὶ ὥρα ἤδη παρῆλθεν ἀπόλυσον τοὺς ὄχλους ἵνα ἀπελθόντες εἰς τὰς κώμας ἀγοράσωσιν ἑαυτοῖς βρώματα
Unchecked Copy BoxMat 14:16 - δὲ Ἰησοῦς εἶπεν αὐτοῖς οὐ χρείαν ἔχουσιν ἀπελθεῖν δότε αὐτοῖς ὑμεῖς φαγεῖν
Unchecked Copy BoxMat 14:17 - οἱ δὲ λέγουσιν αὐτῷ οὐκ ἔχομεν ὧδε εἰ μὴ πέντε ἄρτους καὶ δύο ἰχθύας
Unchecked Copy BoxMat 14:18 - δὲ εἶπεν φέρετέ μοι ὧδε αὐτούς
Unchecked Copy BoxMat 14:19 - καὶ κελεύσας τοὺς ὄχλους ἀνακλιθῆναι ἐπὶ τοῦ χόρτου λαβὼν τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησεν καὶ κλάσας ἔδωκεν τοῖς μαθηταῖς τοὺς ἄρτους οἱ δὲ μαθηταὶ τοῖς ὄχλοις
Unchecked Copy BoxMat 14:20 - καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν καὶ ἦραν τὸ περισσεῦον τῶν κλασμάτων δώδεκα κοφίνους πλήρεις
Unchecked Copy BoxMat 14:21 - οἱ δὲ ἐσθίοντες ἦσαν ἄνδρες ὡσεὶ πεντακισχίλιοι χωρὶς γυναικῶν καὶ παιδίων
(Mar 6:45–52; Jhn 6:15–21 )
Unchecked Copy BoxMat 14:22 - καὶ εὐθέως ἠνάγκασεν τοὺς μαθητὰς ἐμβῆναι εἰς τὸ πλοῖον καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν ἕως οὗ ἀπολύσῃ τοὺς ὄχλους
Unchecked Copy BoxMat 14:23 - καὶ ἀπολύσας τοὺς ὄχλους ἀνέβη εἰς τὸ ὄρος κατ᾽ ἰδίαν προσεύξασθαι ὀψίας δὲ γενομένης μόνος ἦν ἐκεῖ
Unchecked Copy BoxMat 14:24 - τὸ δὲ πλοῖον ἤδη σταδίους πολλοὺς ἀπὸ τῆς γῆς ἀπεῖχεν βασανιζόμενον ὑπὸ τῶν κυμάτων ἦν γὰρ ἐναντίος ἄνεμος
Unchecked Copy BoxMat 14:25 - τετάρτῃ δὲ φυλακῇ τῆς νυκτὸς ἦλθεν πρὸς αὐτοὺς περιπατῶν ἐπὶ τὴν θάλασσαν
Unchecked Copy BoxMat 14:26 - οἱ δὲ μαθηταὶ ἰδόντες αὐτὸν ἐπὶ τῆς θαλάσσης περιπατοῦντα ἐταράχθησαν λέγοντες ὅτι φάντασμά ἐστιν καὶ ἀπὸ τοῦ φόβου ἔκραξαν
Unchecked Copy BoxMat 14:27 - εὐθὺς δὲ ἐλάλησεν Ἰησοῦς αὐτοῖς λέγων θαρσεῖτε ἐγώ εἰμι μὴ φοβεῖσθε
Unchecked Copy BoxMat 14:28 - ἀποκριθεὶς δὲ αὐτῷ Πέτρος εἶπεν κύριε εἰ σὺ εἶ κέλευσόν με ἐλθεῖν πρὸς σὲ ἐπὶ τὰ ὕδατα
Unchecked Copy BoxMat 14:29 - δὲ εἶπεν ἐλθέ καὶ καταβὰς ἀπὸ τοῦ πλοίου Πέτρος περιεπάτησεν ἐπὶ τὰ ὕδατα καὶ ἦλθεν πρὸς τὸν Ἰησοῦν
Unchecked Copy BoxMat 14:30 - βλέπων δὲ τὸν ἄνεμον ἰσχυρὸν ἐφοβήθη καὶ ἀρξάμενος καταποντίζεσθαι ἔκραξεν λέγων κύριε σῶσόν με
Unchecked Copy BoxMat 14:31 - εὐθέως δὲ Ἰησοῦς ἐκτείνας τὴν χεῖρα ἐπελάβετο αὐτοῦ καὶ λέγει αὐτῷ ὀλιγόπιστε εἰς τί ἐδίστασας
Unchecked Copy BoxMat 14:32 - καὶ ἀναβάντων αὐτῶν εἰς τὸ πλοῖον ἐκόπασεν ἄνεμος
Unchecked Copy BoxMat 14:33 - οἱ δὲ ἐν τῷ πλοίῳ προσεκύνησαν αὐτῷ λέγοντες ἀληθῶς θεοῦ υἱὸς εἶ
(Mar 6:53–56 )
Unchecked Copy BoxMat 14:34 - καὶ διαπεράσαντες ἦλθον ἐπὶ τὴν γῆν εἰς Γεννησαρέτ
Unchecked Copy BoxMat 14:35 - καὶ ἐπιγνόντες αὐτὸν οἱ ἄνδρες τοῦ τόπου ἐκείνου ἀπέστειλαν εἰς ὅλην τὴν περίχωρον ἐκείνην καὶ προσήνεγκαν αὐτῷ πάντας τοὺς κακῶς ἔχοντας
Unchecked Copy BoxMat 14:36 - καὶ παρεκάλουν αὐτὸν ἵνα μόνον ἅψωνται τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ καὶ ὅσοι ἥψαντο διεσώθησαν
MGNT

This Greek text is very similar to the Nestle-Aland 27th edition text. Our thanks to the MorphGNT SBLGNT project.

The SBLGNT text itself is subject to the SBLGNT EULA and the morphological parsing and lemmatization is made available under a CC-BY-SA License.

BLB Searches
Search the Bible
MGNT
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
MGNT

Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan

Matthew Chapter 14 — Additional Translations: