MGNT

MGNT

Click to Change

Return to Top

Return to Top

Printer Icon

Print

Copy
Copy Options
Format by: Verse Paragraph
Strong's
Red Letter
Audio Bibles
Copy Options
Cite Print
The Blue Letter Bible

Λουκάς (Luke) 23 :: Morphological Greek New Testament (MGNT)

Choose a new font size and typeface
Audio Bibles
Unchecked Copy BoxLuk 23:1 - καὶ ἀναστὰν ἅπαν τὸ πλῆθος αὐτῶν ἤγαγον αὐτὸν ἐπὶ τὸν Πιλᾶτον
Unchecked Copy BoxLuk 23:2 - ἤρξαντο δὲ κατηγορεῖν αὐτοῦ λέγοντες τοῦτον εὕραμεν διαστρέφοντα τὸ ἔθνος ἡμῶν καὶ κωλύοντα φόρους Καίσαρι διδόναι καὶ λέγοντα ἑαυτὸν Χριστὸν βασιλέα εἶναι
Unchecked Copy BoxLuk 23:3 - δὲ Πιλᾶτος ἠρώτησεν αὐτὸν λέγων σὺ εἶ βασιλεὺς τῶν Ἰουδαίων δὲ ἀποκριθεὶς αὐτῷ ἔφη σὺ λέγεις
Unchecked Copy BoxLuk 23:4 - δὲ Πιλᾶτος εἶπεν πρὸς τοὺς ἀρχιερεῖς καὶ τοὺς ὄχλους οὐδὲν εὑρίσκω αἴτιον ἐν τῷ ἀνθρώπῳ τούτῳ
Unchecked Copy BoxLuk 23:5 - οἱ δὲ ἐπίσχυον λέγοντες ὅτι ἀνασείει τὸν λαὸν διδάσκων καθ᾽ ὅλης τῆς Ἰουδαίας καὶ ἀρξάμενος ἀπὸ τῆς Γαλιλαίας ἕως ὧδε
Unchecked Copy BoxLuk 23:6 - Πιλᾶτος δὲ ἀκούσας ἐπηρώτησεν εἰ ἄνθρωπος Γαλιλαῖός ἐστιν
Unchecked Copy BoxLuk 23:7 - καὶ ἐπιγνοὺς ὅτι ἐκ τῆς ἐξουσίας Ἡρῴδου ἐστὶν ἀνέπεμψεν αὐτὸν πρὸς Ἡρῴδην ὄντα καὶ αὐτὸν ἐν Ἱεροσολύμοις ἐν ταύταις ταῖς ἡμέραις
Unchecked Copy BoxLuk 23:8 - δὲ Ἡρῴδης ἰδὼν τὸν Ἰησοῦν ἐχάρη λίαν ἦν γὰρ ἐξ ἱκανῶν χρόνων θέλων ἰδεῖν αὐτὸν διὰ τὸ ἀκούειν περὶ αὐτοῦ καὶ ἤλπιζέν τι σημεῖον ἰδεῖν ὑπ᾽ αὐτοῦ γινόμενον
Unchecked Copy BoxLuk 23:9 - ἐπηρώτα δὲ αὐτὸν ἐν λόγοις ἱκανοῖς αὐτὸς δὲ οὐδὲν ἀπεκρίνατο αὐτῷ
Unchecked Copy BoxLuk 23:10 - εἱστήκεισαν δὲ οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς εὐτόνως κατηγοροῦντες αὐτοῦ
Unchecked Copy BoxLuk 23:11 - ἐξουθενήσας δὲ αὐτὸν καὶ Ἡρῴδης σὺν τοῖς στρατεύμασιν αὐτοῦ καὶ ἐμπαίξας περιβαλὼν ἐσθῆτα λαμπρὰν ἀνέπεμψεν αὐτὸν τῷ Πιλάτῳ
Unchecked Copy BoxLuk 23:12 - ἐγένοντο δὲ φίλοι τε Ἡρῴδης καὶ Πιλᾶτος ἐν αὐτῇ τῇ ἡμέρᾳ μετ᾽ ἀλλήλων προϋπῆρχον γὰρ ἐν ἔχθρᾳ ὄντες πρὸς αὐτούς
Unchecked Copy BoxLuk 23:13 - Πιλᾶτος δὲ συγκαλεσάμενος τοὺς ἀρχιερεῖς καὶ τοὺς ἄρχοντας καὶ τὸν λαὸν
Unchecked Copy BoxLuk 23:14 - εἶπεν πρὸς αὐτούς προσηνέγκατέ μοι τὸν ἄνθρωπον τοῦτον ὡς ἀποστρέφοντα τὸν λαόν καὶ ἰδοὺ ἐγὼ ἐνώπιον ὑμῶν ἀνακρίνας οὐθὲν εὗρον ἐν τῷ ἀνθρώπῳ τούτῳ αἴτιον ὧν κατηγορεῖτε κατ᾽ αὐτοῦ
Unchecked Copy BoxLuk 23:15 - ἀλλ᾽ οὐδὲ Ἡρῴδης ἀνέπεμψεν γὰρ αὐτὸν πρὸς ἡμᾶς καὶ ἰδοὺ οὐδὲν ἄξιον θανάτου ἐστὶν πεπραγμένον αὐτῷ
Unchecked Copy BoxLuk 23:16 - παιδεύσας οὖν αὐτὸν ἀπολύσω
Unchecked Copy BoxLuk 23:18 - ἀνέκραγον δὲ παμπληθεὶ λέγοντες αἶρε τοῦτον ἀπόλυσον δὲ ἡμῖν τὸν Βαραββᾶν
Unchecked Copy BoxLuk 23:19 - ὅστις ἦν διὰ στάσιν τινὰ γενομένην ἐν τῇ πόλει καὶ φόνον βληθεὶς ἐν τῇ φυλακῇ
Unchecked Copy BoxLuk 23:20 - πάλιν δὲ Πιλᾶτος προσεφώνησεν αὐτοῖς θέλων ἀπολῦσαι τὸν Ἰησοῦν
Unchecked Copy BoxLuk 23:21 - οἱ δὲ ἐπεφώνουν λέγοντες σταύρου σταύρου αὐτόν
Unchecked Copy BoxLuk 23:22 - δὲ τρίτον εἶπεν πρὸς αὐτούς τί γὰρ κακὸν ἐποίησεν οὗτος οὐδὲν αἴτιον θανάτου εὗρον ἐν αὐτῷ παιδεύσας οὖν αὐτὸν ἀπολύσω
Unchecked Copy BoxLuk 23:23 - οἱ δὲ ἐπέκειντο φωναῖς μεγάλαις αἰτούμενοι αὐτὸν σταυρωθῆναι καὶ κατίσχυον αἱ φωναὶ αὐτῶν
Unchecked Copy BoxLuk 23:24 - καὶ Πιλᾶτος ἐπέκρινεν γενέσθαι τὸ αἴτημα αὐτῶν
Unchecked Copy BoxLuk 23:25 - ἀπέλυσεν δὲ τὸν διὰ στάσιν καὶ φόνον βεβλημένον εἰς φυλακὴν ὃν ᾐτοῦντο τὸν δὲ Ἰησοῦν παρέδωκεν τῷ θελήματι αὐτῶν
Unchecked Copy BoxLuk 23:26 - καὶ ὡς ἀπήγαγον αὐτόν ἐπιλαβόμενοι Σίμωνά τινα Κυρηναῖον ἐρχόμενον ἀπ᾽ ἀγροῦ ἐπέθηκαν αὐτῷ τὸν σταυρὸν φέρειν ὄπισθεν τοῦ Ἰησοῦ
Unchecked Copy BoxLuk 23:27 - ἠκολούθει δὲ αὐτῷ πολὺ πλῆθος τοῦ λαοῦ καὶ γυναικῶν αἳ ἐκόπτοντο καὶ ἐθρήνουν αὐτόν
Unchecked Copy BoxLuk 23:28 - στραφεὶς δὲ πρὸς αὐτὰς Ἰησοῦς εἶπεν θυγατέρες Ἰερουσαλήμ μὴ κλαίετε ἐπ᾽ ἐμέ πλὴν ἐφ᾽ ἑαυτὰς κλαίετε καὶ ἐπὶ τὰ τέκνα ὑμῶν
Unchecked Copy BoxLuk 23:29 - ὅτι ἰδοὺ ἔρχονται ἡμέραι ἐν αἷς ἐροῦσιν μακάριαι αἱ στεῖραι καὶ αἱ κοιλίαι αἳ οὐκ ἐγέννησαν καὶ μαστοὶ οἳ οὐκ ἔθρεψαν
Unchecked Copy BoxLuk 23:30 - τότε ἄρξονται λέγειν τοῖς ὄρεσιν πέσετε ἐφ᾽ ἡμᾶς καὶ τοῖς βουνοῖς καλύψατε ἡμᾶς
Unchecked Copy BoxLuk 23:31 - ὅτι εἰ ἐν τῷ ὑγρῷ ξύλῳ ταῦτα ποιοῦσιν ἐν τῷ ξηρῷ τί γένηται
Unchecked Copy BoxLuk 23:32 - ἤγοντο δὲ καὶ ἕτεροι κακοῦργοι δύο σὺν αὐτῷ ἀναιρεθῆναι
Unchecked Copy BoxLuk 23:33 - καὶ ὅτε ἦλθον ἐπὶ τὸν τόπον τὸν καλούμενον κρανίον ἐκεῖ ἐσταύρωσαν αὐτὸν καὶ τοὺς κακούργους ὃν μὲν ἐκ δεξιῶν ὃν δὲ ἐξ ἀριστερῶν
Unchecked Copy BoxLuk 23:34 - δὲ Ἰησοῦς ἔλεγεν πάτερ ἄφες αὐτοῖς οὐ γὰρ οἴδασιν τί ποιοῦσιν διαμεριζόμενοι δὲ τὰ ἱμάτια αὐτοῦ ἔβαλον κλήρους
Unchecked Copy BoxLuk 23:35 - καὶ εἱστήκει λαὸς θεωρῶν ἐξεμυκτήριζον δὲ καὶ οἱ ἄρχοντες λέγοντες ἄλλους ἔσωσεν σωσάτω ἑαυτόν εἰ οὗτός ἐστιν Χριστὸς τοῦ θεοῦ ἐκλεκτός
Unchecked Copy BoxLuk 23:36 - ἐνέπαιξαν δὲ αὐτῷ καὶ οἱ στρατιῶται προσερχόμενοι ὄξος προσφέροντες αὐτῷ
Unchecked Copy BoxLuk 23:37 - καὶ λέγοντες εἰ σὺ εἶ βασιλεὺς τῶν Ἰουδαίων σῶσον σεαυτόν
Unchecked Copy BoxLuk 23:38 - ἦν δὲ καὶ ἐπιγραφὴ ἐπ᾽ αὐτῷ βασιλεὺς τῶν Ἰουδαίων οὗτος
Unchecked Copy BoxLuk 23:39 - εἷς δὲ τῶν κρεμασθέντων κακούργων ἐβλασφήμει αὐτὸν λέγων οὐχὶ σὺ εἶ Χριστός σῶσον σεαυτὸν καὶ ἡμᾶς
Unchecked Copy BoxLuk 23:40 - ἀποκριθεὶς δὲ ἕτερος ἐπιτιμῶν αὐτῷ ἔφη οὐδὲ φοβῇ σὺ τὸν θεόν ὅτι ἐν τῷ αὐτῷ κρίματι εἶ
Unchecked Copy BoxLuk 23:41 - καὶ ἡμεῖς μὲν δικαίως ἄξια γὰρ ὧν ἐπράξαμεν ἀπολαμβάνομεν οὗτος δὲ οὐδὲν ἄτοπον ἔπραξεν
Unchecked Copy BoxLuk 23:42 - καὶ ἔλεγεν Ἰησοῦ μνήσθητί μου ὅταν ἔλθῃς εἰς τὴν βασιλείαν σου
Unchecked Copy BoxLuk 23:43 - καὶ εἶπεν αὐτῷ ἀμήν σοι λέγω σήμερον μετ᾽ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ
Unchecked Copy BoxLuk 23:44 - καὶ ἦν ἤδη ὡσεὶ ὥρα ἕκτη καὶ σκότος ἐγένετο ἐφ᾽ ὅλην τὴν γῆν ἕως ὥρας ἐνάτης
Unchecked Copy BoxLuk 23:45 - τοῦ ἡλίου ἐκλιπόντος ἐσχίσθη δὲ τὸ καταπέτασμα τοῦ ναοῦ μέσον
Unchecked Copy BoxLuk 23:46 - καὶ φωνήσας φωνῇ μεγάλῃ Ἰησοῦς εἶπεν πάτερ εἰς χεῖράς σου παρατίθεμαι τὸ πνεῦμά μου τοῦτο δὲ εἰπὼν ἐξέπνευσεν
Unchecked Copy BoxLuk 23:47 - ἰδὼν δὲ ἑκατοντάρχης τὸ γενόμενον ἐδόξαζεν τὸν θεὸν λέγων ὄντως ἄνθρωπος οὗτος δίκαιος ἦν
Unchecked Copy BoxLuk 23:48 - καὶ πάντες οἱ συμπαραγενόμενοι ὄχλοι ἐπὶ τὴν θεωρίαν ταύτην θεωρήσαντες τὰ γενόμενα τύπτοντες τὰ στήθη ὑπέστρεφον
Unchecked Copy BoxLuk 23:49 - εἱστήκεισαν δὲ πάντες οἱ γνωστοὶ αὐτῷ ἀπὸ μακρόθεν καὶ γυναῖκες αἱ συνακολουθοῦσαι αὐτῷ ἀπὸ τῆς Γαλιλαίας ὁρῶσαι ταῦτα
Unchecked Copy BoxLuk 23:50 - καὶ ἰδοὺ ἀνὴρ ὀνόματι Ἰωσὴφ βουλευτὴς ὑπάρχων καὶ ἀνὴρ ἀγαθὸς καὶ δίκαιος
Unchecked Copy BoxLuk 23:51 - οὗτος οὐκ ἦν συγκατατεθειμένος τῇ βουλῇ καὶ τῇ πράξει αὐτῶν ἀπὸ Ἁριμαθαίας πόλεως τῶν Ἰουδαίων ὃς προσεδέχετο τὴν βασιλείαν τοῦ θεοῦ
Unchecked Copy BoxLuk 23:52 - οὗτος προσελθὼν τῷ Πιλάτῳ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ
Unchecked Copy BoxLuk 23:53 - καὶ καθελὼν ἐνετύλιξεν αὐτὸ σινδόνι καὶ ἔθηκεν αὐτὸν ἐν μνήματι λαξευτῷ οὗ οὐκ ἦν οὐδεὶς οὔπω κείμενος
Unchecked Copy BoxLuk 23:54 - καὶ ἡμέρα ἦν παρασκευῆς καὶ σάββατον ἐπέφωσκεν
Interlinear Bibles Cross-Refs Commentaries Dictionaries Misc
x
Luke 23:54 Commentaries
Unchecked Copy BoxLuk 23:55 - κατακολουθήσασαι δὲ αἱ γυναῖκες αἵτινες ἦσαν συνεληλυθυῖαι ἐκ τῆς Γαλιλαίας αὐτῷ ἐθεάσαντο τὸ μνημεῖον καὶ ὡς ἐτέθη τὸ σῶμα αὐτοῦ
Unchecked Copy BoxLuk 23:56 - ὑποστρέψασαι δὲ ἡτοίμασαν ἀρώματα καὶ μύρα καὶ τὸ μὲν σάββατον ἡσύχασαν κατὰ τὴν ἐντολήν
BLB Footnotes
This verse is omitted from the Morphological Greek New Testament.  
MGNT

This Greek text is very similar to the Nestle-Aland 27th edition text. Our thanks to the MorphGNT SBLGNT project.

The SBLGNT text itself is subject to the SBLGNT EULA and the morphological parsing and lemmatization is made available under a CC-BY-SA License.

BLB Searches
Search the Bible
MGNT
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
MGNT

Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan

Luke Chapter 23 — Additional Translations: