MGNT

MGNT

Click to Change

Return to Top

Return to Top

Printer Icon

Print

Copy
Copy Options
Format by: Verse Paragraph
Strong's
Red Letter
Audio Bibles
Copy Options
Cite Print
The Blue Letter Bible

Λουκάς (Luke) 22 :: Morphological Greek New Testament (MGNT)

Choose a new font size and typeface
Audio Bibles
(Mat 26:1–5, 14–16; Mar 14:1, 2, 10, 11; Jhn 11:45–53 )
Unchecked Copy BoxLuk 22:1 - ἤγγιζεν δὲ ἑορτὴ τῶν ἀζύμων λεγομένη πάσχα
Unchecked Copy BoxLuk 22:2 - καὶ ἐζήτουν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς τὸ πῶς ἀνέλωσιν αὐτόν ἐφοβοῦντο γὰρ τὸν λαόν
Unchecked Copy BoxLuk 22:3 - εἰσῆλθεν δὲ Σατανᾶς εἰς Ἰούδαν τὸν καλούμενον Ἰσκαριώτην ὄντα ἐκ τοῦ ἀριθμοῦ τῶν δώδεκα
Unchecked Copy BoxLuk 22:4 - καὶ ἀπελθὼν συνελάλησεν τοῖς ἀρχιερεῦσιν καὶ στρατηγοῖς τὸ πῶς αὐτοῖς παραδῷ αὐτόν
Unchecked Copy BoxLuk 22:5 - καὶ ἐχάρησαν καὶ συνέθεντο αὐτῷ ἀργύριον δοῦναι
Unchecked Copy BoxLuk 22:6 - καὶ ἐξωμολόγησεν καὶ ἐζήτει εὐκαιρίαν τοῦ παραδοῦναι αὐτὸν ἄτερ ὄχλου αὐτοῖς
Unchecked Copy BoxLuk 22:7 - ἦλθεν δὲ ἡμέρα τῶν ἀζύμων ἐν ἔδει θύεσθαι τὸ πάσχα
Unchecked Copy BoxLuk 22:8 - καὶ ἀπέστειλεν Πέτρον καὶ Ἰωάννην εἰπών πορευθέντες ἑτοιμάσατε ἡμῖν τὸ πάσχα ἵνα φάγωμεν
Unchecked Copy BoxLuk 22:9 - οἱ δὲ εἶπαν αὐτῷ ποῦ θέλεις ἑτοιμάσωμεν
Unchecked Copy BoxLuk 22:10 - δὲ εἶπεν αὐτοῖς ἰδοὺ εἰσελθόντων ὑμῶν εἰς τὴν πόλιν συναντήσει ὑμῖν ἄνθρωπος κεράμιον ὕδατος βαστάζων ἀκολουθήσατε αὐτῷ εἰς τὴν οἰκίαν εἰς ἣν εἰσπορεύεται
Unchecked Copy BoxLuk 22:11 - καὶ ἐρεῖτε τῷ οἰκοδεσπότῃ τῆς οἰκίας λέγει σοι διδάσκαλος ποῦ ἐστιν τὸ κατάλυμα ὅπου τὸ πάσχα μετὰ τῶν μαθητῶν μου φάγω
Unchecked Copy BoxLuk 22:12 - κἀκεῖνος ὑμῖν δείξει ἀνάγαιον μέγα ἐστρωμένον ἐκεῖ ἑτοιμάσατε
Unchecked Copy BoxLuk 22:13 - ἀπελθόντες δὲ εὗρον καθὼς εἰρήκει αὐτοῖς καὶ ἡτοίμασαν τὸ πάσχα
Unchecked Copy BoxLuk 22:14 - καὶ ὅτε ἐγένετο ὥρα ἀνέπεσεν καὶ οἱ ἀπόστολοι σὺν αὐτῷ
Unchecked Copy BoxLuk 22:15 - καὶ εἶπεν πρὸς αὐτούς ἐπιθυμίᾳ ἐπεθύμησα τοῦτο τὸ πάσχα φαγεῖν μεθ᾽ ὑμῶν πρὸ τοῦ με παθεῖν
Unchecked Copy BoxLuk 22:16 - λέγω γὰρ ὑμῖν ὅτι οὐ μὴ φάγω αὐτὸ ἕως ὅτου πληρωθῇ ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ
Unchecked Copy BoxLuk 22:17 - καὶ δεξάμενος ποτήριον εὐχαριστήσας εἶπεν λάβετε τοῦτο καὶ διαμερίσατε εἰς ἑαυτούς
Unchecked Copy BoxLuk 22:18 - λέγω γὰρ ὑμῖν ὅτι οὐ μὴ πίω ἀπὸ τοῦ νῦν ἀπὸ τοῦ γενήματος τῆς ἀμπέλου ἕως οὗ βασιλεία τοῦ θεοῦ ἔλθῃ
Unchecked Copy BoxLuk 22:19 - καὶ λαβὼν ἄρτον εὐχαριστήσας ἔκλασεν καὶ ἔδωκεν αὐτοῖς λέγων τοῦτό ἐστιν τὸ σῶμά μου τὸ ὑπὲρ ὑμῶν διδόμενον τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν
Unchecked Copy BoxLuk 22:20 - καὶ τὸ ποτήριον ὡσαύτως μετὰ τὸ δειπνῆσαι λέγων τοῦτο τὸ ποτήριον καινὴ διαθήκη ἐν τῷ αἵματί μου τὸ ὑπὲρ ὑμῶν ἐκχυννόμενον
Unchecked Copy BoxLuk 22:21 - πλὴν ἰδοὺ χεὶρ τοῦ παραδιδόντος με μετ᾽ ἐμοῦ ἐπὶ τῆς τραπέζης
Unchecked Copy BoxLuk 22:22 - ὅτι υἱὸς μὲν τοῦ ἀνθρώπου κατὰ τὸ ὡρισμένον πορεύεται πλὴν οὐαὶ τῷ ἀνθρώπῳ ἐκείνῳ δι᾽ οὗ παραδίδοται
Unchecked Copy BoxLuk 22:23 - καὶ αὐτοὶ ἤρξαντο συζητεῖν πρὸς ἑαυτοὺς τὸ τίς ἄρα εἴη ἐξ αὐτῶν τοῦτο μέλλων πράσσειν
Unchecked Copy BoxLuk 22:24 - ἐγένετο δὲ καὶ φιλονεικία ἐν αὐτοῖς τὸ τίς αὐτῶν δοκεῖ εἶναι μείζων
Unchecked Copy BoxLuk 22:25 - δὲ εἶπεν αὐτοῖς οἱ βασιλεῖς τῶν ἐθνῶν κυριεύουσιν αὐτῶν καὶ οἱ ἐξουσιάζοντες αὐτῶν εὐεργέται καλοῦνται
Unchecked Copy BoxLuk 22:26 - ὑμεῖς δὲ οὐχ οὕτως ἀλλ᾽ μείζων ἐν ὑμῖν γινέσθω ὡς νεώτερος καὶ ἡγούμενος ὡς διακονῶν
Unchecked Copy BoxLuk 22:27 - τίς γὰρ μείζων ἀνακείμενος διακονῶν οὐχὶ ἀνακείμενος ἐγὼ δὲ ἐν μέσῳ ὑμῶν εἰμι ὡς διακονῶν
Unchecked Copy BoxLuk 22:28 - ὑμεῖς δέ ἐστε οἱ διαμεμενηκότες μετ᾽ ἐμοῦ ἐν τοῖς πειρασμοῖς μου
Unchecked Copy BoxLuk 22:29 - κἀγὼ διατίθεμαι ὑμῖν καθὼς διέθετό μοι πατήρ μου βασιλείαν
Unchecked Copy BoxLuk 22:30 - ἵνα ἔσθητε καὶ πίνητε ἐπὶ τῆς τραπέζης μου ἐν τῇ βασιλείᾳ μου καὶ καθήσεσθε ἐπὶ θρόνων τὰς δώδεκα φυλὰς κρίνοντες τοῦ Ἰσραήλ
(Mat 26:31–35; Mar 14:27–31; Jhn 13:36–38 )
Unchecked Copy BoxLuk 22:31 - Σίμων Σίμων ἰδοὺ Σατανᾶς ἐξῃτήσατο ὑμᾶς τοῦ σινιάσαι ὡς τὸν σῖτον
Unchecked Copy BoxLuk 22:32 - ἐγὼ δὲ ἐδεήθην περὶ σοῦ ἵνα μὴ ἐκλίπῃ πίστις σου καὶ σύ ποτε ἐπιστρέψας στήρισον τοὺς ἀδελφούς σου
Unchecked Copy BoxLuk 22:33 - δὲ εἶπεν αὐτῷ κύριε μετὰ σοῦ ἕτοιμός εἰμι καὶ εἰς φυλακὴν καὶ εἰς θάνατον πορεύεσθαι
Unchecked Copy BoxLuk 22:34 - δὲ εἶπεν λέγω σοι Πέτρε οὐ φωνήσει σήμερον ἀλέκτωρ ἕως τρίς με ἀπαρνήσῃ εἰδέναι
Unchecked Copy BoxLuk 22:35 - καὶ εἶπεν αὐτοῖς ὅτε ἀπέστειλα ὑμᾶς ἄτερ βαλλαντίου καὶ πήρας καὶ ὑποδημάτων μή τινος ὑστερήσατε οἱ δὲ εἶπαν οὐθενός
Unchecked Copy BoxLuk 22:36 - εἶπεν δὲ αὐτοῖς ἀλλὰ νῦν ἔχων βαλλάντιον ἀράτω ὁμοίως καὶ πήραν καὶ μὴ ἔχων πωλησάτω τὸ ἱμάτιον αὐτοῦ καὶ ἀγορασάτω μάχαιραν
Unchecked Copy BoxLuk 22:37 - λέγω γὰρ ὑμῖν ὅτι τοῦτο τὸ γεγραμμένον δεῖ τελεσθῆναι ἐν ἐμοί τὸ καὶ μετὰ ἀνόμων ἐλογίσθη καὶ γὰρ τὸ περὶ ἐμοῦ τέλος ἔχει
Unchecked Copy BoxLuk 22:38 - οἱ δὲ εἶπαν κύριε ἰδοὺ μάχαιραι ὧδε δύο δὲ εἶπεν αὐτοῖς ἱκανόν ἐστιν
(Mat 26:36–46; Mar 14:32–42; Jhn 18:1 )
Unchecked Copy BoxLuk 22:39 - καὶ ἐξελθὼν ἐπορεύθη κατὰ τὸ ἔθος εἰς τὸ ὄρος τῶν ἐλαιῶν ἠκολούθησαν δὲ αὐτῷ καὶ οἱ μαθηταί
Unchecked Copy BoxLuk 22:40 - γενόμενος δὲ ἐπὶ τοῦ τόπου εἶπεν αὐτοῖς προσεύχεσθε μὴ εἰσελθεῖν εἰς πειρασμόν
Unchecked Copy BoxLuk 22:41 - καὶ αὐτὸς ἀπεσπάσθη ἀπ᾽ αὐτῶν ὡσεὶ λίθου βολήν καὶ θεὶς τὰ γόνατα προσηύχετο
Unchecked Copy BoxLuk 22:42 - λέγων πάτερ εἰ βούλει παρένεγκε τοῦτο τὸ ποτήριον ἀπ᾽ ἐμοῦ πλὴν μὴ τὸ θέλημά μου ἀλλὰ τὸ σὸν γινέσθω
Unchecked Copy BoxLuk 22:43 - ὤφθη δὲ αὐτῷ ἄγγελος ἀπ᾽ οὐρανοῦ ἐνισχύων αὐτόν
Unchecked Copy BoxLuk 22:44 - καὶ γενόμενος ἐν ἀγωνίᾳ ἐκτενέστερον προσηύχετο καὶ ἐγένετο ἱδρὼς αὐτοῦ ὡσεὶ θρόμβοι αἵματος καταβαίνοντες ἐπὶ τὴν γῆν
Unchecked Copy BoxLuk 22:45 - καὶ ἀναστὰς ἀπὸ τῆς προσευχῆς ἐλθὼν πρὸς τοὺς μαθητὰς εὗρεν κοιμωμένους αὐτοὺς ἀπὸ τῆς λύπης
Unchecked Copy BoxLuk 22:46 - καὶ εἶπεν αὐτοῖς τί καθεύδετε ἀναστάντες προσεύχεσθε ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν
(Mat 26:47–56; Mar 14:43–52; Jhn 18:1–11 )
Unchecked Copy BoxLuk 22:47 - ἔτι αὐτοῦ λαλοῦντος ἰδοὺ ὄχλος καὶ λεγόμενος Ἰούδας εἷς τῶν δώδεκα προήρχετο αὐτούς καὶ ἤγγισεν τῷ Ἰησοῦ φιλῆσαι αὐτόν
Unchecked Copy BoxLuk 22:48 - Ἰησοῦς δὲ εἶπεν αὐτῷ Ἰούδα φιλήματι τὸν υἱὸν τοῦ ἀνθρώπου παραδίδως
Unchecked Copy BoxLuk 22:49 - ἰδόντες δὲ οἱ περὶ αὐτὸν τὸ ἐσόμενον εἶπαν κύριε εἰ πατάξομεν ἐν μαχαίρῃ
Unchecked Copy BoxLuk 22:50 - καὶ ἐπάταξεν εἷς τις ἐξ αὐτῶν τοῦ ἀρχιερέως τὸν δοῦλον καὶ ἀφεῖλεν τὸ οὖς αὐτοῦ τὸ δεξιόν
Unchecked Copy BoxLuk 22:51 - ἀποκριθεὶς δὲ Ἰησοῦς εἶπεν ἐᾶτε ἕως τούτου καὶ ἁψάμενος τοῦ ὠτίου ἰάσατο αὐτόν
Unchecked Copy BoxLuk 22:52 - εἶπεν δὲ Ἰησοῦς πρὸς τοὺς παραγενομένους ἐπ᾽ αὐτὸν ἀρχιερεῖς καὶ στρατηγοὺς τοῦ ἱεροῦ καὶ πρεσβυτέρους ὡς ἐπὶ λῃστὴν ἐξήλθατε μετὰ μαχαιρῶν καὶ ξύλων
Unchecked Copy BoxLuk 22:53 - καθ᾽ ἡμέραν ὄντος μου μεθ᾽ ὑμῶν ἐν τῷ ἱερῷ οὐκ ἐξετείνατε τὰς χεῖρας ἐπ᾽ ἐμέ ἀλλ᾽ αὕτη ἐστὶν ὑμῶν ὥρα καὶ ἐξουσία τοῦ σκότους
(Mat 26:69–75; Mar 14:66–72; Jhn 18:13–18, 25–27 )
Unchecked Copy BoxLuk 22:54 - συλλαβόντες δὲ αὐτὸν ἤγαγον καὶ εἰσήγαγον εἰς τὴν οἰκίαν τοῦ ἀρχιερέως δὲ Πέτρος ἠκολούθει μακρόθεν
Unchecked Copy BoxLuk 22:55 - περιαψάντων δὲ πῦρ ἐν μέσῳ τῆς αὐλῆς καὶ συγκαθισάντων ἐκάθητο Πέτρος μέσος αὐτῶν
Unchecked Copy BoxLuk 22:56 - ἰδοῦσα δὲ αὐτὸν παιδίσκη τις καθήμενον πρὸς τὸ φῶς καὶ ἀτενίσασα αὐτῷ εἶπεν καὶ οὗτος σὺν αὐτῷ ἦν
Unchecked Copy BoxLuk 22:57 - δὲ ἠρνήσατο λέγων οὐκ οἶδα αὐτόν γύναι
Unchecked Copy BoxLuk 22:58 - καὶ μετὰ βραχὺ ἕτερος ἰδὼν αὐτὸν ἔφη καὶ σὺ ἐξ αὐτῶν εἶ δὲ Πέτρος ἔφη ἄνθρωπε οὐκ εἰμί
Unchecked Copy BoxLuk 22:59 - καὶ διαστάσης ὡσεὶ ὥρας μιᾶς ἄλλος τις διϊσχυρίζετο λέγων ἐπ᾽ ἀληθείας καὶ οὗτος μετ᾽ αὐτοῦ ἦν καὶ γὰρ Γαλιλαῖός ἐστιν
Unchecked Copy BoxLuk 22:60 - εἶπεν δὲ Πέτρος ἄνθρωπε οὐκ οἶδα λέγεις καὶ παραχρῆμα ἔτι λαλοῦντος αὐτοῦ ἐφώνησεν ἀλέκτωρ
Unchecked Copy BoxLuk 22:61 - καὶ στραφεὶς κύριος ἐνέβλεψεν τῷ Πέτρῳ καὶ ὑπεμνήσθη Πέτρος τοῦ ῥήματος τοῦ κυρίου ὡς εἶπεν αὐτῷ ὅτι πρὶν ἀλέκτορα φωνῆσαι σήμερον ἀπαρνήσῃ με τρίς
Unchecked Copy BoxLuk 22:62 - καὶ ἐξελθὼν ἔξω ἔκλαυσεν πικρῶς
(Mat 26:67, 68; Mar 14:65 )
Unchecked Copy BoxLuk 22:63 - καὶ οἱ ἄνδρες οἱ συνέχοντες αὐτὸν ἐνέπαιζον αὐτῷ δέροντες
Unchecked Copy BoxLuk 22:64 - καὶ περικαλύψαντες αὐτὸν ἐπηρώτων λέγοντες προφήτευσον τίς ἐστιν παίσας σε
Unchecked Copy BoxLuk 22:65 - καὶ ἕτερα πολλὰ βλασφημοῦντες ἔλεγον εἰς αὐτόν
(Mat 26:57–68; Mar 14:61–64; Jhn 18:12–14, 19–24 )
Unchecked Copy BoxLuk 22:66 - καὶ ὡς ἐγένετο ἡμέρα συνήχθη τὸ πρεσβυτέριον τοῦ λαοῦ ἀρχιερεῖς τε καὶ γραμματεῖς καὶ ἀπήγαγον αὐτὸν εἰς τὸ συνέδριον αὐτῶν (MGNT 22:67)λέγοντες
Unchecked Copy BoxLuk 22:67 - εἰ σὺ εἶ Χριστός εἰπὸν ἡμῖν εἶπεν δὲ αὐτοῖς ἐὰν ὑμῖν εἴπω οὐ μὴ πιστεύσητε
Unchecked Copy BoxLuk 22:68 - ἐὰν δὲ ἐρωτήσω οὐ μὴ ἀποκριθῆτε
Unchecked Copy BoxLuk 22:69 - ἀπὸ τοῦ νῦν δὲ ἔσται υἱὸς τοῦ ἀνθρώπου καθήμενος ἐκ δεξιῶν τῆς δυνάμεως τοῦ θεοῦ
Unchecked Copy BoxLuk 22:70 - εἶπαν δὲ πάντες σὺ οὖν εἶ υἱὸς τοῦ θεοῦ δὲ πρὸς αὐτοὺς ἔφη ὑμεῖς λέγετε ὅτι ἐγώ εἰμι
Unchecked Copy BoxLuk 22:71 - οἱ δὲ εἶπαν τί ἔτι ἔχομεν μαρτυρίας χρείαν αὐτοὶ γὰρ ἠκούσαμεν ἀπὸ τοῦ στόματος αὐτοῦ
MGNT Footnotes
Some portions of the New Testament have small, consistent differences in verse numbering between the Greek and English texts.
MGNT

This Greek text is very similar to the Nestle-Aland 27th edition text. Our thanks to the MorphGNT SBLGNT project.

The SBLGNT text itself is subject to the SBLGNT EULA and the morphological parsing and lemmatization is made available under a CC-BY-SA License.

BLB Searches
Search the Bible
MGNT
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
MGNT

Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan

Luke Chapter 22 — Additional Translations: