LXX

LXX

Click to Change

Return to Top

Return to Top

Printer Icon

Print

Copy
Copy Options
Format by: Verse Paragraph
Strong's
Red Letter
Audio Bibles
Copy Options
Cite Print
The Blue Letter Bible

Ψαλμοί (Psalm) 69 :: Septuagint (LXX)

Choose a new font size and typeface
Audio Bibles
Unchecked Copy BoxPsa 69:1 - (LXX 68:1)εἰς τὸ τέλος ὑπὲρ τῶν ἀλλοιωθησομένων τῷ Δαυιδ (68:2)σῶσόν με θεός ὅτι εἰσήλθοσαν ὕδατα ἕως ψυχῆς μου
Unchecked Copy BoxPsa 69:2 - (LXX 68:3)ἐνεπάγην εἰς ἰλὺν βυθοῦ καὶ οὐκ ἔστιν ὑπόστασις ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης καὶ καταιγὶς κατεπόντισέν με
Unchecked Copy BoxPsa 69:3 - (LXX 68:4)ἐκοπίασα κράζων ἐβραγχίασεν ὁ λάρυγξ μου ἐξέλιπον οἱ ὀφθαλμοί μου ἀπὸ τοῦ ἐλπίζειν ἐπὶ τὸν θεόν μου
Unchecked Copy BoxPsa 69:4 - (LXX 68:5)ἐπληθύνθησαν ὑπὲρ τὰς τρίχας τῆς κεφαλῆς μου οἱ μισοῦντές με δωρεάν ἐκραταιώθησαν οἱ ἐχθροί μου οἱ ἐκδιώκοντές με ἀδίκως οὐχ ἥρπασα τότε ἀπετίννυον
Unchecked Copy BoxPsa 69:5 - (LXX 68:6) θεός σὺ ἔγνως τὴν ἀφροσύνην μου καὶ αἱ πλημμέλειαί μου ἀπὸ σοῦ οὐκ ἐκρύβησαν
Unchecked Copy BoxPsa 69:6 - (LXX 68:7)μὴ αἰσχυνθείησαν ἐπ᾽ ἐμοὶ οἱ ὑπομένοντές σε κύριε κύριε τῶν δυνάμεων μὴ ἐντραπείησαν ἐπ᾽ ἐμοὶ οἱ ζητοῦντές σε θεὸς τοῦ Ισραηλ
Unchecked Copy BoxPsa 69:7 - (LXX 68:8)ὅτι ἕνεκα σοῦ ὑπήνεγκα ὀνειδισμόν ἐκάλυψεν ἐντροπὴ τὸ πρόσωπόν μου
Unchecked Copy BoxPsa 69:8 - (LXX 68:9)ἀπηλλοτριωμένος ἐγενήθην τοῖς ἀδελφοῖς μου καὶ ξένος τοῖς υἱοῖς τῆς μητρός μου
Unchecked Copy BoxPsa 69:9 - (LXX 68:10)ὅτι ζῆλος τοῦ οἴκου σου κατέφαγέν με καὶ οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε ἐπέπεσαν ἐπ᾽ ἐμέ
Unchecked Copy BoxPsa 69:10 - (LXX 68:11)καὶ συνέκαμψα ἐν νηστείᾳ τὴν ψυχήν μου καὶ ἐγενήθη εἰς ὀνειδισμὸν ἐμοί
Unchecked Copy BoxPsa 69:11 - (LXX 68:12)καὶ ἐθέμην τὸ ἔνδυμά μου σάκκον καὶ ἐγενόμην αὐτοῖς εἰς παραβολήν
Unchecked Copy BoxPsa 69:12 - (LXX 68:13)κατ᾽ ἐμοῦ ἠδολέσχουν οἱ καθήμενοι ἐν πύλῃ καὶ εἰς ἐμὲ ἔψαλλον οἱ πίνοντες τὸν οἶνον
Unchecked Copy BoxPsa 69:13 - (LXX 68:14)ἐγὼ δὲ τῇ προσευχῇ μου πρὸς σέ κύριε καιρὸς εὐδοκίας θεός ἐν τῷ πλήθει τοῦ ἐλέους σου ἐπάκουσόν μου ἐν ἀληθείᾳ τῆς σωτηρίας σου
Unchecked Copy BoxPsa 69:14 - (LXX 68:15)σῶσόν με ἀπὸ πηλοῦ ἵνα μὴ ἐμπαγῶ ῥυσθείην ἐκ τῶν μισούντων με καὶ ἐκ τοῦ βάθους τῶν ὑδάτων
Unchecked Copy BoxPsa 69:15 - (LXX 68:16)μή με καταποντισάτω καταιγὶς ὕδατος μηδὲ καταπιέτω με βυθός μηδὲ συσχέτω ἐπ᾽ ἐμὲ φρέαρ τὸ στόμα αὐτοῦ
Unchecked Copy BoxPsa 69:16 - (LXX 68:17)εἰσάκουσόν μου κύριε ὅτι χρηστὸν τὸ ἔλεός σου κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐπίβλεψον ἐπ᾽ ἐμέ
Unchecked Copy BoxPsa 69:17 - (LXX 68:18)μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπὸ τοῦ παιδός σου ὅτι θλίβομαι ταχὺ ἐπάκουσόν μου
Unchecked Copy BoxPsa 69:18 - (LXX 68:19)πρόσχες τῇ ψυχῇ μου καὶ λύτρωσαι αὐτήν ἕνεκα τῶν ἐχθρῶν μου ῥῦσαί με
Unchecked Copy BoxPsa 69:19 - (LXX 68:20)σὺ γὰρ γινώσκεις τὸν ὀνειδισμόν μου καὶ τὴν αἰσχύνην μου καὶ τὴν ἐντροπήν μου ἐναντίον σου πάντες οἱ θλίβοντές με
Unchecked Copy BoxPsa 69:20 - (LXX 68:21)ὀνειδισμὸν προσεδόκησεν ψυχή μου καὶ ταλαιπωρίαν καὶ ὑπέμεινα συλλυπούμενον καὶ οὐχ ὑπῆρξεν καὶ παρακαλοῦντας καὶ οὐχ εὗρον
Unchecked Copy BoxPsa 69:21 - (LXX 68:22)καὶ ἔδωκαν εἰς τὸ βρῶμά μου χολὴν καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος
Unchecked Copy BoxPsa 69:22 - (LXX 68:23)γενηθήτω τράπεζα αὐτῶν ἐνώπιον αὐτῶν εἰς παγίδα καὶ εἰς ἀνταπόδοσιν καὶ εἰς σκάνδαλον
Unchecked Copy BoxPsa 69:23 - (LXX 68:24)σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν καὶ τὸν νῶτον αὐτῶν διὰ παντὸς σύγκαμψον
Unchecked Copy BoxPsa 69:24 - (LXX 68:25)ἔκχεον ἐπ᾽ αὐτοὺς τὴν ὀργήν σου καὶ θυμὸς τῆς ὀργῆς σου καταλάβοι αὐτούς
Unchecked Copy BoxPsa 69:25 - (LXX 68:26)γενηθήτω ἔπαυλις αὐτῶν ἠρημωμένη καὶ ἐν τοῖς σκηνώμασιν αὐτῶν μὴ ἔστω κατοικῶν
Unchecked Copy BoxPsa 69:26 - (LXX 68:27)ὅτι ὃν σὺ ἐπάταξας αὐτοὶ κατεδίωξαν καὶ ἐπὶ τὸ ἄλγος τῶν τραυματιῶν σου προσέθηκαν
Unchecked Copy BoxPsa 69:27 - (LXX 68:28)πρόσθες ἀνομίαν ἐπὶ τὴν ἀνομίαν αὐτῶν καὶ μὴ εἰσελθέτωσαν ἐν δικαιοσύνῃ σου
Unchecked Copy BoxPsa 69:28 - (LXX 68:29)ἐξαλειφθήτωσαν ἐκ βίβλου ζώντων καὶ μετὰ δικαίων μὴ γραφήτωσαν
Unchecked Copy BoxPsa 69:29 - (LXX 68:30)πτωχὸς καὶ ἀλγῶν εἰμι ἐγώ καὶ σωτηρία τοῦ προσώπου σου θεός ἀντελάβετό μου
Unchecked Copy BoxPsa 69:30 - (LXX 68:31)αἰνέσω τὸ ὄνομα τοῦ θεοῦ μετ᾽ ᾠδῆς μεγαλυνῶ αὐτὸν ἐν αἰνέσει
Unchecked Copy BoxPsa 69:31 - (LXX 68:32)καὶ ἀρέσει τῷ θεῷ ὑπὲρ μόσχον νέον κέρατα ἐκφέροντα καὶ ὁπλάς
Unchecked Copy BoxPsa 69:32 - (LXX 68:33)ἰδέτωσαν πτωχοὶ καὶ εὐφρανθήτωσαν ἐκζητήσατε τὸν θεόν καὶ ζήσεται ψυχὴ ὑμῶν
Unchecked Copy BoxPsa 69:33 - (LXX 68:34)ὅτι εἰσήκουσεν τῶν πενήτων κύριος καὶ τοὺς πεπεδημένους αὐτοῦ οὐκ ἐξουδένωσεν
Unchecked Copy BoxPsa 69:34 - (LXX 68:35)αἰνεσάτωσαν αὐτὸν οἱ οὐρανοὶ καὶ γῆ θάλασσα καὶ πάντα τὰ ἕρποντα ἐν αὐτοῖς
Unchecked Copy BoxPsa 69:35 - (LXX 68:36)ὅτι θεὸς σώσει τὴν Σιων καὶ οἰκοδομηθήσονται αἱ πόλεις τῆς Ιουδαίας καὶ κατοικήσουσιν ἐκεῖ καὶ κληρονομήσουσιν αὐτήν
Unchecked Copy BoxPsa 69:36 - (LXX 68:37)καὶ τὸ σπέρμα τῶν δούλων αὐτοῦ καθέξουσιν αὐτήν καὶ οἱ ἀγαπῶντες τὸ ὄνομα αὐτοῦ κατασκηνώσουσιν ἐν αὐτῇ
LXX

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

BLB Searches
Search the Bible
LXX
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
LXX

Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan

Psalm Chapter 69 — Additional Translations: