LXX

LXX

Click to Change

Return to Top

Return to Top

Printer Icon

Print

Copy
Copy Options
Format by: Verse Paragraph
Strong's
Red Letter
Audio Bibles
Copy Options
Cite Print
The Blue Letter Bible

Ψαλμοί (Psalm) 119 :: Septuagint (LXX)

Choose a new font size and typeface
Audio Bibles
Unchecked Copy BoxPsa 119:1 - (LXX 118:1)αλληλουια αʹ αλφ μακάριοι οἱ ἄμωμοι ἐν ὁδῷ οἱ πορευόμενοι ἐν νόμῳ κυρίου
Unchecked Copy BoxPsa 119:2 - (LXX 118:2)μακάριοι οἱ ἐξερευνῶντες τὰ μαρτύρια αὐτοῦ ἐν ὅλῃ καρδίᾳ ἐκζητήσουσιν αὐτόν
Unchecked Copy BoxPsa 119:3 - (LXX 118:3)οὐ γὰρ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν ἐν ταῖς ὁδοῖς αὐτοῦ ἐπορεύθησαν
Unchecked Copy BoxPsa 119:4 - (LXX 118:4)σὺ ἐνετείλω τὰς ἐντολάς σου φυλάξασθαι σφόδρα
Unchecked Copy BoxPsa 119:5 - (LXX 118:5)ὄφελον κατευθυνθείησαν αἱ ὁδοί μου τοῦ φυλάξασθαι τὰ δικαιώματά σου
Unchecked Copy BoxPsa 119:6 - (LXX 118:6)τότε οὐ μὴ ἐπαισχυνθῶ ἐν τῷ με ἐπιβλέπειν ἐπὶ πάσας τὰς ἐντολάς σου
Unchecked Copy BoxPsa 119:7 - (LXX 118:7)ἐξομολογήσομαί σοι κύριε ἐν εὐθύτητι καρδίας ἐν τῷ μεμαθηκέναι με τὰ κρίματα τῆς δικαιοσύνης σου
Unchecked Copy BoxPsa 119:8 - (LXX 118:8)τὰ δικαιώματά σου φυλάξω μή με ἐγκαταλίπῃς ἕως σφόδρα
Unchecked Copy BoxPsa 119:9 - (LXX 118:9)βʹ βηθ ἐν τίνι κατορθώσει ὁ νεώτερος τὴν ὁδὸν αὐτοῦ ἐν τῷ φυλάσσεσθαι τοὺς λόγους σου
Unchecked Copy BoxPsa 119:10 - (LXX 118:10)ἐν ὅλῃ καρδίᾳ μου ἐξεζήτησά σε μὴ ἀπώσῃ με ἀπὸ τῶν ἐντολῶν σου
Unchecked Copy BoxPsa 119:11 - (LXX 118:11)ἐν τῇ καρδίᾳ μου ἔκρυψα τὰ λόγιά σου ὅπως ἂν μὴ ἁμάρτω σοι
Unchecked Copy BoxPsa 119:12 - (LXX 118:12)εὐλογητὸς εἶ κύριε δίδαξόν με τὰ δικαιώματά σου
Unchecked Copy BoxPsa 119:13 - (LXX 118:13)ἐν τοῖς χείλεσίν μου ἐξήγγειλα πάντα τὰ κρίματα τοῦ στόματός σου
Unchecked Copy BoxPsa 119:14 - (LXX 118:14)ἐν τῇ ὁδῷ τῶν μαρτυρίων σου ἐτέρφθην ὡς ἐπὶ παντὶ πλούτῳ
Unchecked Copy BoxPsa 119:15 - (LXX 118:15)ἐν ταῖς ἐντολαῖς σου ἀδολεσχήσω καὶ κατανοήσω τὰς ὁδούς σου
Unchecked Copy BoxPsa 119:16 - (LXX 118:16)ἐν τοῖς δικαιώμασίν σου μελετήσω οὐκ ἐπιλήσομαι τῶν λόγων σου
Unchecked Copy BoxPsa 119:17 - (LXX 118:17)γʹ γιμαλ ἀνταπόδος τῷ δούλῳ σου ζήσομαι καὶ φυλάξω τοὺς λόγους σου
Unchecked Copy BoxPsa 119:18 - (LXX 118:18)ἀποκάλυψον τοὺς ὀφθαλμούς μου καὶ κατανοήσω τὰ θαυμάσιά σου ἐκ τοῦ νόμου σου
Unchecked Copy BoxPsa 119:19 - (LXX 118:19)πάροικος ἐγώ εἰμι ἐν τῇ γῇ μὴ ἀποκρύψῃς ἀπ᾽ ἐμοῦ τὰς ἐντολάς σου
Unchecked Copy BoxPsa 119:20 - (LXX 118:20)ἐπεπόθησεν ψυχή μου τοῦ ἐπιθυμῆσαι τὰ κρίματά σου ἐν παντὶ καιρῷ
Unchecked Copy BoxPsa 119:21 - (LXX 118:21)ἐπετίμησας ὑπερηφάνοις ἐπικατάρατοι οἱ ἐκκλίνοντες ἀπὸ τῶν ἐντολῶν σου
Unchecked Copy BoxPsa 119:22 - (LXX 118:22)περίελε ἀπ᾽ ἐμοῦ ὄνειδος καὶ ἐξουδένωσιν ὅτι τὰ μαρτύριά σου ἐξεζήτησα
Unchecked Copy BoxPsa 119:23 - (LXX 118:23)καὶ γὰρ ἐκάθισαν ἄρχοντες καὶ κατ᾽ ἐμοῦ κατελάλουν δὲ δοῦλός σου ἠδολέσχει ἐν τοῖς δικαιώμασίν σου
Unchecked Copy BoxPsa 119:24 - (LXX 118:24)καὶ γὰρ τὰ μαρτύριά σου μελέτη μού ἐστιν καὶ αἱ συμβουλίαι μου τὰ δικαιώματά σου
Unchecked Copy BoxPsa 119:25 - (LXX 118:25)δʹ δελθ ἐκολλήθη τῷ ἐδάφει ψυχή μου ζῆσόν με κατὰ τὸν λόγον σου
Unchecked Copy BoxPsa 119:26 - (LXX 118:26)τὰς ὁδούς μου ἐξήγγειλα καὶ ἐπήκουσάς μου δίδαξόν με τὰ δικαιώματά σου
Unchecked Copy BoxPsa 119:27 - (LXX 118:27)ὁδὸν δικαιωμάτων σου συνέτισόν με καὶ ἀδολεσχήσω ἐν τοῖς θαυμασίοις σου
Unchecked Copy BoxPsa 119:28 - (LXX 118:28)ἔσταξεν ἡ ψυχή μου ἀπὸ ἀκηδίας βεβαίωσόν με ἐν τοῖς λόγοις σου
Unchecked Copy BoxPsa 119:29 - (LXX 118:29)ὁδὸν ἀδικίας ἀπόστησον ἀπ᾽ ἐμοῦ καὶ τῷ νόμῳ σου ἐλέησόν με
Unchecked Copy BoxPsa 119:30 - (LXX 118:30)ὁδὸν ἀληθείας ᾑρετισάμην τὰ κρίματά σου οὐκ ἐπελαθόμην
Unchecked Copy BoxPsa 119:31 - (LXX 118:31)ἐκολλήθην τοῖς μαρτυρίοις σου κύριε μή με καταισχύνῃς
Unchecked Copy BoxPsa 119:32 - (LXX 118:32)ὁδὸν ἐντολῶν σου ἔδραμον ὅταν ἐπλάτυνας τὴν καρδίαν μου
Unchecked Copy BoxPsa 119:33 - (LXX 118:33)εʹ η νομοθέτησόν με κύριε τὴν ὁδὸν τῶν δικαιωμάτων σου καὶ ἐκζητήσω αὐτὴν διὰ παντός
Unchecked Copy BoxPsa 119:34 - (LXX 118:34)συνέτισόν με καὶ ἐξερευνήσω τὸν νόμον σου καὶ φυλάξω αὐτὸν ἐν ὅλῃ καρδίᾳ μου
Unchecked Copy BoxPsa 119:35 - (LXX 118:35)ὁδήγησόν με ἐν τρίβῳ τῶν ἐντολῶν σου ὅτι αὐτὴν ἠθέλησα
Unchecked Copy BoxPsa 119:36 - (LXX 118:36)κλῖνον τὴν καρδίαν μου εἰς τὰ μαρτύριά σου καὶ μὴ εἰς πλεονεξίαν
Unchecked Copy BoxPsa 119:37 - (LXX 118:37)ἀπόστρεψον τοὺς ὀφθαλμούς μου τοῦ μὴ ἰδεῖν ματαιότητα ἐν τῇ ὁδῷ σου ζῆσόν με
Unchecked Copy BoxPsa 119:38 - (LXX 118:38)στῆσον τῷ δούλῳ σου τὸ λόγιόν σου εἰς τὸν φόβον σου
Unchecked Copy BoxPsa 119:39 - (LXX 118:39)περίελε τὸν ὀνειδισμόν μου ὃν ὑπώπτευσα τὰ γὰρ κρίματά σου χρηστά
Unchecked Copy BoxPsa 119:40 - (LXX 118:40)ἰδοὺ ἐπεθύμησα τὰς ἐντολάς σου ἐν τῇ δικαιοσύνῃ σου ζῆσόν με
Unchecked Copy BoxPsa 119:41 - (LXX 118:41)ϝʹ ουαυ καὶ ἔλθοι ἐπ᾽ ἐμὲ τὸ ἔλεός σου κύριε τὸ σωτήριόν σου κατὰ τὸ λόγιόν σου
Unchecked Copy BoxPsa 119:42 - (LXX 118:42)καὶ ἀποκριθήσομαι τοῖς ὀνειδίζουσί με λόγον ὅτι ἤλπισα ἐπὶ τοὺς λόγους σου
Unchecked Copy BoxPsa 119:43 - (LXX 118:43)καὶ μὴ περιέλῃς ἐκ τοῦ στόματός μου λόγον ἀληθείας ἕως σφόδρα ὅτι ἐπὶ τὰ κρίματά σου ἐπήλπισα
Unchecked Copy BoxPsa 119:44 - (LXX 118:44)καὶ φυλάξω τὸν νόμον σου διὰ παντός εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος
Unchecked Copy BoxPsa 119:45 - (LXX 118:45)καὶ ἐπορευόμην ἐν πλατυσμῷ ὅτι τὰς ἐντολάς σου ἐξεζήτησα
Unchecked Copy BoxPsa 119:46 - (LXX 118:46)καὶ ἐλάλουν ἐν τοῖς μαρτυρίοις σου ἐναντίον βασιλέων καὶ οὐκ ᾐσχυνόμην
Unchecked Copy BoxPsa 119:47 - (LXX 118:47)καὶ ἐμελέτων ἐν ταῖς ἐντολαῖς σου αἷς ἠγάπησα σφόδρα
Unchecked Copy BoxPsa 119:48 - (LXX 118:48)καὶ ἦρα τὰς χεῖράς μου πρὸς τὰς ἐντολάς σου ἃς ἠγάπησα καὶ ἠδολέσχουν ἐν τοῖς δικαιώμασίν σου
Unchecked Copy BoxPsa 119:49 - (LXX 118:49)ζʹ ζαι μνήσθητι τὸν λόγον σου τῷ δούλῳ σου ἐπήλπισάς με
Unchecked Copy BoxPsa 119:50 - (LXX 118:50)αὕτη με παρεκάλεσεν ἐν τῇ ταπεινώσει μου ὅτι τὸ λόγιόν σου ἔζησέν με
Unchecked Copy BoxPsa 119:51 - (LXX 118:51)ὑπερήφανοι παρηνόμουν ἕως σφόδρα ἀπὸ δὲ τοῦ νόμου σου οὐκ ἐξέκλινα
Unchecked Copy BoxPsa 119:52 - (LXX 118:52)ἐμνήσθην τῶν κριμάτων σου ἀπ᾽ αἰῶνος κύριε καὶ παρεκλήθην
Unchecked Copy BoxPsa 119:53 - (LXX 118:53)ἀθυμία κατέσχεν με ἀπὸ ἁμαρτωλῶν τῶν ἐγκαταλιμπανόντων τὸν νόμον σου
Unchecked Copy BoxPsa 119:54 - (LXX 118:54)ψαλτὰ ἦσάν μοι τὰ δικαιώματά σου ἐν τόπῳ παροικίας μου
Unchecked Copy BoxPsa 119:55 - (LXX 118:55)ἐμνήσθην ἐν νυκτὶ τοῦ ὀνόματός σου κύριε καὶ ἐφύλαξα τὸν νόμον σου
Unchecked Copy BoxPsa 119:56 - (LXX 118:56)αὕτη ἐγενήθη μοι ὅτι τὰ δικαιώματά σου ἐξεζήτησα
Unchecked Copy BoxPsa 119:57 - (LXX 118:57)ηʹ ηθ μερίς μου κύριε εἶπα φυλάξασθαι τὸν νόμον σου
Unchecked Copy BoxPsa 119:58 - (LXX 118:58)ἐδεήθην τοῦ προσώπου σου ἐν ὅλῃ καρδίᾳ μου ἐλέησόν με κατὰ τὸ λόγιόν σου
Unchecked Copy BoxPsa 119:59 - (LXX 118:59)διελογισάμην τὰς ὁδούς σου καὶ ἐπέστρεψα τοὺς πόδας μου εἰς τὰ μαρτύριά σου
Unchecked Copy BoxPsa 119:60 - (LXX 118:60)ἡτοιμάσθην καὶ οὐκ ἐταράχθην τοῦ φυλάξασθαι τὰς ἐντολάς σου
Unchecked Copy BoxPsa 119:61 - (LXX 118:61)σχοινία ἁμαρτωλῶν περιεπλάκησάν μοι καὶ τοῦ νόμου σου οὐκ ἐπελαθόμην
Unchecked Copy BoxPsa 119:62 - (LXX 118:62)μεσονύκτιον ἐξηγειρόμην τοῦ ἐξομολογεῖσθαί σοι ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου
Unchecked Copy BoxPsa 119:63 - (LXX 118:63)μέτοχος ἐγώ εἰμι πάντων τῶν φοβουμένων σε καὶ τῶν φυλασσόντων τὰς ἐντολάς σου
Unchecked Copy BoxPsa 119:64 - (LXX 118:64)τοῦ ἐλέους σου κύριε πλήρης γῆ τὰ δικαιώματά σου δίδαξόν με
Unchecked Copy BoxPsa 119:65 - (LXX 118:65)θʹ τηθ χρηστότητα ἐποίησας μετὰ τοῦ δούλου σου κύριε κατὰ τὸν λόγον σου
Unchecked Copy BoxPsa 119:66 - (LXX 118:66)χρηστότητα καὶ παιδείαν καὶ γνῶσιν δίδαξόν με ὅτι ταῖς ἐντολαῖς σου ἐπίστευσα
Unchecked Copy BoxPsa 119:67 - (LXX 118:67)πρὸ τοῦ με ταπεινωθῆναι ἐγὼ ἐπλημμέλησα διὰ τοῦτο τὸ λόγιόν σου ἐφύλαξα
Unchecked Copy BoxPsa 119:68 - (LXX 118:68)χρηστὸς εἶ σύ κύριε καὶ ἐν τῇ χρηστότητί σου δίδαξόν με τὰ δικαιώματά σου
Unchecked Copy BoxPsa 119:69 - (LXX 118:69)ἐπληθύνθη ἐπ᾽ ἐμὲ ἀδικία ὑπερηφάνων ἐγὼ δὲ ἐν ὅλῃ καρδίᾳ μου ἐξερευνήσω τὰς ἐντολάς σου
Unchecked Copy BoxPsa 119:70 - (LXX 118:70)ἐτυρώθη ὡς γάλα καρδία αὐτῶν ἐγὼ δὲ τὸν νόμον σου ἐμελέτησα
Unchecked Copy BoxPsa 119:71 - (LXX 118:71)ἀγαθόν μοι ὅτι ἐταπείνωσάς με ὅπως ἂν μάθω τὰ δικαιώματά σου
Unchecked Copy BoxPsa 119:72 - (LXX 118:72)ἀγαθόν μοι νόμος τοῦ στόματός σου ὑπὲρ χιλιάδας χρυσίου καὶ ἀργυρίου
Unchecked Copy BoxPsa 119:73 - (LXX 118:73)ιʹ ιωθ αἱ χεῖρές σου ἐποίησάν με καὶ ἔπλασάν με συνέτισόν με καὶ μαθήσομαι τὰς ἐντολάς σου
Unchecked Copy BoxPsa 119:74 - (LXX 118:74)οἱ φοβούμενοί σε ὄψονταί με καὶ εὐφρανθήσονται ὅτι εἰς τοὺς λόγους σου ἐπήλπισα
Unchecked Copy BoxPsa 119:75 - (LXX 118:75)ἔγνων κύριε ὅτι δικαιοσύνη τὰ κρίματά σου καὶ ἀληθείᾳ ἐταπείνωσάς με
Unchecked Copy BoxPsa 119:76 - (LXX 118:76)γενηθήτω δὴ τὸ ἔλεός σου τοῦ παρακαλέσαι με κατὰ τὸ λόγιόν σου τῷ δούλῳ σου
Unchecked Copy BoxPsa 119:77 - (LXX 118:77)ἐλθέτωσάν μοι οἱ οἰκτιρμοί σου καὶ ζήσομαι ὅτι νόμος σου μελέτη μού ἐστιν
Unchecked Copy BoxPsa 119:78 - (LXX 118:78)αἰσχυνθήτωσαν ὑπερήφανοι ὅτι ἀδίκως ἠνόμησαν εἰς ἐμέ ἐγὼ δὲ ἀδολεσχήσω ἐν ταῖς ἐντολαῖς σου
Unchecked Copy BoxPsa 119:79 - (LXX 118:79)ἐπιστρεψάτωσάν μοι οἱ φοβούμενοί σε καὶ οἱ γινώσκοντες τὰ μαρτύριά σου
Unchecked Copy BoxPsa 119:80 - (LXX 118:80)γενηθήτω καρδία μου ἄμωμος ἐν τοῖς δικαιώμασίν σου ὅπως ἂν μὴ αἰσχυνθῶ
Unchecked Copy BoxPsa 119:81 - (LXX 118:81)ιαʹ χαφ ἐκλείπει εἰς τὸ σωτήριόν σου ψυχή μου καὶ εἰς τὸν λόγον σου ἐπήλπισα
Unchecked Copy BoxPsa 119:82 - (LXX 118:82)ἐξέλιπον οἱ ὀφθαλμοί μου εἰς τὸ λόγιόν σου λέγοντες πότε παρακαλέσεις με
Unchecked Copy BoxPsa 119:83 - (LXX 118:83)ὅτι ἐγενήθην ὡς ἀσκὸς ἐν πάχνῃ τὰ δικαιώματά σου οὐκ ἐπελαθόμην
Unchecked Copy BoxPsa 119:84 - (LXX 118:84)πόσαι εἰσὶν αἱ ἡμέραι τοῦ δούλου σου πότε ποιήσεις μοι ἐκ τῶν καταδιωκόντων με κρίσιν
Unchecked Copy BoxPsa 119:85 - (LXX 118:85)διηγήσαντό μοι παράνομοι ἀδολεσχίας ἀλλ᾽ οὐχ ὡς νόμος σου κύριε
Unchecked Copy BoxPsa 119:86 - (LXX 118:86)πᾶσαι αἱ ἐντολαί σου ἀλήθεια ἀδίκως κατεδίωξάν με βοήθησόν μοι
Unchecked Copy BoxPsa 119:87 - (LXX 118:87)παρὰ βραχὺ συνετέλεσάν με ἐν τῇ γῇ ἐγὼ δὲ οὐκ ἐγκατέλιπον τὰς ἐντολάς σου
Unchecked Copy BoxPsa 119:88 - (LXX 118:88)κατὰ τὸ ἔλεός σου ζῆσόν με καὶ φυλάξω τὰ μαρτύρια τοῦ στόματός σου
Unchecked Copy BoxPsa 119:89 - (LXX 118:89)ιβʹ λαβδ εἰς τὸν αἰῶνα κύριε λόγος σου διαμένει ἐν τῷ οὐρανῷ
Unchecked Copy BoxPsa 119:90 - (LXX 118:90)εἰς γενεὰν καὶ γενεὰν ἀλήθειά σου ἐθεμελίωσας τὴν γῆν καὶ διαμένει
Unchecked Copy BoxPsa 119:91 - (LXX 118:91)τῇ διατάξει σου διαμένει ἡμέρα ὅτι τὰ σύμπαντα δοῦλα σά
Unchecked Copy BoxPsa 119:92 - (LXX 118:92)εἰ μὴ ὅτι νόμος σου μελέτη μού ἐστιν τότε ἂν ἀπωλόμην ἐν τῇ ταπεινώσει μου
Unchecked Copy BoxPsa 119:93 - (LXX 118:93)εἰς τὸν αἰῶνα οὐ μὴ ἐπιλάθωμαι τῶν δικαιωμάτων σου ὅτι ἐν αὐτοῖς ἔζησάς με κύριε
Unchecked Copy BoxPsa 119:94 - (LXX 118:94)σός εἰμι ἐγώ σῶσόν με ὅτι τὰ δικαιώματά σου ἐξεζήτησα
Unchecked Copy BoxPsa 119:95 - (LXX 118:95)ἐμὲ ὑπέμειναν ἁμαρτωλοὶ τοῦ ἀπολέσαι με τὰ μαρτύριά σου συνῆκα
Unchecked Copy BoxPsa 119:96 - (LXX 118:96)πάσης συντελείας εἶδον πέρας πλατεῖα ἐντολή σου σφόδρα
Unchecked Copy BoxPsa 119:97 - (LXX 118:97)ιγʹ μημ ὡς ἠγάπησα τὸν νόμον σου κύριε ὅλην τὴν ἡμέραν μελέτη μού ἐστιν
Unchecked Copy BoxPsa 119:98 - (LXX 118:98)ὑπὲρ τοὺς ἐχθρούς μου ἐσόφισάς με τὴν ἐντολήν σου ὅτι εἰς τὸν αἰῶνά μοί ἐστιν
Unchecked Copy BoxPsa 119:99 - (LXX 118:99)ὑπὲρ πάντας τοὺς διδάσκοντάς με συνῆκα ὅτι τὰ μαρτύριά σου μελέτη μού ἐστιν
Unchecked Copy BoxPsa 119:100 - (LXX 118:100)ὑπὲρ πρεσβυτέρους συνῆκα ὅτι τὰς ἐντολάς σου ἐξεζήτησα
Unchecked Copy BoxPsa 119:101 - (LXX 118:101)ἐκ πάσης ὁδοῦ πονηρᾶς ἐκώλυσα τοὺς πόδας μου ὅπως ἂν φυλάξω τοὺς λόγους σου
Unchecked Copy BoxPsa 119:102 - (LXX 118:102)ἀπὸ τῶν κριμάτων σου οὐκ ἐξέκλινα ὅτι σὺ ἐνομοθέτησάς μοι
Unchecked Copy BoxPsa 119:103 - (LXX 118:103)ὡς γλυκέα τῷ λάρυγγί μου τὰ λόγιά σου ὑπὲρ μέλι καὶ κηρίον τῷ στόματί μου
Unchecked Copy BoxPsa 119:104 - (LXX 118:104)ἀπὸ τῶν ἐντολῶν σου συνῆκα διὰ τοῦτο ἐμίσησα πᾶσαν ὁδὸν ἀδικίας ὅτι σὺ ἐνομοθέτησάς μοι
Unchecked Copy BoxPsa 119:105 - (LXX 118:105)ιδʹ νουν λύχνος τοῖς ποσίν μου λόγος σου καὶ φῶς ταῖς τρίβοις μου
Unchecked Copy BoxPsa 119:106 - (LXX 118:106)ὀμώμοκα καὶ ἔστησα τοῦ φυλάξασθαι τὰ κρίματα τῆς δικαιοσύνης σου
Unchecked Copy BoxPsa 119:107 - (LXX 118:107)ἐταπεινώθην ἕως σφόδρα κύριε ζῆσόν με κατὰ τὸν λόγον σου
Unchecked Copy BoxPsa 119:108 - (LXX 118:108)τὰ ἑκούσια τοῦ στόματός μου εὐδόκησον δή κύριε καὶ τὰ κρίματά σου δίδαξόν με
Unchecked Copy BoxPsa 119:109 - (LXX 118:109) ψυχή μου ἐν ταῖς χερσίν μου διὰ παντός καὶ τοῦ νόμου σου οὐκ ἐπελαθόμην
Unchecked Copy BoxPsa 119:110 - (LXX 118:110)ἔθεντο ἁμαρτωλοὶ παγίδα μοι καὶ ἐκ τῶν ἐντολῶν σου οὐκ ἐπλανήθην
Unchecked Copy BoxPsa 119:111 - (LXX 118:111)ἐκληρονόμησα τὰ μαρτύριά σου εἰς τὸν αἰῶνα ὅτι ἀγαλλίαμα τῆς καρδίας μού εἰσιν
Unchecked Copy BoxPsa 119:112 - (LXX 118:112)ἔκλινα τὴν καρδίαν μου τοῦ ποιῆσαι τὰ δικαιώματά σου εἰς τὸν αἰῶνα δι᾽ ἀντάμειψιν
Unchecked Copy BoxPsa 119:113 - (LXX 118:113)ιεʹ σαμχ παρανόμους ἐμίσησα καὶ τὸν νόμον σου ἠγάπησα
Unchecked Copy BoxPsa 119:114 - (LXX 118:114)βοηθός μου καὶ ἀντιλήμπτωρ μου εἶ σύ εἰς τὸν λόγον σου ἐπήλπισα
Unchecked Copy BoxPsa 119:115 - (LXX 118:115)ἐκκλίνατε ἀπ᾽ ἐμοῦ πονηρευόμενοι καὶ ἐξερευνήσω τὰς ἐντολὰς τοῦ θεοῦ μου
Unchecked Copy BoxPsa 119:116 - (LXX 118:116)ἀντιλαβοῦ μου κατὰ τὸ λόγιόν σου καὶ ζήσομαι καὶ μὴ καταισχύνῃς με ἀπὸ τῆς προσδοκίας μου
Unchecked Copy BoxPsa 119:117 - (LXX 118:117)βοήθησόν μοι καὶ σωθήσομαι καὶ μελετήσω ἐν τοῖς δικαιώμασίν σου διὰ παντός
Unchecked Copy BoxPsa 119:118 - (LXX 118:118)ἐξουδένωσας πάντας τοὺς ἀποστατοῦντας ἀπὸ τῶν δικαιωμάτων σου ὅτι ἄδικον τὸ ἐνθύμημα αὐτῶν
Unchecked Copy BoxPsa 119:119 - (LXX 118:119)παραβαίνοντας ἐλογισάμην πάντας τοὺς ἁμαρτωλοὺς τῆς γῆς διὰ τοῦτο ἠγάπησα τὰ μαρτύριά σου διὰ παντός
Unchecked Copy BoxPsa 119:120 - (LXX 118:120)καθήλωσον ἐκ τοῦ φόβου σου τὰς σάρκας μου ἀπὸ γὰρ τῶν κριμάτων σου ἐφοβήθην
Unchecked Copy BoxPsa 119:121 - (LXX 118:121)ιϝʹ αιν ἐποίησα κρίμα καὶ δικαιοσύνην μὴ παραδῷς με τοῖς ἀδικοῦσίν με
Unchecked Copy BoxPsa 119:122 - (LXX 118:122)ἔκδεξαι τὸν δοῦλόν σου εἰς ἀγαθόν μὴ συκοφαντησάτωσάν με ὑπερήφανοι
Unchecked Copy BoxPsa 119:123 - (LXX 118:123)οἱ ὀφθαλμοί μου ἐξέλιπον εἰς τὸ σωτήριόν σου καὶ εἰς τὸ λόγιον τῆς δικαιοσύνης σου
Unchecked Copy BoxPsa 119:124 - (LXX 118:124)ποίησον μετὰ τοῦ δούλου σου κατὰ τὸ ἔλεός σου καὶ τὰ δικαιώματά σου δίδαξόν με
Unchecked Copy BoxPsa 119:125 - (LXX 118:125)δοῦλός σού εἰμι ἐγώ συνέτισόν με καὶ γνώσομαι τὰ μαρτύριά σου
Unchecked Copy BoxPsa 119:126 - (LXX 118:126)καιρὸς τοῦ ποιῆσαι τῷ κυρίῳ διεσκέδασαν τὸν νόμον σου
Unchecked Copy BoxPsa 119:127 - (LXX 118:127)διὰ τοῦτο ἠγάπησα τὰς ἐντολάς σου ὑπὲρ χρυσίον καὶ τοπάζιον
Unchecked Copy BoxPsa 119:128 - (LXX 118:128)διὰ τοῦτο πρὸς πάσας τὰς ἐντολάς σου κατωρθούμην πᾶσαν ὁδὸν ἄδικον ἐμίσησα
Unchecked Copy BoxPsa 119:129 - (LXX 118:129)ιζʹ φη θαυμαστὰ τὰ μαρτύριά σου διὰ τοῦτο ἐξηρεύνησεν αὐτὰ ψυχή μου
Unchecked Copy BoxPsa 119:130 - (LXX 118:130) δήλωσις τῶν λόγων σου φωτιεῖ καὶ συνετιεῖ νηπίους
Unchecked Copy BoxPsa 119:131 - (LXX 118:131)τὸ στόμα μου ἤνοιξα καὶ εἵλκυσα πνεῦμα ὅτι τὰς ἐντολάς σου ἐπεπόθουν
Unchecked Copy BoxPsa 119:132 - (LXX 118:132)ἐπίβλεψον ἐπ᾽ ἐμὲ καὶ ἐλέησόν με κατὰ τὸ κρίμα τῶν ἀγαπώντων τὸ ὄνομά σου
Unchecked Copy BoxPsa 119:133 - (LXX 118:133)τὰ διαβήματά μου κατεύθυνον κατὰ τὸ λόγιόν σου καὶ μὴ κατακυριευσάτω μου πᾶσα ἀνομία
Unchecked Copy BoxPsa 119:134 - (LXX 118:134)λύτρωσαί με ἀπὸ συκοφαντίας ἀνθρώπων καὶ φυλάξω τὰς ἐντολάς σου
Unchecked Copy BoxPsa 119:135 - (LXX 118:135)τὸ πρόσωπόν σου ἐπίφανον ἐπὶ τὸν δοῦλόν σου καὶ δίδαξόν με τὰ δικαιώματά σου
Unchecked Copy BoxPsa 119:136 - (LXX 118:136)διεξόδους ὑδάτων κατέβησαν οἱ ὀφθαλμοί μου ἐπεὶ οὐκ ἐφύλαξαν τὸν νόμον σου
Unchecked Copy BoxPsa 119:137 - (LXX 118:137)ιηʹ σαδη δίκαιος εἶ κύριε καὶ εὐθὴς ἡ κρίσις σου
Unchecked Copy BoxPsa 119:138 - (LXX 118:138)ἐνετείλω δικαιοσύνην τὰ μαρτύριά σου καὶ ἀλήθειαν σφόδρα
Unchecked Copy BoxPsa 119:139 - (LXX 118:139)ἐξέτηξέν με ζῆλος τοῦ οἴκου σου ὅτι ἐπελάθοντο τῶν λόγων σου οἱ ἐχθροί μου
Unchecked Copy BoxPsa 119:140 - (LXX 118:140)πεπυρωμένον τὸ λόγιόν σου σφόδρα καὶ δοῦλός σου ἠγάπησεν αὐτό
Unchecked Copy BoxPsa 119:141 - (LXX 118:141)νεώτερός εἰμι ἐγὼ καὶ ἐξουδενωμένος τὰ δικαιώματά σου οὐκ ἐπελαθόμην
Unchecked Copy BoxPsa 119:142 - (LXX 118:142) δικαιοσύνη σου δικαιοσύνη εἰς τὸν αἰῶνα καὶ νόμος σου ἀλήθεια
Unchecked Copy BoxPsa 119:143 - (LXX 118:143)θλῖψις καὶ ἀνάγκη εὕροσάν με αἱ ἐντολαί σου μελέτη μου
Unchecked Copy BoxPsa 119:144 - (LXX 118:144)δικαιοσύνη τὰ μαρτύριά σου εἰς τὸν αἰῶνα συνέτισόν με καὶ ζήσομαι
Unchecked Copy BoxPsa 119:145 - (LXX 118:145)ιθʹ κωφ ἐκέκραξα ἐν ὅλῃ καρδίᾳ μου ἐπάκουσόν μου κύριε τὰ δικαιώματά σου ἐκζητήσω
Unchecked Copy BoxPsa 119:146 - (LXX 118:146)ἐκέκραξά σε σῶσόν με καὶ φυλάξω τὰ μαρτύριά σου
Unchecked Copy BoxPsa 119:147 - (LXX 118:147)προέφθασα ἐν ἀωρίᾳ καὶ ἐκέκραξα εἰς τοὺς λόγους σου ἐπήλπισα
Unchecked Copy BoxPsa 119:148 - (LXX 118:148)προέφθασαν οἱ ὀφθαλμοί μου πρὸς ὄρθρον τοῦ μελετᾶν τὰ λόγιά σου
Unchecked Copy BoxPsa 119:149 - (LXX 118:149)τῆς φωνῆς μου ἄκουσον κύριε κατὰ τὸ ἔλεός σου κατὰ τὸ κρίμα σου ζῆσόν με
Unchecked Copy BoxPsa 119:150 - (LXX 118:150)προσήγγισαν οἱ καταδιώκοντές με ἀνομίᾳ ἀπὸ δὲ τοῦ νόμου σου ἐμακρύνθησαν
Unchecked Copy BoxPsa 119:151 - (LXX 118:151)ἐγγὺς εἶ σύ κύριε καὶ πᾶσαι αἱ ἐντολαί σου ἀλήθεια
Unchecked Copy BoxPsa 119:152 - (LXX 118:152)κατ᾽ ἀρχὰς ἔγνων ἐκ τῶν μαρτυρίων σου ὅτι εἰς τὸν αἰῶνα ἐθεμελίωσας αὐτά
Unchecked Copy BoxPsa 119:153 - (LXX 118:153)κʹ ρης ἰδὲ τὴν ταπείνωσίν μου καὶ ἐξελοῦ με ὅτι τὸν νόμον σου οὐκ ἐπελαθόμην
Unchecked Copy BoxPsa 119:154 - (LXX 118:154)κρῖνον τὴν κρίσιν μου καὶ λύτρωσαί με διὰ τὸν λόγον σου ζῆσόν με
Unchecked Copy BoxPsa 119:155 - (LXX 118:155)μακρὰν ἀπὸ ἁμαρτωλῶν σωτηρία ὅτι τὰ δικαιώματά σου οὐκ ἐξεζήτησαν
Unchecked Copy BoxPsa 119:156 - (LXX 118:156)οἱ οἰκτιρμοί σου πολλοί κύριε κατὰ τὸ κρίμα σου ζῆσόν με
Unchecked Copy BoxPsa 119:157 - (LXX 118:157)πολλοὶ οἱ ἐκδιώκοντές με καὶ ἐκθλίβοντές με ἐκ τῶν μαρτυρίων σου οὐκ ἐξέκλινα
Unchecked Copy BoxPsa 119:158 - (LXX 118:158)εἶδον ἀσυνθετοῦντας καὶ ἐξετηκόμην ὅτι τὰ λόγιά σου οὐκ ἐφυλάξαντο
Unchecked Copy BoxPsa 119:159 - (LXX 118:159)ἰδὲ ὅτι τὰς ἐντολάς σου ἠγάπησα κύριε ἐν τῷ ἐλέει σου ζῆσόν με
Unchecked Copy BoxPsa 119:160 - (LXX 118:160)ἀρχὴ τῶν λόγων σου ἀλήθεια καὶ εἰς τὸν αἰῶνα πάντα τὰ κρίματα τῆς δικαιοσύνης σου
Unchecked Copy BoxPsa 119:161 - (LXX 118:161)καʹ σεν ἄρχοντες κατεδίωξάν με δωρεάν καὶ ἀπὸ τῶν λόγων σου ἐδειλίασεν καρδία μου
Unchecked Copy BoxPsa 119:162 - (LXX 118:162)ἀγαλλιάσομαι ἐγὼ ἐπὶ τὰ λόγιά σου ὡς εὑρίσκων σκῦλα πολλά
Unchecked Copy BoxPsa 119:163 - (LXX 118:163)ἀδικίαν ἐμίσησα καὶ ἐβδελυξάμην τὸν δὲ νόμον σου ἠγάπησα
Unchecked Copy BoxPsa 119:164 - (LXX 118:164)ἑπτάκις τῆς ἡμέρας ᾔνεσά σοι ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου
Unchecked Copy BoxPsa 119:165 - (LXX 118:165)εἰρήνη πολλὴ τοῖς ἀγαπῶσιν τὸν νόμον σου καὶ οὐκ ἔστιν αὐτοῖς σκάνδαλον
Unchecked Copy BoxPsa 119:166 - (LXX 118:166)προσεδόκων τὸ σωτήριόν σου κύριε καὶ τὰς ἐντολάς σου ἠγάπησα
Unchecked Copy BoxPsa 119:167 - (LXX 118:167)ἐφύλαξεν ψυχή μου τὰ μαρτύριά σου καὶ ἠγάπησεν αὐτὰ σφόδρα
Unchecked Copy BoxPsa 119:168 - (LXX 118:168)ἐφύλαξα τὰς ἐντολάς σου καὶ τὰ μαρτύριά σου ὅτι πᾶσαι αἱ ὁδοί μου ἐναντίον σου κύριε
Unchecked Copy BoxPsa 119:169 - (LXX 118:169)κβʹ θαυ ἐγγισάτω δέησίς μου ἐνώπιόν σου κύριε κατὰ τὸ λόγιόν σου συνέτισόν με
Unchecked Copy BoxPsa 119:170 - (LXX 118:170)εἰσέλθοι τὸ ἀξίωμά μου ἐνώπιόν σου κατὰ τὸ λόγιόν σου ῥῦσαί με
Unchecked Copy BoxPsa 119:171 - (LXX 118:171)ἐξερεύξαιντο τὰ χείλη μου ὕμνον ὅταν διδάξῃς με τὰ δικαιώματά σου
Unchecked Copy BoxPsa 119:172 - (LXX 118:172)φθέγξαιτο γλῶσσά μου τὸ λόγιόν σου ὅτι πᾶσαι αἱ ἐντολαί σου δικαιοσύνη
Unchecked Copy BoxPsa 119:173 - (LXX 118:173)γενέσθω χείρ σου τοῦ σῶσαί με ὅτι τὰς ἐντολάς σου ᾑρετισάμην
Unchecked Copy BoxPsa 119:174 - (LXX 118:174)ἐπεπόθησα τὸ σωτήριόν σου κύριε καὶ νόμος σου μελέτη μού ἐστιν
Unchecked Copy BoxPsa 119:175 - (LXX 118:175)ζήσεται ψυχή μου καὶ αἰνέσει σε καὶ τὰ κρίματά σου βοηθήσει μοι
Unchecked Copy BoxPsa 119:176 - (LXX 118:176)ἐπλανήθην ὡς πρόβατον ἀπολωλός ζήτησον τὸν δοῦλόν σου ὅτι τὰς ἐντολάς σου οὐκ ἐπελαθόμην
LXX

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

BLB Searches
Search the Bible
LXX
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
LXX

Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan

Psalm Chapter 119 — Additional Translations: