LXX

LXX

Click to Change

Return to Top

Return to Top

Printer Icon

Print

Copy
Copy Options
Format by: Verse Paragraph
Strong's
Red Letter
Audio Bibles
Copy Options
Cite Print
The Blue Letter Bible

Ψαλμοί (Psalm) 104 :: Septuagint (LXX)

Choose a new font size and typeface
Audio Bibles
Unchecked Copy BoxPsa 104:1 - (LXX 103:1)τῷ Δαυιδ εὐλόγει ψυχή μου τὸν κύριον κύριε θεός μου ἐμεγαλύνθης σφόδρα ἐξομολόγησιν καὶ εὐπρέπειαν ἐνεδύσω
Unchecked Copy BoxPsa 104:2 - (LXX 103:2)ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέρριν
Unchecked Copy BoxPsa 104:3 - (LXX 103:3) στεγάζων ἐν ὕδασιν τὰ ὑπερῷα αὐτοῦ τιθεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων
Unchecked Copy BoxPsa 104:4 - (LXX 103:4) ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς αὐτοῦ πῦρ φλέγον
Unchecked Copy BoxPsa 104:5 - (LXX 103:5)ἐθεμελίωσεν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος
Unchecked Copy BoxPsa 104:6 - (LXX 103:6)ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτοῦ ἐπὶ τῶν ὀρέων στήσονται ὕδατα
Unchecked Copy BoxPsa 104:7 - (LXX 103:7)ἀπὸ ἐπιτιμήσεώς σου φεύξονται ἀπὸ φωνῆς βροντῆς σου δειλιάσουσιν
Unchecked Copy BoxPsa 104:8 - (LXX 103:8)ἀναβαίνουσιν ὄρη καὶ καταβαίνουσιν πεδία εἰς τόπον ὃν ἐθεμελίωσας αὐτοῖς
Unchecked Copy BoxPsa 104:9 - (LXX 103:9)ὅριον ἔθου οὐ παρελεύσονται οὐδὲ ἐπιστρέψουσιν καλύψαι τὴν γῆν
Unchecked Copy BoxPsa 104:10 - (LXX 103:10) ἐξαποστέλλων πηγὰς ἐν φάραγξιν ἀνὰ μέσον τῶν ὀρέων διελεύσονται ὕδατα
Unchecked Copy BoxPsa 104:11 - (LXX 103:11)ποτιοῦσιν πάντα τὰ θηρία τοῦ ἀγροῦ προσδέξονται ὄναγροι εἰς δίψαν αὐτῶν
Unchecked Copy BoxPsa 104:12 - (LXX 103:12)ἐπ᾽ αὐτὰ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσει ἐκ μέσου τῶν πετρῶν δώσουσιν φωνήν
Unchecked Copy BoxPsa 104:13 - (LXX 103:13)ποτίζων ὄρη ἐκ τῶν ὑπερῴων αὐτοῦ ἀπὸ καρποῦ τῶν ἔργων σου χορτασθήσεται γῆ
Unchecked Copy BoxPsa 104:14 - (LXX 103:14)ἐξανατέλλων χόρτον τοῖς κτήνεσιν καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς
Unchecked Copy BoxPsa 104:15 - (LXX 103:15)καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου τοῦ ἱλαρῦναι πρόσωπον ἐν ἐλαίῳ καὶ ἄρτος καρδίαν ἀνθρώπου στηρίζει
Unchecked Copy BoxPsa 104:16 - (LXX 103:16)χορτασθήσεται τὰ ξύλα τοῦ πεδίου αἱ κέδροι τοῦ Λιβάνου ἃς ἐφύτευσεν
Unchecked Copy BoxPsa 104:17 - (LXX 103:17)ἐκεῖ στρουθία ἐννοσσεύσουσιν τοῦ ἐρωδιοῦ ἡ οἰκία ἡγεῖται αὐτῶν
Unchecked Copy BoxPsa 104:18 - (LXX 103:18)ὄρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις πέτρα καταφυγὴ τοῖς χοιρογρυλλίοις
Unchecked Copy BoxPsa 104:19 - (LXX 103:19)ἐποίησεν σελήνην εἰς καιρούς ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ
Unchecked Copy BoxPsa 104:20 - (LXX 103:20)ἔθου σκότος καὶ ἐγένετο νύξ ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ
Unchecked Copy BoxPsa 104:21 - (LXX 103:21)σκύμνοι ὠρυόμενοι ἁρπάσαι καὶ ζητῆσαι παρὰ τοῦ θεοῦ βρῶσιν αὐτοῖς
Unchecked Copy BoxPsa 104:22 - (LXX 103:22)ἀνέτειλεν ἥλιος καὶ συνήχθησαν καὶ ἐν ταῖς μάνδραις αὐτῶν κοιτασθήσονται
Unchecked Copy BoxPsa 104:23 - (LXX 103:23)ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας
Unchecked Copy BoxPsa 104:24 - (LXX 103:24)ὡς ἐμεγαλύνθη τὰ ἔργα σου κύριε πάντα ἐν σοφίᾳ ἐποίησας ἐπληρώθη γῆ τῆς κτήσεώς σου
Unchecked Copy BoxPsa 104:25 - (LXX 103:25)αὕτη θάλασσα μεγάλη καὶ εὐρύχωρος ἐκεῖ ἑρπετά ὧν οὐκ ἔστιν ἀριθμός ζῷα μικρὰ μετὰ μεγάλων
Unchecked Copy BoxPsa 104:26 - (LXX 103:26)ἐκεῖ πλοῖα διαπορεύονται δράκων οὗτος ὃν ἔπλασας ἐμπαίζειν αὐτῷ
Unchecked Copy BoxPsa 104:27 - (LXX 103:27)πάντα πρὸς σὲ προσδοκῶσιν δοῦναι τὴν τροφὴν αὐτοῖς εὔκαιρον
Unchecked Copy BoxPsa 104:28 - (LXX 103:28)δόντος σου αὐτοῖς συλλέξουσιν ἀνοίξαντος δέ σου τὴν χεῖρα τὰ σύμπαντα πλησθήσονται χρηστότητος
Unchecked Copy BoxPsa 104:29 - (LXX 103:29)ἀποστρέψαντος δέ σου τὸ πρόσωπον ταραχθήσονται ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν καὶ ἐκλείψουσιν καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν
Unchecked Copy BoxPsa 104:30 - (LXX 103:30)ἐξαποστελεῖς τὸ πνεῦμά σου καὶ κτισθήσονται καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς
Unchecked Copy BoxPsa 104:31 - (LXX 103:31)ἤτω δόξα κυρίου εἰς τὸν αἰῶνα εὐφρανθήσεται κύριος ἐπὶ τοῖς ἔργοις αὐτοῦ
Unchecked Copy BoxPsa 104:32 - (LXX 103:32) ἐπιβλέπων ἐπὶ τὴν γῆν καὶ ποιῶν αὐτὴν τρέμειν ἁπτόμενος τῶν ὀρέων καὶ καπνίζονται
Unchecked Copy BoxPsa 104:33 - (LXX 103:33)ᾄσω τῷ κυρίῳ ἐν τῇ ζωῇ μου ψαλῶ τῷ θεῷ μου ἕως ὑπάρχω
Unchecked Copy BoxPsa 104:34 - (LXX 103:34)ἡδυνθείη αὐτῷ διαλογή μου ἐγὼ δὲ εὐφρανθήσομαι ἐπὶ τῷ κυρίῳ
Unchecked Copy BoxPsa 104:35 - (LXX 103:35)ἐκλίποισαν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς καὶ ἄνομοι ὥστε μὴ ὑπάρχειν αὐτούς εὐλόγει ψυχή μου τὸν κύριον
LXX

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

BLB Searches
Search the Bible
LXX
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
LXX

Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan

Psalm Chapter 104 — Additional Translations: