LXX

LXX

Click to Change

Return to Top

Return to Top

Printer Icon

Print

Copy
Copy Options
Format by: Verse Paragraph
Strong's
Red Letter
Audio Bibles
Copy Options
Cite Print
The Blue Letter Bible

Αριθμοί (Numbers) 35 :: Septuagint (LXX)

Choose a new font size and typeface
Audio Bibles
Unchecked Copy BoxNum 35:1 - καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν ἐπὶ δυσμῶν Μωαβ παρὰ τὸν Ιορδάνην κατὰ Ιεριχω λέγων
Unchecked Copy BoxNum 35:2 - σύνταξον τοῖς υἱοῖς Ισραηλ καὶ δώσουσιν τοῖς Λευίταις ἀπὸ τῶν κλήρων κατασχέσεως αὐτῶν πόλεις κατοικεῖν καὶ τὰ προάστεια τῶν πόλεων κύκλῳ αὐτῶν δώσουσιν τοῖς Λευίταις
Unchecked Copy BoxNum 35:3 - καὶ ἔσονται αὐτοῖς αἱ πόλεις κατοικεῖν καὶ τὰ ἀφορίσματα αὐτῶν ἔσται τοῖς κτήνεσιν αὐτῶν καὶ πᾶσι τοῖς τετράποσιν αὐτῶν
Unchecked Copy BoxNum 35:4 - καὶ τὰ συγκυροῦντα τῶν πόλεων ἃς δώσετε τοῖς Λευίταις ἀπὸ τείχους τῆς πόλεως καὶ ἔξω δισχιλίους πήχεις κύκλῳ
Unchecked Copy BoxNum 35:5 - καὶ μετρήσεις ἔξω τῆς πόλεως τὸ κλίτος τὸ πρὸς ἀνατολὰς δισχιλίους πήχεις καὶ τὸ κλίτος τὸ πρὸς λίβα δισχιλίους πήχεις καὶ τὸ κλίτος τὸ πρὸς θάλασσαν δισχιλίους πήχεις καὶ τὸ κλίτος τὸ πρὸς βορρᾶν δισχιλίους πήχεις καὶ πόλις μέσον τούτου ἔσται ὑμῖν καὶ τὰ ὅμορα τῶν πόλεων
Unchecked Copy BoxNum 35:6 - καὶ τὰς πόλεις δώσετε τοῖς Λευίταις τὰς ἓξ πόλεις τῶν φυγαδευτηρίων ἃς δώσετε φεύγειν ἐκεῖ τῷ φονεύσαντι καὶ πρὸς ταύταις τεσσαράκοντα καὶ δύο πόλεις
Unchecked Copy BoxNum 35:7 - πάσας τὰς πόλεις δώσετε τοῖς Λευίταις τεσσαράκοντα καὶ ὀκτὼ πόλεις ταύτας καὶ τὰ προάστεια αὐτῶν
Unchecked Copy BoxNum 35:8 - καὶ τὰς πόλεις ἃς δώσετε ἀπὸ τῆς κατασχέσεως υἱῶν Ισραηλ ἀπὸ τῶν τὰ πολλὰ πολλὰ καὶ ἀπὸ τῶν ἐλαττόνων ἐλάττω ἕκαστος κατὰ τὴν κληρονομίαν αὐτοῦ ἣν κληρονομήσουσιν δώσουσιν ἀπὸ τῶν πόλεων τοῖς Λευίταις
Unchecked Copy BoxNum 35:9 - καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
Unchecked Copy BoxNum 35:10 - λάλησον τοῖς υἱοῖς Ισραηλ καὶ ἐρεῖς πρὸς αὐτούς ὑμεῖς διαβαίνετε τὸν Ιορδάνην εἰς γῆν Χανααν
Unchecked Copy BoxNum 35:11 - καὶ διαστελεῖτε ὑμῖν αὐτοῖς πόλεις φυγαδευτήρια ἔσται ὑμῖν φυγεῖν ἐκεῖ τὸν φονευτήν πᾶς πατάξας ψυχὴν ἀκουσίως
Unchecked Copy BoxNum 35:12 - καὶ ἔσονται αἱ πόλεις ὑμῖν φυγαδευτήρια ἀπὸ ἀγχιστεύοντος τὸ αἷμα καὶ οὐ μὴ ἀποθάνῃ φονεύων ἕως ἂν στῇ ἔναντι τῆς συναγωγῆς εἰς κρίσιν
Unchecked Copy BoxNum 35:13 - καὶ αἱ πόλεις ἃς δώσετε τὰς ἓξ πόλεις φυγαδευτήρια ἔσονται ὑμῖν
Unchecked Copy BoxNum 35:14 - τὰς τρεῖς πόλεις δώσετε ἐν τῷ πέραν τοῦ Ιορδάνου καὶ τὰς τρεῖς πόλεις δώσετε ἐν γῇ Χανααν
Unchecked Copy BoxNum 35:15 - φυγάδιον ἔσται τοῖς υἱοῖς Ισραηλ καὶ τῷ προσηλύτῳ καὶ τῷ παροίκῳ τῷ ἐν ὑμῖν ἔσονται αἱ πόλεις αὗται εἰς φυγαδευτήριον φυγεῖν ἐκεῖ παντὶ πατάξαντι ψυχὴν ἀκουσίως
Unchecked Copy BoxNum 35:16 - ἐὰν δὲ ἐν σκεύει σιδήρου πατάξῃ αὐτόν καὶ τελευτήσῃ φονευτής ἐστιν θανάτῳ θανατούσθω φονευτής
Unchecked Copy BoxNum 35:17 - ἐὰν δὲ ἐν λίθῳ ἐκ χειρός ἐν ἀποθανεῖται ἐν αὐτῷ πατάξῃ αὐτόν καὶ ἀποθάνῃ φονευτής ἐστιν θανάτῳ θανατούσθω φονευτής
Unchecked Copy BoxNum 35:18 - ἐὰν δὲ ἐν σκεύει ξυλίνῳ ἐκ χειρός ἐξ οὗ ἀποθανεῖται ἐν αὐτῷ πατάξῃ αὐτόν καὶ ἀποθάνῃ φονευτής ἐστιν θανάτῳ θανατούσθω φονευτής
Unchecked Copy BoxNum 35:19 - ἀγχιστεύων τὸ αἷμα οὗτος ἀποκτενεῖ τὸν φονεύσαντα ὅταν συναντήσῃ αὐτῷ οὗτος ἀποκτενεῖ αὐτόν
Unchecked Copy BoxNum 35:20 - ἐὰν δὲ δι᾽ ἔχθραν ὤσῃ αὐτὸν καὶ ἐπιρρίψῃ ἐπ᾽ αὐτὸν πᾶν σκεῦος ἐξ ἐνέδρου καὶ ἀποθάνῃ
Unchecked Copy BoxNum 35:21 - διὰ μῆνιν ἐπάταξεν αὐτὸν τῇ χειρί καὶ ἀποθάνῃ θανάτῳ θανατούσθω πατάξας φονευτής ἐστιν θανάτῳ θανατούσθω φονεύων ἀγχιστεύων τὸ αἷμα ἀποκτενεῖ τὸν φονεύσαντα ἐν τῷ συναντῆσαι αὐτῷ
Unchecked Copy BoxNum 35:22 - ἐὰν δὲ ἐξάπινα οὐ δι᾽ ἔχθραν ὤσῃ αὐτὸν ἐπιρρίψῃ ἐπ᾽ αὐτὸν πᾶν σκεῦος οὐκ ἐξ ἐνέδρου
Unchecked Copy BoxNum 35:23 - παντὶ λίθῳ ἐν ἀποθανεῖται ἐν αὐτῷ οὐκ εἰδώς καὶ ἐπιπέσῃ ἐπ᾽ αὐτόν καὶ ἀποθάνῃ αὐτὸς δὲ οὐκ ἐχθρὸς αὐτοῦ ἦν οὐδὲ ζητῶν κακοποιῆσαι αὐτόν
Unchecked Copy BoxNum 35:24 - καὶ κρινεῖ συναγωγὴ ἀνὰ μέσον τοῦ πατάξαντος καὶ ἀνὰ μέσον τοῦ ἀγχιστεύοντος τὸ αἷμα κατὰ τὰ κρίματα ταῦτα
Unchecked Copy BoxNum 35:25 - καὶ ἐξελεῖται συναγωγὴ τὸν φονεύσαντα ἀπὸ τοῦ ἀγχιστεύοντος τὸ αἷμα καὶ ἀποκαταστήσουσιν αὐτὸν συναγωγὴ εἰς τὴν πόλιν τοῦ φυγαδευτηρίου αὐτοῦ οὗ κατέφυγεν καὶ κατοικήσει ἐκεῖ ἕως ἂν ἀποθάνῃ ἱερεὺς μέγας ὃν ἔχρισαν αὐτὸν τῷ ἐλαίῳ τῷ ἁγίῳ
Unchecked Copy BoxNum 35:26 - ἐὰν δὲ ἐξόδῳ ἐξέλθῃ φονεύσας τὰ ὅρια τῆς πόλεως εἰς ἣν κατέφυγεν ἐκεῖ
Unchecked Copy BoxNum 35:27 - καὶ εὕρῃ αὐτὸν ἀγχιστεύων τὸ αἷμα ἔξω τῶν ὁρίων τῆς πόλεως καταφυγῆς αὐτοῦ καὶ φονεύσῃ ἀγχιστεύων τὸ αἷμα τὸν φονεύσαντα οὐκ ἔνοχός ἐστιν
Unchecked Copy BoxNum 35:28 - ἐν γὰρ τῇ πόλει τῆς καταφυγῆς κατοικείτω ἕως ἂν ἀποθάνῃ ἱερεὺς μέγας καὶ μετὰ τὸ ἀποθανεῖν τὸν ἱερέα τὸν μέγαν ἐπαναστραφήσεται ὁ φονεύσας εἰς τὴν γῆν τῆς κατασχέσεως αὐτοῦ
Unchecked Copy BoxNum 35:29 - καὶ ἔσται ταῦτα ὑμῖν εἰς δικαίωμα κρίματος εἰς τὰς γενεὰς ὑμῶν ἐν πάσαις ταῖς κατοικίαις ὑμῶν
Unchecked Copy BoxNum 35:30 - πᾶς πατάξας ψυχήν διὰ μαρτύρων φονεύσεις τὸν φονεύσαντα καὶ μάρτυς εἷς οὐ μαρτυρήσει ἐπὶ ψυχὴν ἀποθανεῖν
Unchecked Copy BoxNum 35:31 - καὶ οὐ λήμψεσθε λύτρα περὶ ψυχῆς παρὰ τοῦ φονεύσαντος τοῦ ἐνόχου ὄντος ἀναιρεθῆναι θανάτῳ γὰρ θανατωθήσεται
Unchecked Copy BoxNum 35:32 - οὐ λήμψεσθε λύτρα τοῦ φυγεῖν εἰς πόλιν τῶν φυγαδευτηρίων τοῦ πάλιν κατοικεῖν ἐπὶ τῆς γῆς ἕως ἂν ἀποθάνῃ ἱερεὺς μέγας
Unchecked Copy BoxNum 35:33 - καὶ οὐ μὴ φονοκτονήσητε τὴν γῆν εἰς ἣν ὑμεῖς κατοικεῖτε τὸ γὰρ αἷμα τοῦτο φονοκτονεῖ τὴν γῆν καὶ οὐκ ἐξιλασθήσεται ἡ γῆ ἀπὸ τοῦ αἵματος τοῦ ἐκχυθέντος ἐπ᾽ αὐτῆς ἀλλ᾽ ἐπὶ τοῦ αἵματος τοῦ ἐκχέοντος
Unchecked Copy BoxNum 35:34 - καὶ οὐ μιανεῖτε τὴν γῆν ἐφ᾽ ἧς κατοικεῖτε ἐπ᾽ αὐτῆς ἐφ᾽ ἧς ἐγὼ κατασκηνώσω ἐν ὑμῖν ἐγὼ γάρ εἰμι κύριος κατασκηνῶν ἐν μέσῳ τῶν υἱῶν Ισραηλ
LXX

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

BLB Searches
Search the Bible
LXX
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
LXX

Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan

Numbers Chapter 35 — Additional Translations: