LXX

LXX

Click to Change

Return to Top

Return to Top

Printer Icon

Print

Copy
Copy Options
Format by: Verse Paragraph
Strong's
Red Letter
Audio Bibles
Copy Options
Cite Print
The Blue Letter Bible

Αριθμοί (Numbers) 16 :: Septuagint (LXX)

Choose a new font size and typeface
Audio Bibles
Unchecked Copy BoxNum 16:1 - καὶ ἐλάλησεν Κορε υἱὸς Ισσααρ υἱοῦ Κααθ υἱοῦ Λευι καὶ Δαθαν καὶ Αβιρων υἱοὶ Ελιαβ καὶ Αυν υἱὸς Φαλεθ υἱοῦ Ρουβην
Unchecked Copy BoxNum 16:2 - καὶ ἀνέστησαν ἔναντι Μωυσῆ καὶ ἄνδρες τῶν υἱῶν Ισραηλ πεντήκοντα καὶ διακόσιοι ἀρχηγοὶ συναγωγῆς σύγκλητοι βουλῆς καὶ ἄνδρες ὀνομαστοί
Unchecked Copy BoxNum 16:3 - συνέστησαν ἐπὶ Μωυσῆν καὶ Ααρων καὶ εἶπαν ἐχέτω ὑμῖν ὅτι πᾶσα συναγωγὴ πάντες ἅγιοι καὶ ἐν αὐτοῖς κύριος καὶ διὰ τί κατανίστασθε ἐπὶ τὴν συναγωγὴν κυρίου
Unchecked Copy BoxNum 16:4 - καὶ ἀκούσας Μωυσῆς ἔπεσεν ἐπὶ πρόσωπον
Unchecked Copy BoxNum 16:5 - καὶ ἐλάλησεν πρὸς Κορε καὶ πρὸς πᾶσαν αὐτοῦ τὴν συναγωγὴν λέγων ἐπέσκεπται καὶ ἔγνω θεὸς τοὺς ὄντας αὐτοῦ καὶ τοὺς ἁγίους καὶ προσηγάγετο πρὸς ἑαυτόν καὶ οὓς ἐξελέξατο ἑαυτῷ προσηγάγετο πρὸς ἑαυτόν
Unchecked Copy BoxNum 16:6 - τοῦτο ποιήσατε λάβετε ὑμῖν αὐτοῖς πυρεῖα Κορε καὶ πᾶσα συναγωγὴ αὐτοῦ
Unchecked Copy BoxNum 16:7 - καὶ ἐπίθετε ἐπ᾽ αὐτὰ πῦρ καὶ ἐπίθετε ἐπ᾽ αὐτὰ θυμίαμα ἔναντι κυρίου αὔριον καὶ ἔσται ἀνήρ ὃν ἂν ἐκλέξηται κύριος οὗτος ἅγιος ἱκανούσθω ὑμῖν υἱοὶ Λευι
Unchecked Copy BoxNum 16:8 - καὶ εἶπεν Μωυσῆς πρὸς Κορε εἰσακούσατέ μου υἱοὶ Λευι
Unchecked Copy BoxNum 16:9 - μὴ μικρόν ἐστιν τοῦτο ὑμῖν ὅτι διέστειλεν θεὸς Ισραηλ ὑμᾶς ἐκ συναγωγῆς Ισραηλ καὶ προσηγάγετο ὑμᾶς πρὸς ἑαυτὸν λειτουργεῖν τὰς λειτουργίας τῆς σκηνῆς κυρίου καὶ παρίστασθαι ἔναντι τῆς συναγωγῆς λατρεύειν αὐτοῖς
Unchecked Copy BoxNum 16:10 - καὶ προσηγάγετό σε καὶ πάντας τοὺς ἀδελφούς σου υἱοὺς Λευι μετὰ σοῦ καὶ ζητεῖτε ἱερατεύειν
Unchecked Copy BoxNum 16:11 - οὕτως σὺ καὶ πᾶσα συναγωγή σου συνηθροισμένη πρὸς τὸν θεόν καὶ Ααρων τίς ἐστιν ὅτι διαγογγύζετε κατ᾽ αὐτοῦ
Unchecked Copy BoxNum 16:12 - καὶ ἀπέστειλεν Μωυσῆς καλέσαι Δαθαν καὶ Αβιρων υἱοὺς Ελιαβ καὶ εἶπαν οὐκ ἀναβαίνομεν
Unchecked Copy BoxNum 16:13 - μὴ μικρὸν τοῦτο ὅτι ἀνήγαγες ἡμᾶς ἐκ γῆς ῥεούσης γάλα καὶ μέλι ἀποκτεῖναι ἡμᾶς ἐν τῇ ἐρήμῳ ὅτι κατάρχεις ἡμῶν ἄρχων
Unchecked Copy BoxNum 16:14 - εἰ καὶ εἰς γῆν ῥέουσαν γάλα καὶ μέλι εἰσήγαγες ἡμᾶς καὶ ἔδωκας ἡμῖν κλῆρον ἀγροῦ καὶ ἀμπελῶνας τοὺς ὀφθαλμοὺς τῶν ἀνθρώπων ἐκείνων ἂν ἐξέκοψας οὐκ ἀναβαίνομεν
Unchecked Copy BoxNum 16:15 - καὶ ἐβαρυθύμησεν Μωυσῆς σφόδρα καὶ εἶπεν πρὸς κύριον μὴ προσχῇς εἰς τὴν θυσίαν αὐτῶν οὐκ ἐπιθύμημα οὐδενὸς αὐτῶν εἴληφα οὐδὲ ἐκάκωσα οὐδένα αὐτῶν
Unchecked Copy BoxNum 16:16 - καὶ εἶπεν Μωυσῆς πρὸς Κορε ἁγίασον τὴν συναγωγήν σου καὶ γίνεσθε ἕτοιμοι ἔναντι κυρίου σὺ καὶ αὐτοὶ καὶ Ααρων αὔριον
Unchecked Copy BoxNum 16:17 - καὶ λάβετε ἕκαστος τὸ πυρεῖον αὐτοῦ καὶ ἐπιθήσετε ἐπ᾽ αὐτὰ θυμίαμα καὶ προσάξετε ἔναντι κυρίου ἕκαστος τὸ πυρεῖον αὐτοῦ πεντήκοντα καὶ διακόσια πυρεῖα καὶ σὺ καὶ Ααρων ἕκαστος τὸ πυρεῖον αὐτοῦ
Unchecked Copy BoxNum 16:18 - καὶ ἔλαβεν ἕκαστος τὸ πυρεῖον αὐτοῦ καὶ ἐπέθηκαν ἐπ᾽ αὐτὰ πῦρ καὶ ἐπέβαλον ἐπ᾽ αὐτὸ θυμίαμα καὶ ἔστησαν παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου Μωυσῆς καὶ Ααρων
Unchecked Copy BoxNum 16:19 - καὶ ἐπισυνέστησεν ἐπ᾽ αὐτοὺς Κορε τὴν πᾶσαν αὐτοῦ συναγωγὴν παρὰ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ ὤφθη δόξα κυρίου πάσῃ τῇ συναγωγῇ
Unchecked Copy BoxNum 16:20 - καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν καὶ Ααρων λέγων
Unchecked Copy BoxNum 16:21 - ἀποσχίσθητε ἐκ μέσου τῆς συναγωγῆς ταύτης καὶ ἐξαναλώσω αὐτοὺς εἰς ἅπαξ
Unchecked Copy BoxNum 16:22 - καὶ ἔπεσαν ἐπὶ πρόσωπον αὐτῶν καὶ εἶπαν θεὸς θεὸς τῶν πνευμάτων καὶ πάσης σαρκός εἰ ἄνθρωπος εἷς ἥμαρτεν ἐπὶ πᾶσαν τὴν συναγωγὴν ὀργὴ κυρίου
Unchecked Copy BoxNum 16:23 - καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
Unchecked Copy BoxNum 16:24 - λάλησον τῇ συναγωγῇ λέγων ἀναχωρήσατε κύκλῳ ἀπὸ τῆς συναγωγῆς Κορε
Unchecked Copy BoxNum 16:25 - καὶ ἀνέστη Μωυσῆς καὶ ἐπορεύθη πρὸς Δαθαν καὶ Αβιρων καὶ συνεπορεύθησαν μετ᾽ αὐτοῦ πάντες οἱ πρεσβύτεροι Ισραηλ
Unchecked Copy BoxNum 16:26 - καὶ ἐλάλησεν πρὸς τὴν συναγωγὴν λέγων ἀποσχίσθητε ἀπὸ τῶν σκηνῶν τῶν ἀνθρώπων τῶν σκληρῶν τούτων καὶ μὴ ἅπτεσθε ἀπὸ πάντων ὧν ἐστιν αὐτοῖς μὴ συναπόλησθε ἐν πάσῃ τῇ ἁμαρτίᾳ αὐτῶν
Unchecked Copy BoxNum 16:27 - καὶ ἀπέστησαν ἀπὸ τῆς σκηνῆς Κορε κύκλῳ καὶ Δαθαν καὶ Αβιρων ἐξῆλθον καὶ εἱστήκεισαν παρὰ τὰς θύρας τῶν σκηνῶν αὐτῶν καὶ αἱ γυναῖκες αὐτῶν καὶ τὰ τέκνα αὐτῶν καὶ ἀποσκευὴ αὐτῶν
Unchecked Copy BoxNum 16:28 - καὶ εἶπεν Μωυσῆς ἐν τούτῳ γνώσεσθε ὅτι κύριος ἀπέστειλέν με ποιῆσαι πάντα τὰ ἔργα ταῦτα ὅτι οὐκ ἀπ᾽ ἐμαυτοῦ
Unchecked Copy BoxNum 16:29 - εἰ κατὰ θάνατον πάντων ἀνθρώπων ἀποθανοῦνται οὗτοι εἰ καὶ κατ᾽ ἐπίσκεψιν πάντων ἀνθρώπων ἐπισκοπὴ ἔσται αὐτῶν οὐχὶ κύριος ἀπέσταλκέν με
Unchecked Copy BoxNum 16:30 - ἀλλ᾽ ἐν φάσματι δείξει κύριος καὶ ἀνοίξασα γῆ τὸ στόμα αὐτῆς καταπίεται αὐτοὺς καὶ τοὺς οἴκους αὐτῶν καὶ τὰς σκηνὰς αὐτῶν καὶ πάντα ὅσα ἐστὶν αὐτοῖς καὶ καταβήσονται ζῶντες εἰς ᾅδου καὶ γνώσεσθε ὅτι παρώξυναν οἱ ἄνθρωποι οὗτοι τὸν κύριον
Unchecked Copy BoxNum 16:31 - ὡς δὲ ἐπαύσατο λαλῶν πάντας τοὺς λόγους τούτους ἐρράγη γῆ ὑποκάτω αὐτῶν
Unchecked Copy BoxNum 16:32 - καὶ ἠνοίχθη γῆ καὶ κατέπιεν αὐτοὺς καὶ τοὺς οἴκους αὐτῶν καὶ πάντας τοὺς ἀνθρώπους τοὺς ὄντας μετὰ Κορε καὶ τὰ κτήνη αὐτῶν
Unchecked Copy BoxNum 16:33 - καὶ κατέβησαν αὐτοὶ καὶ ὅσα ἐστὶν αὐτῶν ζῶντα εἰς ᾅδου καὶ ἐκάλυψεν αὐτοὺς γῆ καὶ ἀπώλοντο ἐκ μέσου τῆς συναγωγῆς
Unchecked Copy BoxNum 16:34 - καὶ πᾶς Ισραηλ οἱ κύκλῳ αὐτῶν ἔφυγον ἀπὸ τῆς φωνῆς αὐτῶν ὅτι λέγοντες μήποτε καταπίῃ ἡμᾶς γῆ
Unchecked Copy BoxNum 16:35 - καὶ πῦρ ἐξῆλθεν παρὰ κυρίου καὶ κατέφαγεν τοὺς πεντήκοντα καὶ διακοσίους ἄνδρας τοὺς προσφέροντας τὸ θυμίαμα
Unchecked Copy BoxNum 16:36 - (LXX 17:1)καὶ εἶπεν κύριος πρὸς Μωυσῆν
Unchecked Copy BoxNum 16:37 - (LXX 17:2)καὶ πρὸς Ελεαζαρ τὸν υἱὸν Ααρων τὸν ἱερέα ἀνέλεσθε τὰ πυρεῖα τὰ χαλκᾶ ἐκ μέσου τῶν κατακεκαυμένων καὶ τὸ πῦρ τὸ ἀλλότριον τοῦτο σπεῖρον ἐκεῖ ὅτι ἡγίασαν
Unchecked Copy BoxNum 16:38 - (LXX 17:3)τὰ πυρεῖα τῶν ἁμαρτωλῶν τούτων ἐν ταῖς ψυχαῖς αὐτῶν καὶ ποίησον αὐτὰ λεπίδας ἐλατάς περίθεμα τῷ θυσιαστηρίῳ ὅτι προσηνέχθησαν ἔναντι κυρίου καὶ ἡγιάσθησαν καὶ ἐγένοντο εἰς σημεῖον τοῖς υἱοῖς Ισραηλ
Unchecked Copy BoxNum 16:39 - (LXX 17:4)καὶ ἔλαβεν Ελεαζαρ υἱὸς Ααρων τοῦ ἱερέως τὰ πυρεῖα τὰ χαλκᾶ ὅσα προσήνεγκαν οἱ κατακεκαυμένοι καὶ προσέθηκαν αὐτὰ περίθεμα τῷ θυσιαστηρίῳ
Unchecked Copy BoxNum 16:40 - (LXX 17:5)μνημόσυνον τοῖς υἱοῖς Ισραηλ ὅπως ἂν μὴ προσέλθῃ μηθεὶς ἀλλογενής ὃς οὐκ ἔστιν ἐκ τοῦ σπέρματος Ααρων ἐπιθεῖναι θυμίαμα ἔναντι κυρίου καὶ οὐκ ἔσται ὥσπερ Κορε καὶ ἐπισύστασις αὐτοῦ καθὰ ἐλάλησεν κύριος ἐν χειρὶ Μωυσῆ
Unchecked Copy BoxNum 16:41 - (LXX 17:6)καὶ ἐγόγγυσαν οἱ υἱοὶ Ισραηλ τῇ ἐπαύριον ἐπὶ Μωυσῆν καὶ Ααρων λέγοντες ὑμεῖς ἀπεκτάγκατε τὸν λαὸν κυρίου
Unchecked Copy BoxNum 16:42 - (LXX 17:7)καὶ ἐγένετο ἐν τῷ ἐπισυστρέφεσθαι τὴν συναγωγὴν ἐπὶ Μωυσῆν καὶ Ααρων καὶ ὥρμησαν ἐπὶ τὴν σκηνὴν τοῦ μαρτυρίου καὶ τήνδε ἐκάλυψεν αὐτὴν νεφέλη καὶ ὤφθη δόξα κυρίου
Unchecked Copy BoxNum 16:43 - (LXX 17:8)καὶ εἰσῆλθεν Μωυσῆς καὶ Ααρων κατὰ πρόσωπον τῆς σκηνῆς τοῦ μαρτυρίου
Unchecked Copy BoxNum 16:44 - (LXX 17:9)καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν καὶ Ααρων λέγων
Unchecked Copy BoxNum 16:45 - (LXX 17:10)ἐκχωρήσατε ἐκ μέσου τῆς συναγωγῆς ταύτης καὶ ἐξαναλώσω αὐτοὺς εἰς ἅπαξ καὶ ἔπεσον ἐπὶ πρόσωπον αὐτῶν
Unchecked Copy BoxNum 16:46 - (LXX 17:11)καὶ εἶπεν Μωυσῆς πρὸς Ααρων λαβὲ τὸ πυρεῖον καὶ ἐπίθες ἐπ᾽ αὐτὸ πῦρ ἀπὸ τοῦ θυσιαστηρίου καὶ ἐπίβαλε ἐπ᾽ αὐτὸ θυμίαμα καὶ ἀπένεγκε τὸ τάχος εἰς τὴν παρεμβολὴν καὶ ἐξίλασαι περὶ αὐτῶν ἐξῆλθεν γὰρ ὀργὴ ἀπὸ προσώπου κυρίου ἦρκται θραύειν τὸν λαόν
Unchecked Copy BoxNum 16:47 - (LXX 17:12)καὶ ἔλαβεν Ααρων καθάπερ ἐλάλησεν αὐτῷ Μωυσῆς καὶ ἔδραμεν εἰς τὴν συναγωγήν καὶ ἤδη ἐνῆρκτο ἡ θραῦσις ἐν τῷ λαῷ καὶ ἐπέβαλεν τὸ θυμίαμα καὶ ἐξιλάσατο περὶ τοῦ λαοῦ
Unchecked Copy BoxNum 16:48 - (LXX 17:13)καὶ ἔστη ἀνὰ μέσον τῶν τεθνηκότων καὶ τῶν ζώντων καὶ ἐκόπασεν θραῦσις
Unchecked Copy BoxNum 16:49 - (LXX 17:14)καὶ ἐγένοντο οἱ τεθνηκότες ἐν τῇ θραύσει τέσσαρες καὶ δέκα χιλιάδες καὶ ἑπτακόσιοι χωρὶς τῶν τεθνηκότων ἕνεκεν Κορε
Unchecked Copy BoxNum 16:50 - (LXX 17:15)καὶ ἐπέστρεψεν Ααρων πρὸς Μωυσῆν ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ ἐκόπασεν θραῦσις
LXX

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

BLB Searches
Search the Bible
LXX
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
LXX

Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan

Numbers Chapter 16 — Additional Translations: