LXX

LXX

Click to Change

Return to Top

Return to Top

Printer Icon

Print

Copy
Copy Options
Format by: Verse Paragraph
Strong's
Red Letter
Audio Bibles
Copy Options
Cite Print
The Blue Letter Bible

Λευϊτικό (Leviticus) 6 :: Septuagint (LXX)

Choose a new font size and typeface
Audio Bibles
Unchecked Copy BoxLev 6:1 - (LXX 5:20)καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
Unchecked Copy BoxLev 6:2 - (LXX 5:21)ψυχὴ ἐὰν ἁμάρτῃ καὶ παριδὼν παρίδῃ τὰς ἐντολὰς κυρίου καὶ ψεύσηται τὰ πρὸς τὸν πλησίον ἐν παραθήκῃ περὶ κοινωνίας περὶ ἁρπαγῆς ἠδίκησέν τι τὸν πλησίον
Unchecked Copy BoxLev 6:3 - (LXX 5:22) εὗρεν ἀπώλειαν καὶ ψεύσηται περὶ αὐτῆς καὶ ὀμόσῃ ἀδίκως περὶ ἑνὸς ἀπὸ πάντων ὧν ἐὰν ποιήσῃ ἄνθρωπος ὥστε ἁμαρτεῖν ἐν τούτοις
Unchecked Copy BoxLev 6:4 - (LXX 5:23)καὶ ἔσται ἡνίκα ἐὰν ἁμάρτῃ καὶ πλημμελήσῃ καὶ ἀποδῷ τὸ ἅρπαγμα ὃ ἥρπασεν τὸ ἀδίκημα ἠδίκησεν τὴν παραθήκην ἥτις παρετέθη αὐτῷ τὴν ἀπώλειαν ἣν εὗρεν
Unchecked Copy BoxLev 6:5 - (LXX 5:24)ἀπὸ παντὸς πράγματος οὗ ὤμοσεν περὶ αὐτοῦ ἀδίκως καὶ ἀποτείσει αὐτὸ τὸ κεφάλαιον καὶ τὸ πέμπτον προσθήσει ἐπ᾽ αὐτό τίνος ἐστίν αὐτῷ ἀποδώσει ἡμέρᾳ ἐλεγχθῇ
Unchecked Copy BoxLev 6:6 - (LXX 5:25)καὶ τῆς πλημμελείας αὐτοῦ οἴσει τῷ κυρίῳ κριὸν ἀπὸ τῶν προβάτων ἄμωμον τιμῆς εἰς ἐπλημμέλησεν αὐτῷ
Unchecked Copy BoxLev 6:7 - (LXX 5:26)καὶ ἐξιλάσεται περὶ αὐτοῦ ἱερεὺς ἔναντι κυρίου καὶ ἀφεθήσεται αὐτῷ περὶ ἑνὸς ἀπὸ πάντων ὧν ἐποίησεν καὶ ἐπλημμέλησεν αὐτῷ
Unchecked Copy BoxLev 6:8 - (LXX 6:1)καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
Unchecked Copy BoxLev 6:9 - (LXX 6:2)ἔντειλαι Ααρων καὶ τοῖς υἱοῖς αὐτοῦ λέγων οὗτος νόμος τῆς ὁλοκαυτώσεως αὐτὴ ὁλοκαύτωσις ἐπὶ τῆς καύσεως αὐτῆς ἐπὶ τοῦ θυσιαστηρίου ὅλην τὴν νύκτα ἕως τὸ πρωί καὶ τὸ πῦρ τοῦ θυσιαστηρίου καυθήσεται ἐπ᾽ αὐτοῦ οὐ σβεσθήσεται
Unchecked Copy BoxLev 6:10 - (LXX 6:3)καὶ ἐνδύσεται ἱερεὺς χιτῶνα λινοῦν καὶ περισκελὲς λινοῦν ἐνδύσεται περὶ τὸ σῶμα αὐτοῦ καὶ ἀφελεῖ τὴν κατακάρπωσιν ἣν ἂν καταναλώσῃ τὸ πῦρ τὴν ὁλοκαύτωσιν ἀπὸ τοῦ θυσιαστηρίου καὶ παραθήσει αὐτὸ ἐχόμενον τοῦ θυσιαστηρίου
Unchecked Copy BoxLev 6:11 - (LXX 6:4)καὶ ἐκδύσεται τὴν στολὴν αὐτοῦ καὶ ἐνδύσεται στολὴν ἄλλην καὶ ἐξοίσει τὴν κατακάρπωσιν ἔξω τῆς παρεμβολῆς εἰς τόπον καθαρόν
Unchecked Copy BoxLev 6:12 - (LXX 6:5)καὶ πῦρ ἐπὶ τὸ θυσιαστήριον καυθήσεται ἀπ᾽ αὐτοῦ καὶ οὐ σβεσθήσεται καὶ καύσει ἱερεὺς ἐπ᾽ αὐτὸ ξύλα τὸ πρωὶ καὶ στοιβάσει ἐπ᾽ αὐτοῦ τὴν ὁλοκαύτωσιν καὶ ἐπιθήσει ἐπ᾽ αὐτὸ τὸ στέαρ τοῦ σωτηρίου
Unchecked Copy BoxLev 6:13 - (LXX 6:6)καὶ πῦρ διὰ παντὸς καυθήσεται ἐπὶ τὸ θυσιαστήριον οὐ σβεσθήσεται
Unchecked Copy BoxLev 6:14 - (LXX 6:7)οὗτος νόμος τῆς θυσίας ἣν προσάξουσιν αὐτὴν οἱ υἱοὶ Ααρων ἔναντι κυρίου ἀπέναντι τοῦ θυσιαστηρίου
Unchecked Copy BoxLev 6:15 - (LXX 6:8)καὶ ἀφελεῖ ἀπ᾽ αὐτοῦ τῇ δρακὶ ἀπὸ τῆς σεμιδάλεως τῆς θυσίας σὺν τῷ ἐλαίῳ αὐτῆς καὶ σὺν τῷ λιβάνῳ αὐτῆς τὰ ὄντα ἐπὶ τῆς θυσίας καὶ ἀνοίσει ἐπὶ τὸ θυσιαστήριον κάρπωμα ὀσμὴ εὐωδίας τὸ μνημόσυνον αὐτῆς τῷ κυρίῳ
Unchecked Copy BoxLev 6:16 - (LXX 6:9)τὸ δὲ καταλειφθὲν ἀπ᾽ αὐτῆς ἔδεται Ααρων καὶ οἱ υἱοὶ αὐτοῦ ἄζυμα βρωθήσεται ἐν τόπῳ ἁγίῳ ἐν αὐλῇ τῆς σκηνῆς τοῦ μαρτυρίου ἔδονται αὐτήν
Unchecked Copy BoxLev 6:17 - (LXX 6:10)οὐ πεφθήσεται ἐζυμωμένη μερίδα αὐτὴν ἔδωκα αὐτοῖς ἀπὸ τῶν καρπωμάτων κυρίου ἅγια ἁγίων ὥσπερ τὸ τῆς ἁμαρτίας καὶ ὥσπερ τὸ τῆς πλημμελείας
Unchecked Copy BoxLev 6:18 - (LXX 6:11)πᾶν ἀρσενικὸν τῶν ἱερέων ἔδονται αὐτήν νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν ἀπὸ τῶν καρπωμάτων κυρίου πᾶς ὃς ἐὰν ἅψηται αὐτῶν ἁγιασθήσεται
Unchecked Copy BoxLev 6:19 - (LXX 6:12)καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
Unchecked Copy BoxLev 6:20 - (LXX 6:13)τοῦτο τὸ δῶρον Ααρων καὶ τῶν υἱῶν αὐτοῦ προσοίσουσιν κυρίῳ ἐν τῇ ἡμέρᾳ ἂν χρίσῃς αὐτόν τὸ δέκατον τοῦ οιφι σεμιδάλεως εἰς θυσίαν διὰ παντός τὸ ἥμισυ αὐτῆς τὸ πρωὶ καὶ τὸ ἥμισυ αὐτῆς τὸ δειλινόν
Unchecked Copy BoxLev 6:21 - (LXX 6:14)ἐπὶ τηγάνου ἐν ἐλαίῳ ποιηθήσεται πεφυραμένην οἴσει αὐτήν ἑλικτά θυσίαν ἐκ κλασμάτων θυσίαν ὀσμὴν εὐωδίας κυρίῳ
Unchecked Copy BoxLev 6:22 - (LXX 6:15) ἱερεὺς χριστὸς ἀντ᾽ αὐτοῦ ἐκ τῶν υἱῶν αὐτοῦ ποιήσει αὐτήν νόμος αἰώνιος ἅπαν ἐπιτελεσθήσεται
Unchecked Copy BoxLev 6:23 - (LXX 6:16)καὶ πᾶσα θυσία ἱερέως ὁλόκαυτος ἔσται καὶ οὐ βρωθήσεται
Unchecked Copy BoxLev 6:24 - (LXX 6:17)καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
Unchecked Copy BoxLev 6:25 - (LXX 6:18)λάλησον Ααρων καὶ τοῖς υἱοῖς αὐτοῦ λέγων οὗτος νόμος τῆς ἁμαρτίας ἐν τόπῳ οὗ σφάζουσιν τὸ ὁλοκαύτωμα σφάξουσιν τὰ περὶ τῆς ἁμαρτίας ἔναντι κυρίου ἅγια ἁγίων ἐστίν
Unchecked Copy BoxLev 6:26 - (LXX 6:19) ἱερεὺς ἀναφέρων αὐτὴν ἔδεται αὐτήν ἐν τόπῳ ἁγίῳ βρωθήσεται ἐν αὐλῇ τῆς σκηνῆς τοῦ μαρτυρίου
Unchecked Copy BoxLev 6:27 - (LXX 6:20)πᾶς ἁπτόμενος τῶν κρεῶν αὐτῆς ἁγιασθήσεται καὶ ἐὰν ἐπιρραντισθῇ ἀπὸ τοῦ αἵματος αὐτῆς ἐπὶ τὸ ἱμάτιον ἐὰν ῥαντισθῇ ἐπ᾽ αὐτὸ πλυθήσεται ἐν τόπῳ ἁγίῳ
Unchecked Copy BoxLev 6:28 - (LXX 6:21)καὶ σκεῦος ὀστράκινον οὗ ἐὰν ἑψηθῇ ἐν αὐτῷ συντριβήσεται ἐὰν δὲ ἐν σκεύει χαλκῷ ἑψηθῇ ἐκτρίψει αὐτὸ καὶ ἐκκλύσει ὕδατι
Unchecked Copy BoxLev 6:29 - (LXX 6:22)πᾶς ἄρσην ἐν τοῖς ἱερεῦσιν φάγεται αὐτά ἅγια ἁγίων ἐστὶν κυρίου
Unchecked Copy BoxLev 6:30 - (LXX 6:23)καὶ πάντα τὰ περὶ τῆς ἁμαρτίας ὧν ἐὰν εἰσενεχθῇ ἀπὸ τοῦ αἵματος αὐτῶν εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου ἐξιλάσασθαι ἐν τῷ ἁγίῳ οὐ βρωθήσεται ἐν πυρὶ κατακαυθήσεται
LXX

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

BLB Searches
Search the Bible
LXX
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
LXX

Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan

Leviticus Chapter 6 — Additional Translations: