LXX

LXX

Click to Change

Return to Top

Return to Top

Printer Icon

Print

Copy
Copy Options
Format by: Verse Paragraph
Strong's
Red Letter
Audio Bibles
Copy Options
Cite Print
The Blue Letter Bible

Ησαΐας (Isaiah) 48 :: Septuagint (LXX)

Choose a new font size and typeface
Audio Bibles
Unchecked Copy BoxIsa 48:1 - ἀκούσατε ταῦτα οἶκος Ιακωβ οἱ κεκλημένοι τῷ ὀνόματι Ισραηλ καὶ οἱ ἐξ Ιουδα ἐξελθόντες οἱ ὀμνύοντες τῷ ὀνόματι κυρίου θεοῦ Ισραηλ μιμνῃσκόμενοι οὐ μετὰ ἀληθείας οὐδὲ μετὰ δικαιοσύνης
Unchecked Copy BoxIsa 48:2 - καὶ ἀντεχόμενοι τῷ ὀνόματι τῆς πόλεως τῆς ἁγίας καὶ ἐπὶ τῷ θεῷ τοῦ Ισραηλ ἀντιστηριζόμενοι κύριος σαβαωθ ὄνομα αὐτῷ
Unchecked Copy BoxIsa 48:3 - τὰ πρότερα ἔτι ἀνήγγειλα καὶ ἐκ τοῦ στόματός μου ἐξῆλθεν καὶ ἀκουστὸν ἐγένετο ἐξάπινα ἐποίησα καὶ ἐπῆλθεν
Unchecked Copy BoxIsa 48:4 - γινώσκω ἐγὼ ὅτι σκληρὸς εἶ καὶ νεῦρον σιδηροῦν τράχηλός σου καὶ τὸ μέτωπόν σου χαλκοῦν
Unchecked Copy BoxIsa 48:5 - καὶ ἀνήγγειλά σοι πάλαι πρὶν ἐλθεῖν ἐπὶ σὲ ἀκουστόν σοι ἐποίησα μὴ εἴπῃς ὅτι τὰ εἴδωλά μου ἐποίησαν καὶ μὴ εἴπῃς ὅτι τὰ γλυπτὰ καὶ τὰ χωνευτὰ ἐνετείλατό μοι
Unchecked Copy BoxIsa 48:6 - ἠκούσατε πάντα καὶ ὑμεῖς οὐκ ἔγνωτε ἀλλὰ καὶ ἀκουστά σοι ἐποίησα τὰ καινὰ ἀπὸ τοῦ νῦν μέλλει γίνεσθαι καὶ οὐκ εἶπας
Unchecked Copy BoxIsa 48:7 - νῦν γίνεται καὶ οὐ πάλαι καὶ οὐ προτέραις ἡμέραις ἤκουσας αὐτά μὴ εἴπῃς ὅτι ναί γινώσκω αὐτά
Unchecked Copy BoxIsa 48:8 - οὔτε ἔγνως οὔτε ἠπίστω οὔτε ἀπ᾽ ἀρχῆς ἤνοιξά σου τὰ ὦτα ἔγνων γὰρ ὅτι ἀθετῶν ἀθετήσεις καὶ ἄνομος ἔτι ἐκ κοιλίας κληθήσῃ
Unchecked Copy BoxIsa 48:9 - ἕνεκεν τοῦ ἐμοῦ ὀνόματος δείξω σοι τὸν θυμόν μου καὶ τὰ ἔνδοξά μου ἐπάξω ἐπὶ σοί ἵνα μὴ ἐξολεθρεύσω σε
Unchecked Copy BoxIsa 48:10 - ἰδοὺ πέπρακά σε οὐχ ἕνεκεν ἀργυρίου ἐξειλάμην δέ σε ἐκ καμίνου πτωχείας
Unchecked Copy BoxIsa 48:11 - ἕνεκεν ἐμοῦ ποιήσω σοι ὅτι τὸ ἐμὸν ὄνομα βεβηλοῦται καὶ τὴν δόξαν μου ἑτέρῳ οὐ δώσω
Unchecked Copy BoxIsa 48:12 - ἄκουέ μου Ιακωβ καὶ Ισραηλ ὃν ἐγὼ καλῶ ἐγώ εἰμι πρῶτος καὶ ἐγώ εἰμι εἰς τὸν αἰῶνα
Unchecked Copy BoxIsa 48:13 - καὶ χείρ μου ἐθεμελίωσεν τὴν γῆν καὶ δεξιά μου ἐστερέωσεν τὸν οὐρανόν καλέσω αὐτούς καὶ στήσονται ἅμα
Unchecked Copy BoxIsa 48:14 - καὶ συναχθήσονται πάντες καὶ ἀκούσονται τίς αὐτοῖς ἀνήγγειλεν ταῦτα ἀγαπῶν σε ἐποίησα τὸ θέλημά σου ἐπὶ Βαβυλῶνα τοῦ ἆραι σπέρμα Χαλδαίων
Unchecked Copy BoxIsa 48:15 - ἐγὼ ἐλάλησα ἐγὼ ἐκάλεσα ἤγαγον αὐτὸν καὶ εὐόδωσα τὴν ὁδὸν αὐτοῦ
Unchecked Copy BoxIsa 48:16 - προσαγάγετε πρός με καὶ ἀκούσατε ταῦτα οὐκ ἀπ᾽ ἀρχῆς ἐν κρυφῇ ἐλάλησα οὐδὲ ἐν τόπῳ γῆς σκοτεινῷ ἡνίκα ἐγένετο ἐκεῖ ἤμην καὶ νῦν κύριος ἀπέσταλκέν με καὶ τὸ πνεῦμα αὐτοῦ
Unchecked Copy BoxIsa 48:17 - οὕτως λέγει κύριος ῥυσάμενός σε ἅγιος Ισραηλ ἐγώ εἰμι θεός σου δέδειχά σοι τοῦ εὑρεῖν σε τὴν ὁδόν ἐν πορεύσῃ ἐν αὐτῇ
Unchecked Copy BoxIsa 48:18 - καὶ εἰ ἤκουσας τῶν ἐντολῶν μου ἐγένετο ἂν ὡσεὶ ποταμὸς εἰρήνη σου καὶ δικαιοσύνη σου ὡς κῦμα θαλάσσης
Unchecked Copy BoxIsa 48:19 - καὶ ἐγένετο ἂν ὡς ἄμμος τὸ σπέρμα σου καὶ τὰ ἔκγονα τῆς κοιλίας σου ὡς χοῦς τῆς γῆς οὐδὲ νῦν οὐ μὴ ἐξολεθρευθῇς οὐδὲ ἀπολεῖται τὸ ὄνομά σου ἐνώπιόν μου
Unchecked Copy BoxIsa 48:20 - ἔξελθε ἐκ Βαβυλῶνος φεύγων ἀπὸ τῶν Χαλδαίων φωνὴν εὐφροσύνης ἀναγγείλατε καὶ ἀκουστὸν γενέσθω τοῦτο ἀπαγγείλατε ἕως ἐσχάτου τῆς γῆς λέγετε ἐρρύσατο κύριος τὸν δοῦλον αὐτοῦ Ιακωβ
Unchecked Copy BoxIsa 48:21 - καὶ ἐὰν διψήσωσιν δι᾽ ἐρήμου ἄξει αὐτούς ὕδωρ ἐκ πέτρας ἐξάξει αὐτοῖς σχισθήσεται πέτρα καὶ ῥυήσεται ὕδωρ καὶ πίεται λαός μου
Unchecked Copy BoxIsa 48:22 - οὐκ ἔστιν χαίρειν τοῖς ἀσεβέσιν λέγει κύριος
LXX

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

BLB Searches
Search the Bible
LXX
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
LXX

Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan

Isaiah Chapter 48 — Additional Translations: