LXX

LXX

Click to Change

Return to Top

Return to Top

Printer Icon

Print

Copy
Copy Options
Format by: Verse Paragraph
Strong's
Red Letter
Audio Bibles
Copy Options
Cite Print
The Blue Letter Bible

Γένεσις (Genesis) 23 :: Septuagint (LXX)

Choose a new font size and typeface
Audio Bibles
Unchecked Copy BoxGen 23:1 - ἐγένετο δὲ ζωὴ Σαρρας ἔτη ἑκατὸν εἴκοσι ἑπτά
Unchecked Copy BoxGen 23:2 - καὶ ἀπέθανεν Σαρρα ἐν πόλει Αρβοκ ἐστιν ἐν τῷ κοιλώματι αὕτη ἐστὶν Χεβρων ἐν γῇ Χανααν ἦλθεν δὲ Αβρααμ κόψασθαι Σαρραν καὶ πενθῆσαι
Unchecked Copy BoxGen 23:3 - καὶ ἀνέστη Αβρααμ ἀπὸ τοῦ νεκροῦ αὐτοῦ καὶ εἶπεν τοῖς υἱοῖς Χετ λέγων
Unchecked Copy BoxGen 23:4 - πάροικος καὶ παρεπίδημος ἐγώ εἰμι μεθ᾽ ὑμῶν δότε οὖν μοι κτῆσιν τάφου μεθ᾽ ὑμῶν καὶ θάψω τὸν νεκρόν μου ἀπ᾽ ἐμοῦ
Interlinear Bibles Cross-Refs Commentaries Dictionaries Misc
x
Genesis 23:4 Commentaries
Unchecked Copy BoxGen 23:5 - ἀπεκρίθησαν δὲ οἱ υἱοὶ Χετ πρὸς Αβρααμ λέγοντες
Unchecked Copy BoxGen 23:6 - μή κύριε ἄκουσον δὲ ἡμῶν βασιλεὺς παρὰ θεοῦ εἶ σὺ ἐν ἡμῖν ἐν τοῖς ἐκλεκτοῖς μνημείοις ἡμῶν θάψον τὸν νεκρόν σου οὐδεὶς γὰρ ἡμῶν τὸ μνημεῖον αὐτοῦ κωλύσει ἀπὸ σοῦ τοῦ θάψαι τὸν νεκρόν σου ἐκεῖ
Unchecked Copy BoxGen 23:7 - ἀναστὰς δὲ Αβρααμ προσεκύνησεν τῷ λαῷ τῆς γῆς τοῖς υἱοῖς Χετ
Unchecked Copy BoxGen 23:8 - καὶ ἐλάλησεν πρὸς αὐτοὺς Αβρααμ λέγων εἰ ἔχετε τῇ ψυχῇ ὑμῶν ὥστε θάψαι τὸν νεκρόν μου ἀπὸ προσώπου μου ἀκούσατέ μου καὶ λαλήσατε περὶ ἐμοῦ Εφρων τῷ τοῦ Σααρ
Unchecked Copy BoxGen 23:9 - καὶ δότω μοι τὸ σπήλαιον τὸ διπλοῦν ἐστιν αὐτῷ τὸ ὂν ἐν μέρει τοῦ ἀγροῦ αὐτοῦ ἀργυρίου τοῦ ἀξίου δότω μοι αὐτὸ ἐν ὑμῖν εἰς κτῆσιν μνημείου
Unchecked Copy BoxGen 23:10 - Εφρων δὲ ἐκάθητο ἐν μέσῳ τῶν υἱῶν Χετ ἀποκριθεὶς δὲ Εφρων Χετταῖος πρὸς Αβρααμ εἶπεν ἀκουόντων τῶν υἱῶν Χετ καὶ πάντων τῶν εἰσπορευομένων εἰς τὴν πόλιν λέγων
Unchecked Copy BoxGen 23:11 - παρ᾽ ἐμοὶ γενοῦ κύριε καὶ ἄκουσόν μου τὸν ἀγρὸν καὶ τὸ σπήλαιον τὸ ἐν αὐτῷ σοι δίδωμι ἐναντίον πάντων τῶν πολιτῶν μου δέδωκά σοι θάψον τὸν νεκρόν σου
Unchecked Copy BoxGen 23:12 - καὶ προσεκύνησεν Αβρααμ ἐναντίον τοῦ λαοῦ τῆς γῆς
Unchecked Copy BoxGen 23:13 - καὶ εἶπεν τῷ Εφρων εἰς τὰ ὦτα τοῦ λαοῦ τῆς γῆς ἐπειδὴ πρὸς ἐμοῦ εἶ ἄκουσόν μου τὸ ἀργύριον τοῦ ἀγροῦ λαβὲ παρ᾽ ἐμοῦ καὶ θάψω τὸν νεκρόν μου ἐκεῖ
Unchecked Copy BoxGen 23:14 - ἀπεκρίθη δὲ Εφρων τῷ Αβρααμ λέγων
Unchecked Copy BoxGen 23:15 - οὐχί κύριε ἀκήκοα γῆ τετρακοσίων διδράχμων ἀργυρίου ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ τί ἂν εἴη τοῦτο σὺ δὲ τὸν νεκρόν σου θάψον
Unchecked Copy BoxGen 23:16 - καὶ ἤκουσεν Αβρααμ τοῦ Εφρων καὶ ἀπεκατέστησεν Αβρααμ τῷ Εφρων τὸ ἀργύριον ἐλάλησεν εἰς τὰ ὦτα τῶν υἱῶν Χετ τετρακόσια δίδραχμα ἀργυρίου δοκίμου ἐμπόροις
Unchecked Copy BoxGen 23:17 - καὶ ἔστη ἀγρὸς Εφρων ὃς ἦν ἐν τῷ διπλῷ σπηλαίῳ ὅς ἐστιν κατὰ πρόσωπον Μαμβρη ἀγρὸς καὶ τὸ σπήλαιον ἦν ἐν αὐτῷ καὶ πᾶν δένδρον ἦν ἐν τῷ ἀγρῷ ἐστιν ἐν τοῖς ὁρίοις αὐτοῦ κύκλῳ
Unchecked Copy BoxGen 23:18 - τῷ Αβρααμ εἰς κτῆσιν ἐναντίον τῶν υἱῶν Χετ καὶ πάντων τῶν εἰσπορευομένων εἰς τὴν πόλιν
Unchecked Copy BoxGen 23:19 - μετὰ ταῦτα ἔθαψεν Αβρααμ Σαρραν τὴν γυναῖκα αὐτοῦ ἐν τῷ σπηλαίῳ τοῦ ἀγροῦ τῷ διπλῷ ἐστιν ἀπέναντι Μαμβρη αὕτη ἐστὶν Χεβρων ἐν τῇ γῇ Χανααν
Unchecked Copy BoxGen 23:20 - καὶ ἐκυρώθη ἀγρὸς καὶ τὸ σπήλαιον ἦν ἐν αὐτῷ τῷ Αβρααμ εἰς κτῆσιν τάφου παρὰ τῶν υἱῶν Χετ
LXX

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

BLB Searches
Search the Bible
LXX
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
LXX

Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan

Genesis Chapter 23 — Additional Translations: