LXX

LXX

Click to Change

Return to Top

Return to Top

Printer Icon

Print

Copy
Copy Options
Format by: Verse Paragraph
Strong's
Red Letter
Audio Bibles
Copy Options
Cite Print
The Blue Letter Bible

Έξοδος (Exodus) 23 :: Septuagint (LXX)

Choose a new font size and typeface
Audio Bibles
Unchecked Copy BoxExo 23:1 - οὐ παραδέξῃ ἀκοὴν ματαίαν οὐ συγκαταθήσῃ μετὰ τοῦ ἀδίκου γενέσθαι μάρτυς ἄδικος
Unchecked Copy BoxExo 23:2 - οὐκ ἔσῃ μετὰ πλειόνων ἐπὶ κακίᾳ οὐ προστεθήσῃ μετὰ πλήθους ἐκκλῖναι μετὰ πλειόνων ὥστε ἐκκλῖναι κρίσιν
Unchecked Copy BoxExo 23:3 - καὶ πένητα οὐκ ἐλεήσεις ἐν κρίσει
Unchecked Copy BoxExo 23:4 - ἐὰν δὲ συναντήσῃς τῷ βοὶ τοῦ ἐχθροῦ σου τῷ ὑποζυγίῳ αὐτοῦ πλανωμένοις ἀποστρέψας ἀποδώσεις αὐτῷ
Unchecked Copy BoxExo 23:5 - ἐὰν δὲ ἴδῃς τὸ ὑποζύγιον τοῦ ἐχθροῦ σου πεπτωκὸς ὑπὸ τὸν γόμον αὐτοῦ οὐ παρελεύσῃ αὐτό ἀλλὰ συνεγερεῖς αὐτὸ μετ᾽ αὐτοῦ
Unchecked Copy BoxExo 23:6 - οὐ διαστρέψεις κρίμα πένητος ἐν κρίσει αὐτοῦ
Unchecked Copy BoxExo 23:7 - ἀπὸ παντὸς ῥήματος ἀδίκου ἀποστήσῃ ἀθῷον καὶ δίκαιον οὐκ ἀποκτενεῖς καὶ οὐ δικαιώσεις τὸν ἀσεβῆ ἕνεκεν δώρων
Unchecked Copy BoxExo 23:8 - καὶ δῶρα οὐ λήμψῃ τὰ γὰρ δῶρα ἐκτυφλοῖ ὀφθαλμοὺς βλεπόντων καὶ λυμαίνεται ῥήματα δίκαια
Unchecked Copy BoxExo 23:9 - καὶ προσήλυτον οὐ θλίψετε ὑμεῖς γὰρ οἴδατε τὴν ψυχὴν τοῦ προσηλύτου αὐτοὶ γὰρ προσήλυτοι ἦτε ἐν γῇ Αἰγύπτῳ
Unchecked Copy BoxExo 23:10 - ἓξ ἔτη σπερεῖς τὴν γῆν σου καὶ συνάξεις τὰ γενήματα αὐτῆς
Unchecked Copy BoxExo 23:11 - τῷ δὲ ἑβδόμῳ ἄφεσιν ποιήσεις καὶ ἀνήσεις αὐτήν καὶ ἔδονται οἱ πτωχοὶ τοῦ ἔθνους σου τὰ δὲ ὑπολειπόμενα ἔδεται τὰ ἄγρια θηρία οὕτως ποιήσεις τὸν ἀμπελῶνά σου καὶ τὸν ἐλαιῶνά σου
Unchecked Copy BoxExo 23:12 - ἓξ ἡμέρας ποιήσεις τὰ ἔργα σου τῇ δὲ ἡμέρᾳ τῇ ἑβδόμῃ ἀνάπαυσις ἵνα ἀναπαύσηται βοῦς σου καὶ τὸ ὑποζύγιόν σου καὶ ἵνα ἀναψύξῃ υἱὸς τῆς παιδίσκης σου καὶ προσήλυτος
Unchecked Copy BoxExo 23:13 - πάντα ὅσα εἴρηκα πρὸς ὑμᾶς φυλάξασθε καὶ ὄνομα θεῶν ἑτέρων οὐκ ἀναμνησθήσεσθε οὐδὲ μὴ ἀκουσθῇ ἐκ τοῦ στόματος ὑμῶν
Unchecked Copy BoxExo 23:14 - τρεῖς καιροὺς τοῦ ἐνιαυτοῦ ἑορτάσατέ μοι
Unchecked Copy BoxExo 23:15 - τὴν ἑορτὴν τῶν ἀζύμων φυλάξασθε ποιεῖν ἑπτὰ ἡμέρας ἔδεσθε ἄζυμα καθάπερ ἐνετειλάμην σοι κατὰ τὸν καιρὸν τοῦ μηνὸς τῶν νέων ἐν γὰρ αὐτῷ ἐξῆλθες ἐξ Αἰγύπτου οὐκ ὀφθήσῃ ἐνώπιόν μου κενός
Unchecked Copy BoxExo 23:16 - καὶ ἑορτὴν θερισμοῦ πρωτογενημάτων ποιήσεις τῶν ἔργων σου ὧν ἐὰν σπείρῃς ἐν τῷ ἀγρῷ σου καὶ ἑορτὴν συντελείας ἐπ᾽ ἐξόδου τοῦ ἐνιαυτοῦ ἐν τῇ συναγωγῇ τῶν ἔργων σου τῶν ἐκ τοῦ ἀγροῦ σου
Unchecked Copy BoxExo 23:17 - τρεῖς καιροὺς τοῦ ἐνιαυτοῦ ὀφθήσεται πᾶν ἀρσενικόν σου ἐνώπιον κυρίου τοῦ θεοῦ σου
Unchecked Copy BoxExo 23:18 - ὅταν γὰρ ἐκβάλω ἔθνη ἀπὸ προσώπου σου καὶ ἐμπλατύνω τὰ ὅριά σου οὐ θύσεις ἐπὶ ζύμῃ αἷμα θυσιάσματός μου οὐδὲ μὴ κοιμηθῇ στέαρ τῆς ἑορτῆς μου ἕως πρωί
Unchecked Copy BoxExo 23:19 - τὰς ἀπαρχὰς τῶν πρωτογενημάτων τῆς γῆς σου εἰσοίσεις εἰς τὸν οἶκον κυρίου τοῦ θεοῦ σου οὐχ ἑψήσεις ἄρνα ἐν γάλακτι μητρὸς αὐτοῦ
Unchecked Copy BoxExo 23:20 - καὶ ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου ἵνα φυλάξῃ σε ἐν τῇ ὁδῷ ὅπως εἰσαγάγῃ σε εἰς τὴν γῆν ἣν ἡτοίμασά σοι
Unchecked Copy BoxExo 23:21 - πρόσεχε σεαυτῷ καὶ εἰσάκουε αὐτοῦ καὶ μὴ ἀπείθει αὐτῷ οὐ γὰρ μὴ ὑποστείληταί σε τὸ γὰρ ὄνομά μού ἐστιν ἐπ᾽ αὐτῷ
Unchecked Copy BoxExo 23:22 - ἐὰν ἀκοῇ ἀκούσητε τῆς ἐμῆς φωνῆς καὶ ποιήσῃς πάντα ὅσα ἂν ἐντείλωμαί σοι καὶ φυλάξητε τὴν διαθήκην μου ἔσεσθέ μοι λαὸς περιούσιος ἀπὸ πάντων τῶν ἐθνῶν ἐμὴ γάρ ἐστιν πᾶσα γῆ ὑμεῖς δὲ ἔσεσθέ μοι βασίλειον ἱεράτευμα καὶ ἔθνος ἅγιον ταῦτα τὰ ῥήματα ἐρεῖς τοῖς υἱοῖς Ισραηλ ἐὰν ἀκοῇ ἀκούσητε τῆς φωνῆς μου καὶ ποιήσῃς πάντα ὅσα ἂν εἴπω σοι ἐχθρεύσω τοῖς ἐχθροῖς σου καὶ ἀντικείσομαι τοῖς ἀντικειμένοις σοι
Unchecked Copy BoxExo 23:23 - πορεύσεται γὰρ ἄγγελός μου ἡγούμενός σου καὶ εἰσάξει σε πρὸς τὸν Αμορραῖον καὶ Χετταῖον καὶ Φερεζαῖον καὶ Χαναναῖον καὶ Γεργεσαῖον καὶ Ευαῖον καὶ Ιεβουσαῖον καὶ ἐκτρίψω αὐτούς
Unchecked Copy BoxExo 23:24 - οὐ προσκυνήσεις τοῖς θεοῖς αὐτῶν οὐδὲ μὴ λατρεύσῃς αὐτοῖς οὐ ποιήσεις κατὰ τὰ ἔργα αὐτῶν ἀλλὰ καθαιρέσει καθελεῖς καὶ συντρίβων συντρίψεις τὰς στήλας αὐτῶν
Unchecked Copy BoxExo 23:25 - καὶ λατρεύσεις κυρίῳ τῷ θεῷ σου καὶ εὐλογήσω τὸν ἄρτον σου καὶ τὸν οἶνόν σου καὶ τὸ ὕδωρ σου καὶ ἀποστρέψω μαλακίαν ἀφ᾽ ὑμῶν
Unchecked Copy BoxExo 23:26 - οὐκ ἔσται ἄγονος οὐδὲ στεῖρα ἐπὶ τῆς γῆς σου τὸν ἀριθμὸν τῶν ἡμερῶν σου ἀναπληρώσω
Unchecked Copy BoxExo 23:27 - καὶ τὸν φόβον ἀποστελῶ ἡγούμενόν σου καὶ ἐκστήσω πάντα τὰ ἔθνη εἰς οὓς σὺ εἰσπορεύῃ εἰς αὐτούς καὶ δώσω πάντας τοὺς ὑπεναντίους σου φυγάδας
Unchecked Copy BoxExo 23:28 - καὶ ἀποστελῶ τὰς σφηκίας προτέρας σου καὶ ἐκβαλεῖ τοὺς Αμορραίους καὶ τοὺς Ευαίους καὶ τοὺς Χαναναίους καὶ τοὺς Χετταίους ἀπὸ σοῦ
Unchecked Copy BoxExo 23:29 - οὐκ ἐκβαλῶ αὐτοὺς ἐν ἐνιαυτῷ ἑνί ἵνα μὴ γένηται γῆ ἔρημος καὶ πολλὰ γένηται ἐπὶ σὲ τὰ θηρία τῆς γῆς
Unchecked Copy BoxExo 23:30 - κατὰ μικρὸν μικρὸν ἐκβαλῶ αὐτοὺς ἀπὸ σοῦ ἕως ἂν αὐξηθῇς καὶ κληρονομήσῃς τὴν γῆν
Unchecked Copy BoxExo 23:31 - καὶ θήσω τὰ ὅριά σου ἀπὸ τῆς ἐρυθρᾶς θαλάσσης ἕως τῆς θαλάσσης τῆς Φυλιστιιμ καὶ ἀπὸ τῆς ἐρήμου ἕως τοῦ μεγάλου ποταμοῦ Εὐφράτου καὶ παραδώσω εἰς τὰς χεῖρας ὑμῶν τοὺς ἐγκαθημένους ἐν τῇ γῇ καὶ ἐκβαλῶ αὐτοὺς ἀπὸ σοῦ
Unchecked Copy BoxExo 23:32 - οὐ συγκαταθήσῃ αὐτοῖς καὶ τοῖς θεοῖς αὐτῶν διαθήκην
Unchecked Copy BoxExo 23:33 - καὶ οὐκ ἐγκαθήσονται ἐν τῇ γῇ σου ἵνα μὴ ἁμαρτεῖν σε ποιήσωσιν πρός με ἐὰν γὰρ δουλεύσῃς τοῖς θεοῖς αὐτῶν οὗτοι ἔσονταί σοι πρόσκομμα
LXX

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

BLB Searches
Search the Bible
LXX
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
LXX

Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan

Exodus Chapter 23 — Additional Translations: