LXX

LXX

Click to Change

Return to Top

Return to Top

Printer Icon

Print

Copy
Copy Options
Format by: Verse Paragraph
Strong's
Red Letter
Audio Bibles
Copy Options
Cite Print
The Blue Letter Bible

Δευτερονόμιο (Deuteronomy) 4 :: Septuagint (LXX)

Choose a new font size and typeface
Audio Bibles
Unchecked Copy BoxDeu 4:1 - καὶ νῦν Ισραηλ ἄκουε τῶν δικαιωμάτων καὶ τῶν κριμάτων ὅσα ἐγὼ διδάσκω ὑμᾶς σήμερον ποιεῖν ἵνα ζῆτε καὶ πολυπλασιασθῆτε καὶ εἰσελθόντες κληρονομήσητε τὴν γῆν ἣν κύριος θεὸς τῶν πατέρων ὑμῶν δίδωσιν ὑμῖν
Unchecked Copy BoxDeu 4:2 - οὐ προσθήσετε πρὸς τὸ ῥῆμα ἐγὼ ἐντέλλομαι ὑμῖν καὶ οὐκ ἀφελεῖτε ἀπ᾽ αὐτοῦ φυλάσσεσθε τὰς ἐντολὰς κυρίου τοῦ θεοῦ ὑμῶν ὅσα ἐγὼ ἐντέλλομαι ὑμῖν σήμερον
Unchecked Copy BoxDeu 4:3 - οἱ ὀφθαλμοὶ ὑμῶν ἑωράκασιν πάντα ὅσα ἐποίησεν κύριος θεὸς ἡμῶν τῷ Βεελφεγωρ ὅτι πᾶς ἄνθρωπος ὅστις ἐπορεύθη ὀπίσω Βεελφεγωρ ἐξέτριψεν αὐτὸν κύριος θεὸς ὑμῶν ἐξ ὑμῶν
Unchecked Copy BoxDeu 4:4 - ὑμεῖς δὲ οἱ προσκείμενοι κυρίῳ τῷ θεῷ ὑμῶν ζῆτε πάντες ἐν τῇ σήμερον
Unchecked Copy BoxDeu 4:5 - ἴδετε δέδειχα ὑμῖν δικαιώματα καὶ κρίσεις καθὰ ἐνετείλατό μοι κύριος ποιῆσαι οὕτως ἐν τῇ γῇ εἰς ἣν ὑμεῖς εἰσπορεύεσθε ἐκεῖ κληρονομεῖν αὐτήν
Unchecked Copy BoxDeu 4:6 - καὶ φυλάξεσθε καὶ ποιήσετε ὅτι αὕτη σοφία ὑμῶν καὶ σύνεσις ἐναντίον πάντων τῶν ἐθνῶν ὅσοι ἐὰν ἀκούσωσιν πάντα τὰ δικαιώματα ταῦτα καὶ ἐροῦσιν ἰδοὺ λαὸς σοφὸς καὶ ἐπιστήμων τὸ ἔθνος τὸ μέγα τοῦτο
Unchecked Copy BoxDeu 4:7 - ὅτι ποῖον ἔθνος μέγα ἐστιν αὐτῷ θεὸς ἐγγίζων αὐτοῖς ὡς κύριος θεὸς ἡμῶν ἐν πᾶσιν οἷς ἐὰν αὐτὸν ἐπικαλεσώμεθα
Unchecked Copy BoxDeu 4:8 - καὶ ποῖον ἔθνος μέγα ἐστιν αὐτῷ δικαιώματα καὶ κρίματα δίκαια κατὰ πάντα τὸν νόμον τοῦτον ὃν ἐγὼ δίδωμι ἐνώπιον ὑμῶν σήμερον
Unchecked Copy BoxDeu 4:9 - πρόσεχε σεαυτῷ καὶ φύλαξον τὴν ψυχήν σου σφόδρα μὴ ἐπιλάθῃ πάντας τοὺς λόγους οὓς ἑωράκασιν οἱ ὀφθαλμοί σου καὶ μὴ ἀποστήτωσαν ἀπὸ τῆς καρδίας σου πάσας τὰς ἡμέρας τῆς ζωῆς σου καὶ συμβιβάσεις τοὺς υἱούς σου καὶ τοὺς υἱοὺς τῶν υἱῶν σου
Unchecked Copy BoxDeu 4:10 - ἡμέραν ἣν ἔστητε ἐναντίον κυρίου τοῦ θεοῦ ὑμῶν ἐν Χωρηβ τῇ ἡμέρᾳ τῆς ἐκκλησίας ὅτε εἶπεν κύριος πρός με ἐκκλησίασον πρός με τὸν λαόν καὶ ἀκουσάτωσαν τὰ ῥήματά μου ὅπως μάθωσιν φοβεῖσθαί με πάσας τὰς ἡμέρας ἃς αὐτοὶ ζῶσιν ἐπὶ τῆς γῆς καὶ τοὺς υἱοὺς αὐτῶν διδάξωσιν
Unchecked Copy BoxDeu 4:11 - καὶ προσήλθετε καὶ ἔστητε ὑπὸ τὸ ὄρος καὶ τὸ ὄρος ἐκαίετο πυρὶ ἕως τοῦ οὐρανοῦ σκότος γνόφος θύελλα φωνὴ μεγάλη
Unchecked Copy BoxDeu 4:12 - καὶ ἐλάλησεν κύριος πρὸς ὑμᾶς ἐκ μέσου τοῦ πυρός φωνὴν ῥημάτων ὑμεῖς ἠκούσατε καὶ ὁμοίωμα οὐκ εἴδετε ἀλλ᾽ φωνήν
Unchecked Copy BoxDeu 4:13 - καὶ ἀνήγγειλεν ὑμῖν τὴν διαθήκην αὐτοῦ ἣν ἐνετείλατο ὑμῖν ποιεῖν τὰ δέκα ῥήματα καὶ ἔγραψεν αὐτὰ ἐπὶ δύο πλάκας λιθίνας
Unchecked Copy BoxDeu 4:14 - καὶ ἐμοὶ ἐνετείλατο κύριος ἐν τῷ καιρῷ ἐκείνῳ διδάξαι ὑμᾶς δικαιώματα καὶ κρίσεις ποιεῖν αὐτὰ ὑμᾶς ἐπὶ τῆς γῆς εἰς ἣν ὑμεῖς εἰσπορεύεσθε ἐκεῖ κληρονομεῖν αὐτήν
Unchecked Copy BoxDeu 4:15 - καὶ φυλάξεσθε σφόδρα τὰς ψυχὰς ὑμῶν ὅτι οὐκ εἴδετε ὁμοίωμα ἐν τῇ ἡμέρᾳ ἐλάλησεν κύριος πρὸς ὑμᾶς ἐν Χωρηβ ἐν τῷ ὄρει ἐκ μέσου τοῦ πυρός
Unchecked Copy BoxDeu 4:16 - μὴ ἀνομήσητε καὶ ποιήσητε ὑμῖν ἑαυτοῖς γλυπτὸν ὁμοίωμα πᾶσαν εἰκόνα ὁμοίωμα ἀρσενικοῦ θηλυκοῦ
Unchecked Copy BoxDeu 4:17 - ὁμοίωμα παντὸς κτήνους τῶν ὄντων ἐπὶ τῆς γῆς ὁμοίωμα παντὸς ὀρνέου πτερωτοῦ πέταται ὑπὸ τὸν οὐρανόν
Unchecked Copy BoxDeu 4:18 - ὁμοίωμα παντὸς ἑρπετοῦ ἕρπει ἐπὶ τῆς γῆς ὁμοίωμα παντὸς ἰχθύος ὅσα ἐστὶν ἐν τοῖς ὕδασιν ὑποκάτω τῆς γῆς
Unchecked Copy BoxDeu 4:19 - καὶ μὴ ἀναβλέψας εἰς τὸν οὐρανὸν καὶ ἰδὼν τὸν ἥλιον καὶ τὴν σελήνην καὶ τοὺς ἀστέρας καὶ πάντα τὸν κόσμον τοῦ οὐρανοῦ πλανηθεὶς προσκυνήσῃς αὐτοῖς καὶ λατρεύσῃς αὐτοῖς ἀπένειμεν κύριος θεός σου αὐτὰ πᾶσιν τοῖς ἔθνεσιν τοῖς ὑποκάτω τοῦ οὐρανοῦ
Unchecked Copy BoxDeu 4:20 - ὑμᾶς δὲ ἔλαβεν θεὸς καὶ ἐξήγαγεν ὑμᾶς ἐκ τῆς καμίνου τῆς σιδηρᾶς ἐξ Αἰγύπτου εἶναι αὐτῷ λαὸν ἔγκληρον ὡς ἐν τῇ ἡμέρᾳ ταύτῃ
Unchecked Copy BoxDeu 4:21 - καὶ κύριος ἐθυμώθη μοι περὶ τῶν λεγομένων ὑφ᾽ ὑμῶν καὶ ὤμοσεν ἵνα μὴ διαβῶ τὸν Ιορδάνην τοῦτον καὶ ἵνα μὴ εἰσέλθω εἰς τὴν γῆν ἣν κύριος θεὸς δίδωσίν σοι ἐν κλήρῳ
Unchecked Copy BoxDeu 4:22 - ἐγὼ γὰρ ἀποθνῄσκω ἐν τῇ γῇ ταύτῃ καὶ οὐ διαβαίνω τὸν Ιορδάνην τοῦτον ὑμεῖς δὲ διαβαίνετε καὶ κληρονομήσετε τὴν γῆν τὴν ἀγαθὴν ταύτην
Unchecked Copy BoxDeu 4:23 - προσέχετε ὑμεῖς μὴ ἐπιλάθησθε τὴν διαθήκην κυρίου τοῦ θεοῦ ὑμῶν ἣν διέθετο πρὸς ὑμᾶς καὶ ποιήσητε ὑμῖν ἑαυτοῖς γλυπτὸν ὁμοίωμα πάντων ὧν συνέταξεν κύριος θεός σου
Unchecked Copy BoxDeu 4:24 - ὅτι κύριος θεός σου πῦρ καταναλίσκον ἐστίν θεὸς ζηλωτής
Unchecked Copy BoxDeu 4:25 - ἐὰν δὲ γεννήσῃς υἱοὺς καὶ υἱοὺς τῶν υἱῶν σου καὶ χρονίσητε ἐπὶ τῆς γῆς καὶ ἀνομήσητε καὶ ποιήσητε γλυπτὸν ὁμοίωμα παντὸς καὶ ποιήσητε τὰ πονηρὰ ἐναντίον κυρίου τοῦ θεοῦ ὑμῶν παροργίσαι αὐτόν
Unchecked Copy BoxDeu 4:26 - διαμαρτύρομαι ὑμῖν σήμερον τόν τε οὐρανὸν καὶ τὴν γῆν ὅτι ἀπωλείᾳ ἀπολεῖσθε ἀπὸ τῆς γῆς εἰς ἣν ὑμεῖς διαβαίνετε τὸν Ιορδάνην ἐκεῖ κληρονομῆσαι αὐτήν οὐχὶ πολυχρονιεῖτε ἡμέρας ἐπ᾽ αὐτῆς ἀλλ᾽ ἐκτριβῇ ἐκτριβήσεσθε
Unchecked Copy BoxDeu 4:27 - καὶ διασπερεῖ κύριος ὑμᾶς ἐν πᾶσιν τοῖς ἔθνεσιν καὶ καταλειφθήσεσθε ὀλίγοι ἀριθμῷ ἐν τοῖς ἔθνεσιν εἰς οὓς εἰσάξει κύριος ὑμᾶς ἐκεῖ
Unchecked Copy BoxDeu 4:28 - καὶ λατρεύσετε ἐκεῖ θεοῖς ἑτέροις ἔργοις χειρῶν ἀνθρώπων ξύλοις καὶ λίθοις οἳ οὐκ ὄψονται οὐδὲ μὴ ἀκούσωσιν οὔτε μὴ φάγωσιν οὔτε μὴ ὀσφρανθῶσιν
Unchecked Copy BoxDeu 4:29 - καὶ ζητήσετε ἐκεῖ κύριον τὸν θεὸν ὑμῶν καὶ εὑρήσετε ὅταν ἐκζητήσητε αὐτὸν ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου ἐν τῇ θλίψει σου
Unchecked Copy BoxDeu 4:30 - καὶ εὑρήσουσίν σε πάντες οἱ λόγοι οὗτοι ἐπ᾽ ἐσχάτῳ τῶν ἡμερῶν καὶ ἐπιστραφήσῃ πρὸς κύριον τὸν θεόν σου καὶ εἰσακούσῃ τῆς φωνῆς αὐτοῦ
Unchecked Copy BoxDeu 4:31 - ὅτι θεὸς οἰκτίρμων κύριος θεός σου οὐκ ἐγκαταλείψει σε οὐδὲ μὴ ἐκτρίψει σε οὐκ ἐπιλήσεται τὴν διαθήκην τῶν πατέρων σου ἣν ὤμοσεν αὐτοῖς
Unchecked Copy BoxDeu 4:32 - ἐπερωτήσατε ἡμέρας προτέρας τὰς γενομένας προτέρας σου ἀπὸ τῆς ἡμέρας ἧς ἔκτισεν θεὸς ἄνθρωπον ἐπὶ τῆς γῆς καὶ ἐπὶ τὸ ἄκρον τοῦ οὐρανοῦ ἕως ἄκρου τοῦ οὐρανοῦ εἰ γέγονεν κατὰ τὸ ῥῆμα τὸ μέγα τοῦτο εἰ ἤκουσται τοιοῦτο
Unchecked Copy BoxDeu 4:33 - εἰ ἀκήκοεν ἔθνος φωνὴν θεοῦ ζῶντος λαλοῦντος ἐκ μέσου τοῦ πυρός ὃν τρόπον ἀκήκοας σὺ καὶ ἔζησας
Unchecked Copy BoxDeu 4:34 - εἰ ἐπείρασεν θεὸς εἰσελθὼν λαβεῖν ἑαυτῷ ἔθνος ἐκ μέσου ἔθνους ἐν πειρασμῷ καὶ ἐν σημείοις καὶ ἐν τέρασιν καὶ ἐν πολέμῳ καὶ ἐν χειρὶ κραταιᾷ καὶ ἐν βραχίονι ὑψηλῷ καὶ ἐν ὁράμασιν μεγάλοις κατὰ πάντα ὅσα ἐποίησεν κύριος θεὸς ἡμῶν ἐν Αἰγύπτῳ ἐνώπιόν σου βλέποντος
Unchecked Copy BoxDeu 4:35 - ὥστε εἰδῆσαί σε ὅτι κύριος θεός σου οὗτος θεός ἐστιν καὶ οὐκ ἔστιν ἔτι πλὴν αὐτοῦ
Unchecked Copy BoxDeu 4:36 - ἐκ τοῦ οὐρανοῦ ἀκουστὴ ἐγένετο φωνὴ αὐτοῦ παιδεῦσαί σε καὶ ἐπὶ τῆς γῆς ἔδειξέν σοι τὸ πῦρ αὐτοῦ τὸ μέγα καὶ τὰ ῥήματα αὐτοῦ ἤκουσας ἐκ μέσου τοῦ πυρός
Unchecked Copy BoxDeu 4:37 - διὰ τὸ ἀγαπῆσαι αὐτὸν τοὺς πατέρας σου καὶ ἐξελέξατο τὸ σπέρμα αὐτῶν μετ᾽ αὐτοὺς ὑμᾶς καὶ ἐξήγαγέν σε αὐτὸς ἐν τῇ ἰσχύι αὐτοῦ τῇ μεγάλῃ ἐξ Αἰγύπτου
Unchecked Copy BoxDeu 4:38 - ἐξολεθρεῦσαι ἔθνη μεγάλα καὶ ἰσχυρότερά σου πρὸ προσώπου σου εἰσαγαγεῖν σε δοῦναί σοι τὴν γῆν αὐτῶν κληρονομεῖν καθὼς ἔχεις σήμερον
Unchecked Copy BoxDeu 4:39 - καὶ γνώσῃ σήμερον καὶ ἐπιστραφήσῃ τῇ διανοίᾳ ὅτι κύριος θεός σου οὗτος θεὸς ἐν τῷ οὐρανῷ ἄνω καὶ ἐπὶ τῆς γῆς κάτω καὶ οὐκ ἔστιν ἔτι πλὴν αὐτοῦ
Unchecked Copy BoxDeu 4:40 - καὶ φυλάξῃ τὰ δικαιώματα αὐτοῦ καὶ τὰς ἐντολὰς αὐτοῦ ὅσας ἐγὼ ἐντέλλομαί σοι σήμερον ἵνα εὖ σοι γένηται καὶ τοῖς υἱοῖς σου μετὰ σέ ὅπως μακροήμεροι γένησθε ἐπὶ τῆς γῆς ἧς κύριος θεός σου δίδωσίν σοι πάσας τὰς ἡμέρας
Interlinear Bibles Cross-Refs Commentaries Dictionaries Misc
x
Deuteronomy 4:40 Commentaries
Unchecked Copy BoxDeu 4:41 - τότε ἀφώρισεν Μωυσῆς τρεῖς πόλεις πέραν τοῦ Ιορδάνου ἀπὸ ἀνατολῶν ἡλίου
Unchecked Copy BoxDeu 4:42 - φυγεῖν ἐκεῖ τὸν φονευτήν ὃς ἂν φονεύσῃ τὸν πλησίον οὐκ εἰδὼς καὶ οὗτος οὐ μισῶν αὐτὸν πρὸ τῆς ἐχθὲς καὶ τρίτης καὶ καταφεύξεται εἰς μίαν τῶν πόλεων τούτων καὶ ζήσεται
Unchecked Copy BoxDeu 4:43 - τὴν Βοσορ ἐν τῇ ἐρήμῳ ἐν τῇ γῇ τῇ πεδινῇ τῷ Ρουβην καὶ τὴν Ραμωθ ἐν Γαλααδ τῷ Γαδδι καὶ τὴν Γαυλων ἐν Βασαν τῷ Μανασση
Unchecked Copy BoxDeu 4:44 - οὗτος νόμος ὃν παρέθετο Μωυσῆς ἐνώπιον υἱῶν Ισραηλ
Unchecked Copy BoxDeu 4:45 - ταῦτα τὰ μαρτύρια καὶ τὰ δικαιώματα καὶ τὰ κρίματα ὅσα ἐλάλησεν Μωυσῆς τοῖς υἱοῖς Ισραηλ ἐν τῇ ἐρήμῳ ἐξελθόντων αὐτῶν ἐκ γῆς Αἰγύπτου
Unchecked Copy BoxDeu 4:46 - ἐν τῷ πέραν τοῦ Ιορδάνου ἐν φάραγγι ἐγγὺς οἴκου Φογωρ ἐν γῇ Σηων βασιλέως τῶν Αμορραίων ὃς κατῴκει ἐν Εσεβων οὓς ἐπάταξεν Μωυσῆς καὶ οἱ υἱοὶ Ισραηλ ἐξελθόντων αὐτῶν ἐκ γῆς Αἰγύπτου
Unchecked Copy BoxDeu 4:47 - καὶ ἐκληρονόμησαν τὴν γῆν αὐτοῦ καὶ τὴν γῆν Ωγ βασιλέως τῆς Βασαν δύο βασιλέων τῶν Αμορραίων οἳ ἦσαν πέραν τοῦ Ιορδάνου κατ᾽ ἀνατολὰς ἡλίου
Unchecked Copy BoxDeu 4:48 - ἀπὸ Αροηρ ἐστιν ἐπὶ τοῦ χείλους χειμάρρου Αρνων καὶ ἐπὶ τοῦ ὄρους τοῦ Σηων ἐστιν Αερμων
Unchecked Copy BoxDeu 4:49 - πᾶσαν τὴν Αραβα πέραν τοῦ Ιορδάνου κατ᾽ ἀνατολὰς ἡλίου ὑπὸ Ασηδωθ τὴν λαξευτήν
LXX

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

BLB Searches
Search the Bible
LXX
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
LXX

Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan

Deuteronomy Chapter 4 — Additional Translations: