LXX

LXX

Click to Change

Return to Top

Return to Top

Printer Icon

Print

Copy
Copy Options
Format by: Verse Paragraph
Strong's
Red Letter
Audio Bibles
Copy Options
Cite Print
The Blue Letter Bible

Δευτερονόμιο (Deuteronomy) 19 :: Septuagint (LXX)

Choose a new font size and typeface
Audio Bibles
Unchecked Copy BoxDeu 19:1 - ἐὰν δὲ ἀφανίσῃ κύριος θεός σου τὰ ἔθνη θεός σου δίδωσίν σοι τὴν γῆν αὐτῶν καὶ κατακληρονομήσητε αὐτοὺς καὶ κατοικήσητε ἐν ταῖς πόλεσιν αὐτῶν καὶ ἐν τοῖς οἴκοις αὐτῶν
Unchecked Copy BoxDeu 19:2 - τρεῖς πόλεις διαστελεῖς σεαυτῷ ἐν μέσῳ τῆς γῆς σου ἧς κύριος θεός σου δίδωσίν σοι
Unchecked Copy BoxDeu 19:3 - στόχασαί σοι τὴν ὁδὸν καὶ τριμεριεῖς τὰ ὅρια τῆς γῆς σου ἣν καταμερίζει σοι κύριος θεός σου καὶ ἔσται καταφυγὴ ἐκεῖ παντὶ φονευτῇ
Unchecked Copy BoxDeu 19:4 - τοῦτο δὲ ἔσται τὸ πρόσταγμα τοῦ φονευτοῦ ὃς ἂν φύγῃ ἐκεῖ καὶ ζήσεται ὃς ἂν πατάξῃ τὸν πλησίον αὐτοῦ ἀκουσίως καὶ οὗτος οὐ μισῶν αὐτὸν πρὸ τῆς ἐχθὲς καὶ πρὸ τῆς τρίτης
Unchecked Copy BoxDeu 19:5 - καὶ ὃς ἂν εἰσέλθῃ μετὰ τοῦ πλησίον εἰς τὸν δρυμὸν συναγαγεῖν ξύλα καὶ ἐκκρουσθῇ ἡ χεὶρ αὐτοῦ τῇ ἀξίνῃ κόπτοντος τὸ ξύλον καὶ ἐκπεσὸν τὸ σιδήριον ἀπὸ τοῦ ξύλου τύχῃ τοῦ πλησίον καὶ ἀποθάνῃ οὗτος καταφεύξεται εἰς μίαν τῶν πόλεων τούτων καὶ ζήσεται
Unchecked Copy BoxDeu 19:6 - ἵνα μὴ διώξας ἀγχιστεύων τοῦ αἵματος ὀπίσω τοῦ φονεύσαντος ὅτι παρατεθέρμανται τῇ καρδίᾳ καὶ καταλάβῃ αὐτόν ἐὰν μακροτέρα ὁδός καὶ πατάξῃ αὐτοῦ τὴν ψυχήν καὶ ἀποθάνῃ καὶ τούτῳ οὐκ ἔστιν κρίσις θανάτου ὅτι οὐ μισῶν ἦν αὐτὸν πρὸ τῆς ἐχθὲς καὶ πρὸ τῆς τρίτης
Unchecked Copy BoxDeu 19:7 - διὰ τοῦτο ἐγώ σοι ἐντέλλομαι τὸ ῥῆμα τοῦτο λέγων τρεῖς πόλεις διαστελεῖς σεαυτῷ
Unchecked Copy BoxDeu 19:8 - ἐὰν δὲ ἐμπλατύνῃ κύριος θεός σου τὰ ὅριά σου ὃν τρόπον ὤμοσεν τοῖς πατράσιν σου καὶ δῷ σοι κύριος πᾶσαν τὴν γῆν ἣν εἶπεν δοῦναι τοῖς πατράσιν σου
Unchecked Copy BoxDeu 19:9 - ἐὰν ἀκούσῃς ποιεῖν πάσας τὰς ἐντολὰς ταύτας ἃς ἐγὼ ἐντέλλομαί σοι σήμερον ἀγαπᾶν κύριον τὸν θεόν σου πορεύεσθαι ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ πάσας τὰς ἡμέρας καὶ προσθήσεις σεαυτῷ ἔτι τρεῖς πόλεις πρὸς τὰς τρεῖς ταύτας
Unchecked Copy BoxDeu 19:10 - καὶ οὐκ ἐκχυθήσεται αἷμα ἀναίτιον ἐν τῇ γῇ σου κύριος θεός σου δίδωσίν σοι ἐν κλήρῳ καὶ οὐκ ἔσται ἐν σοὶ αἵματι ἔνοχος
Unchecked Copy BoxDeu 19:11 - ἐὰν δὲ γένηται ἄνθρωπος μισῶν τὸν πλησίον καὶ ἐνεδρεύσῃ αὐτὸν καὶ ἐπαναστῇ ἐπ᾽ αὐτὸν καὶ πατάξῃ αὐτοῦ ψυχήν καὶ ἀπεθάνῃ καὶ φύγῃ εἰς μίαν τῶν πόλεων τούτων
Unchecked Copy BoxDeu 19:12 - καὶ ἀποστελοῦσιν γερουσία τῆς πόλεως αὐτοῦ καὶ λήμψονται αὐτὸν ἐκεῖθεν καὶ παραδώσουσιν αὐτὸν εἰς χεῖρας τῷ ἀγχιστεύοντι τοῦ αἵματος καὶ ἀποθανεῖται
Unchecked Copy BoxDeu 19:13 - οὐ φείσεται ὀφθαλμός σου ἐπ᾽ αὐτῷ καὶ καθαριεῖς τὸ αἷμα τὸ ἀναίτιον ἐξ Ισραηλ καὶ εὖ σοι ἔσται
Unchecked Copy BoxDeu 19:14 - οὐ μετακινήσεις ὅρια τοῦ πλησίον σου ἔστησαν οἱ πατέρες σου ἐν τῇ κληρονομίᾳ σου κατεκληρονομήθης ἐν τῇ γῇ κύριος θεός σου δίδωσίν σοι ἐν κλήρῳ
Unchecked Copy BoxDeu 19:15 - οὐκ ἐμμενεῖ μάρτυς εἷς μαρτυρῆσαι κατὰ ἀνθρώπου κατὰ πᾶσαν ἀδικίαν καὶ κατὰ πᾶν ἁμάρτημα καὶ κατὰ πᾶσαν ἁμαρτίαν ἣν ἂν ἁμάρτῃ ἐπὶ στόματος δύο μαρτύρων καὶ ἐπὶ στόματος τριῶν μαρτύρων σταθήσεται πᾶν ῥῆμα
Unchecked Copy BoxDeu 19:16 - ἐὰν δὲ καταστῇ μάρτυς ἄδικος κατὰ ἀνθρώπου καταλέγων αὐτοῦ ἀσέβειαν
Unchecked Copy BoxDeu 19:17 - καὶ στήσονται οἱ δύο ἄνθρωποι οἷς ἐστιν αὐτοῖς ἀντιλογία ἔναντι κυρίου καὶ ἔναντι τῶν ἱερέων καὶ ἔναντι τῶν κριτῶν οἳ ἐὰν ὦσιν ἐν ταῖς ἡμέραις ἐκείναις
Unchecked Copy BoxDeu 19:18 - καὶ ἐξετάσωσιν οἱ κριταὶ ἀκριβῶς καὶ ἰδοὺ μάρτυς ἄδικος ἐμαρτύρησεν ἄδικα ἀντέστη κατὰ τοῦ ἀδελφοῦ αὐτοῦ
Unchecked Copy BoxDeu 19:19 - καὶ ποιήσετε αὐτῷ ὃν τρόπον ἐπονηρεύσατο ποιῆσαι κατὰ τοῦ ἀδελφοῦ αὐτοῦ καὶ ἐξαρεῖς τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν
Unchecked Copy BoxDeu 19:20 - καὶ οἱ ἐπίλοιποι ἀκούσαντες φοβηθήσονται καὶ οὐ προσθήσουσιν ἔτι ποιῆσαι κατὰ τὸ ῥῆμα τὸ πονηρὸν τοῦτο ἐν ὑμῖν
Unchecked Copy BoxDeu 19:21 - οὐ φείσεται ὀφθαλμός σου ἐπ᾽ αὐτῷ ψυχὴν ἀντὶ ψυχῆς ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ ὀδόντα ἀντὶ ὀδόντος χεῖρα ἀντὶ χειρός πόδα ἀντὶ ποδός
LXX

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

BLB Searches
Search the Bible
LXX
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
LXX

Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan

Deuteronomy Chapter 19 — Additional Translations: