LXX

LXX

Click to Change

Return to Top

Return to Top

Printer Icon

Print

Copy
Copy Options
Format by: Verse Paragraph
Strong's
Red Letter
Audio Bibles
Copy Options
Cite Print
The Blue Letter Bible

Α΄ Σαμουήλ (1 Samuel) 9 :: Septuagint (LXX)

Choose a new font size and typeface
Audio Bibles
Unchecked Copy Box1Sa 9:1 - καὶ ἦν ἀνὴρ ἐξ υἱῶν Βενιαμιν καὶ ὄνομα αὐτῷ Κις υἱὸς Αβιηλ υἱοῦ Σαρεδ υἱοῦ Βαχιρ υἱοῦ Αφεκ υἱοῦ ἀνδρὸς Ιεμιναίου ἀνὴρ δυνατός
Unchecked Copy Box1Sa 9:2 - καὶ τούτῳ υἱός καὶ ὄνομα αὐτῷ Σαουλ εὐμεγέθης ἀνὴρ ἀγαθός καὶ οὐκ ἦν ἐν υἱοῖς Ισραηλ ἀγαθὸς ὑπὲρ αὐτόν ὑπὲρ ὠμίαν καὶ ἐπάνω ὑψηλὸς ὑπὲρ πᾶσαν τὴν γῆν
Unchecked Copy Box1Sa 9:3 - καὶ ἀπώλοντο αἱ ὄνοι Κις πατρὸς Σαουλ καὶ εἶπεν Κις πρὸς Σαουλ τὸν υἱὸν αὐτοῦ λαβὲ μετὰ σεαυτοῦ ἓν τῶν παιδαρίων καὶ ἀνάστητε καὶ πορεύθητε καὶ ζητήσατε τὰς ὄνους
Unchecked Copy Box1Sa 9:4 - καὶ διῆλθον δι᾽ ὄρους Εφραιμ καὶ διῆλθον διὰ τῆς γῆς Σελχα καὶ οὐχ εὗρον καὶ διῆλθον διὰ τῆς γῆς Εασακεμ καὶ οὐκ ἦν καὶ διῆλθον διὰ τῆς γῆς Ιακιμ καὶ οὐχ εὗρον
Unchecked Copy Box1Sa 9:5 - αὐτῶν ἐλθόντων εἰς τὴν Σιφ καὶ Σαουλ εἶπεν τῷ παιδαρίῳ αὐτοῦ τῷ μετ᾽ αὐτοῦ δεῦρο καὶ ἀναστρέψωμεν μὴ ἀνεὶς πατήρ μου τὰς ὄνους φροντίζῃ περὶ ἡμῶν
Unchecked Copy Box1Sa 9:6 - καὶ εἶπεν αὐτῷ τὸ παιδάριον ἰδοὺ δὴ ἄνθρωπος τοῦ θεοῦ ἐν τῇ πόλει ταύτῃ καὶ ἄνθρωπος ἔνδοξος πᾶν ἐὰν λαλήσῃ παραγινόμενον παρέσται καὶ νῦν πορευθῶμεν ὅπως ἀπαγγείλῃ ἡμῖν τὴν ὁδὸν ἡμῶν ἐφ᾽ ἣν ἐπορεύθημεν ἐπ᾽ αὐτήν
Unchecked Copy Box1Sa 9:7 - καὶ εἶπεν Σαουλ τῷ παιδαρίῳ αὐτοῦ τῷ μετ᾽ αὐτοῦ καὶ ἰδοὺ πορευσόμεθα καὶ τί οἴσομεν τῷ ἀνθρώπῳ τοῦ θεοῦ ὅτι οἱ ἄρτοι ἐκλελοίπασιν ἐκ τῶν ἀγγείων ἡμῶν καὶ πλεῖον οὐκ ἔστιν μεθ᾽ ἡμῶν εἰσενεγκεῖν τῷ ἀνθρώπῳ τοῦ θεοῦ τὸ ὑπάρχον ἡμῖν
Unchecked Copy Box1Sa 9:8 - καὶ προσέθετο τὸ παιδάριον ἀποκριθῆναι τῷ Σαουλ καὶ εἶπεν ἰδοὺ εὕρηται ἐν τῇ χειρί μου τέταρτον σίκλου ἀργυρίου καὶ δώσεις τῷ ἀνθρώπῳ τοῦ θεοῦ καὶ ἀπαγγελεῖ ἡμῖν τὴν ὁδὸν ἡμῶν
Unchecked Copy Box1Sa 9:9 - καὶ ἔμπροσθεν ἐν Ισραηλ τάδε ἔλεγεν ἕκαστος ἐν τῷ πορεύεσθαι ἐπερωτᾶν τὸν θεόν δεῦρο πορευθῶμεν πρὸς τὸν βλέποντα ὅτι τὸν προφήτην ἐκάλει λαὸς ἔμπροσθεν βλέπων
Unchecked Copy Box1Sa 9:10 - καὶ εἶπεν Σαουλ πρὸς τὸ παιδάριον αὐτοῦ ἀγαθὸν τὸ ῥῆμα δεῦρο καὶ πορευθῶμεν καὶ ἐπορεύθησαν εἰς τὴν πόλιν οὗ ἦν ἐκεῖ ἄνθρωπος τοῦ θεοῦ
Unchecked Copy Box1Sa 9:11 - αὐτῶν ἀναβαινόντων τὴν ἀνάβασιν τῆς πόλεως καὶ αὐτοὶ εὑρίσκουσιν τὰ κοράσια ἐξεληλυθότα ὑδρεύσασθαι ὕδωρ καὶ λέγουσιν αὐταῖς εἰ ἔστιν ἐνταῦθα ὁ βλέπων
Unchecked Copy Box1Sa 9:12 - καὶ ἀπεκρίθη τὰ κοράσια αὐτοῖς καὶ λέγουσιν αὐτοῖς ἔστιν ἰδοὺ κατὰ πρόσωπον ὑμῶν νῦν διὰ τὴν ἡμέραν ἥκει εἰς τὴν πόλιν ὅτι θυσία σήμερον τῷ λαῷ ἐν Βαμα
Unchecked Copy Box1Sa 9:13 - ὡς ἂν εἰσέλθητε τὴν πόλιν οὕτως εὑρήσετε αὐτὸν ἐν τῇ πόλει πρὶν ἀναβῆναι αὐτὸν εἰς Βαμα τοῦ φαγεῖν ὅτι οὐ μὴ φάγῃ λαὸς ἕως τοῦ εἰσελθεῖν αὐτόν ὅτι οὗτος εὐλογεῖ τὴν θυσίαν καὶ μετὰ ταῦτα ἐσθίουσιν οἱ ξένοι καὶ νῦν ἀνάβητε ὅτι διὰ τὴν ἡμέραν εὑρήσετε αὐτόν
Unchecked Copy Box1Sa 9:14 - καὶ ἀναβαίνουσιν τὴν πόλιν αὐτῶν εἰσπορευομένων εἰς μέσον τῆς πόλεως καὶ ἰδοὺ Σαμουηλ ἐξῆλθεν εἰς ἀπάντησιν αὐτῶν τοῦ ἀναβῆναι εἰς Βαμα
Unchecked Copy Box1Sa 9:15 - καὶ κύριος ἀπεκάλυψεν τὸ ὠτίον Σαμουηλ ἡμέρᾳ μιᾷ ἔμπροσθεν τοῦ ἐλθεῖν πρὸς αὐτὸν Σαουλ λέγων
Unchecked Copy Box1Sa 9:16 - ὡς καιρὸς αὔριον ἀποστελῶ πρὸς σὲ ἄνδρα ἐκ γῆς Βενιαμιν καὶ χρίσεις αὐτὸν εἰς ἄρχοντα ἐπὶ τὸν λαόν μου Ισραηλ καὶ σώσει τὸν λαόν μου ἐκ χειρὸς ἀλλοφύλων ὅτι ἐπέβλεψα ἐπὶ τὴν ταπείνωσιν τοῦ λαοῦ μου ὅτι ἦλθεν βοὴ αὐτῶν πρός με
Unchecked Copy Box1Sa 9:17 - καὶ Σαμουηλ εἶδεν τὸν Σαουλ καὶ κύριος ἀπεκρίθη αὐτῷ ἰδοὺ ἄνθρωπος ὃν εἶπά σοι οὗτος ἄρξει ἐν τῷ λαῷ μου
Unchecked Copy Box1Sa 9:18 - καὶ προσήγαγεν Σαουλ πρὸς Σαμουηλ εἰς μέσον τῆς πόλεως καὶ εἶπεν ἀπάγγειλον δὴ ποῖος οἶκος τοῦ βλέποντος
Unchecked Copy Box1Sa 9:19 - καὶ ἀπεκρίθη Σαμουηλ τῷ Σαουλ καὶ εἶπεν ἐγώ εἰμι αὐτός ἀνάβηθι ἔμπροσθέν μου εἰς Βαμα καὶ φάγε μετ᾽ ἐμοῦ σήμερον καὶ ἐξαποστελῶ σε πρωὶ καὶ πάντα τὰ ἐν τῇ καρδίᾳ σου ἀπαγγελῶ σοι
Unchecked Copy Box1Sa 9:20 - καὶ περὶ τῶν ὄνων σου τῶν ἀπολωλυιῶν σήμερον τριταίων μὴ θῇς τὴν καρδίαν σου αὐταῖς ὅτι εὕρηνται καὶ τίνι τὰ ὡραῖα τοῦ Ισραηλ οὐ σοὶ καὶ τῷ οἴκῳ τοῦ πατρός σου
Unchecked Copy Box1Sa 9:21 - καὶ ἀπεκρίθη Σαουλ καὶ εἶπεν οὐχὶ ἀνδρὸς υἱὸς Ιεμιναίου ἐγώ εἰμι τοῦ μικροῦ σκήπτρου φυλῆς Ισραηλ καὶ τῆς φυλῆς τῆς ἐλαχίστης ἐξ ὅλου σκήπτρου Βενιαμιν καὶ ἵνα τί ἐλάλησας πρὸς ἐμὲ κατὰ τὸ ῥῆμα τοῦτο
Unchecked Copy Box1Sa 9:22 - καὶ ἔλαβεν Σαμουηλ τὸν Σαουλ καὶ τὸ παιδάριον αὐτοῦ καὶ εἰσήγαγεν αὐτοὺς εἰς τὸ κατάλυμα καὶ ἔθετο αὐτοῖς τόπον ἐν πρώτοις τῶν κεκλημένων ὡσεὶ ἑβδομήκοντα ἀνδρῶν
Unchecked Copy Box1Sa 9:23 - καὶ εἶπεν Σαμουηλ τῷ μαγείρῳ δός μοι τὴν μερίδα ἣν ἔδωκά σοι ἣν εἶπά σοι θεῖναι αὐτὴν παρὰ σοί
Unchecked Copy Box1Sa 9:24 - καὶ ὕψωσεν μάγειρος τὴν κωλέαν καὶ παρέθηκεν αὐτὴν ἐνώπιον Σαουλ καὶ εἶπεν Σαμουηλ τῷ Σαουλ ἰδοὺ ὑπόλειμμα παράθες αὐτὸ ἐνώπιόν σου καὶ φάγε ὅτι εἰς μαρτύριον τέθειταί σοι παρὰ τοὺς ἄλλους ἀπόκνιζε καὶ ἔφαγεν Σαουλ μετὰ Σαμουηλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ
Unchecked Copy Box1Sa 9:25 - καὶ κατέβη ἐκ τῆς Βαμα ἐν τῇ πόλει καὶ διέστρωσαν τῷ Σαουλ ἐπὶ τῷ δώματι
Unchecked Copy Box1Sa 9:26 - καὶ ἐκοιμήθη καὶ ἐγένετο ὡς ἀνέβαινεν ὄρθρος καὶ ἐκάλεσεν Σαμουηλ τὸν Σαουλ ἐπὶ τῷ δώματι λέγων ἀνάστα καὶ ἐξαποστελῶ σε καὶ ἀνέστη Σαουλ καὶ ἐξῆλθεν αὐτὸς καὶ Σαμουηλ ἕως ἔξω
Unchecked Copy Box1Sa 9:27 - αὐτῶν καταβαινόντων εἰς μέρος τῆς πόλεως καὶ Σαμουηλ εἶπεν τῷ Σαουλ εἰπὸν τῷ νεανίσκῳ καὶ διελθέτω ἔμπροσθεν ἡμῶν καὶ σὺ στῆθι ὡς σήμερον καὶ ἄκουσον ῥῆμα θεοῦ
LXX

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

BLB Searches
Search the Bible
LXX
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
LXX

Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan

1 Samuel Chapter 9 — Additional Translations: