LXX

LXX

Click to Change

Return to Top

Return to Top

Printer Icon

Print

Copy
Copy Options
Format by: Verse Paragraph
Strong's
Red Letter
Audio Bibles
Copy Options
Cite Print
The Blue Letter Bible

Α΄ Σαμουήλ (1 Samuel) 4 :: Septuagint (LXX)

Choose a new font size and typeface
Audio Bibles
Unchecked Copy Box1Sa 4:1 - καὶ ἐγενήθη ἐν ταῖς ἡμέραις ἐκείναις καὶ συναθροίζονται ἀλλόφυλοι εἰς πόλεμον ἐπὶ Ισραηλ καὶ ἐξῆλθεν Ισραηλ εἰς ἀπάντησιν αὐτοῖς εἰς πόλεμον καὶ παρεμβάλλουσιν ἐπὶ Αβενεζερ καὶ οἱ ἀλλόφυλοι παρεμβάλλουσιν ἐν Αφεκ
Unchecked Copy Box1Sa 4:2 - καὶ παρατάσσονται οἱ ἀλλόφυλοι εἰς πόλεμον ἐπὶ Ισραηλ καὶ ἔκλινεν πόλεμος καὶ ἔπταισεν ἀνὴρ Ισραηλ ἐνώπιον ἀλλοφύλων καὶ ἐπλήγησαν ἐν τῇ παρατάξει ἐν ἀγρῷ τέσσαρες χιλιάδες ἀνδρῶν
Unchecked Copy Box1Sa 4:3 - καὶ ἦλθεν λαὸς εἰς τὴν παρεμβολήν καὶ εἶπαν οἱ πρεσβύτεροι Ισραηλ κατὰ τί ἔπταισεν ἡμᾶς κύριος σήμερον ἐνώπιον ἀλλοφύλων λάβωμεν τὴν κιβωτὸν τοῦ θεοῦ ἡμῶν ἐκ Σηλωμ καὶ ἐξελθέτω ἐν μέσῳ ἡμῶν καὶ σώσει ἡμᾶς ἐκ χειρὸς ἐχθρῶν ἡμῶν
Unchecked Copy Box1Sa 4:4 - καὶ ἀπέστειλεν λαὸς εἰς Σηλωμ καὶ αἴρουσιν ἐκεῖθεν τὴν κιβωτὸν κυρίου καθημένου χερουβιμ καὶ ἀμφότεροι οἱ υἱοὶ Ηλι μετὰ τῆς κιβωτοῦ Οφνι καὶ Φινεες
Unchecked Copy Box1Sa 4:5 - καὶ ἐγενήθη ὡς ἦλθεν κιβωτὸς κυρίου εἰς τὴν παρεμβολήν καὶ ἀνέκραξεν πᾶς Ισραηλ φωνῇ μεγάλῃ καὶ ἤχησεν γῆ
Unchecked Copy Box1Sa 4:6 - καὶ ἤκουσαν οἱ ἀλλόφυλοι τῆς κραυγῆς καὶ εἶπον οἱ ἀλλόφυλοι τίς κραυγὴ μεγάλη αὕτη ἐν παρεμβολῇ τῶν Εβραίων καὶ ἔγνωσαν ὅτι κιβωτὸς κυρίου ἥκει εἰς τὴν παρεμβολήν
Unchecked Copy Box1Sa 4:7 - καὶ ἐφοβήθησαν οἱ ἀλλόφυλοι καὶ εἶπον οὗτοι οἱ θεοὶ ἥκασιν πρὸς αὐτοὺς εἰς τὴν παρεμβολήν οὐαὶ ἡμῖν ἐξελοῦ ἡμᾶς κύριε σήμερον ὅτι οὐ γέγονεν τοιαύτη ἐχθὲς καὶ τρίτην
Unchecked Copy Box1Sa 4:8 - οὐαὶ ἡμῖν τίς ἐξελεῖται ἡμᾶς ἐκ χειρὸς τῶν θεῶν τῶν στερεῶν τούτων οὗτοι οἱ θεοὶ οἱ πατάξαντες τὴν Αἴγυπτον ἐν πάσῃ πληγῇ καὶ ἐν τῇ ἐρήμῳ
Unchecked Copy Box1Sa 4:9 - κραταιοῦσθε καὶ γίνεσθε εἰς ἄνδρας ἀλλόφυλοι μήποτε δουλεύσητε τοῖς Εβραίοις καθὼς ἐδούλευσαν ἡμῖν καὶ ἔσεσθε εἰς ἄνδρας καὶ πολεμήσατε αὐτούς
Unchecked Copy Box1Sa 4:10 - καὶ ἐπολέμησαν αὐτούς καὶ πταίει ἀνὴρ Ισραηλ καὶ ἔφυγεν ἕκαστος εἰς σκήνωμα αὐτοῦ καὶ ἐγένετο πληγὴ μεγάλη σφόδρα καὶ ἔπεσαν ἐξ Ισραηλ τριάκοντα χιλιάδες ταγμάτων
Unchecked Copy Box1Sa 4:11 - καὶ κιβωτὸς θεοῦ ἐλήμφθη καὶ ἀμφότεροι υἱοὶ Ηλι ἀπέθανον Οφνι καὶ Φινεες
Unchecked Copy Box1Sa 4:12 - καὶ ἔδραμεν ἀνὴρ Ιεμιναῖος ἐκ τῆς παρατάξεως καὶ ἦλθεν εἰς Σηλωμ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ τὰ ἱμάτια αὐτοῦ διερρηγότα καὶ γῆ ἐπὶ τῆς κεφαλῆς αὐτοῦ
Unchecked Copy Box1Sa 4:13 - καὶ ἦλθεν καὶ ἰδοὺ Ηλι ἐκάθητο ἐπὶ τοῦ δίφρου παρὰ τὴν πύλην σκοπεύων τὴν ὁδόν ὅτι ἦν καρδία αὐτοῦ ἐξεστηκυῖα περὶ τῆς κιβωτοῦ τοῦ θεοῦ καὶ ἄνθρωπος εἰσῆλθεν εἰς τὴν πόλιν ἀπαγγεῖλαι καὶ ἀνεβόησεν πόλις
Unchecked Copy Box1Sa 4:14 - καὶ ἤκουσεν Ηλι τὴν φωνὴν τῆς βοῆς καὶ εἶπεν τίς βοὴ τῆς φωνῆς ταύτης καὶ ἄνθρωπος σπεύσας εἰσῆλθεν καὶ ἀπήγγειλεν τῷ Ηλι
Unchecked Copy Box1Sa 4:15 - καὶ Ηλι υἱὸς ἐνενήκοντα ἐτῶν καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἐπανέστησαν καὶ οὐκ ἔβλεπεν καὶ εἶπεν Ηλὶ τοῖς ἀνδράσιν τοῖς περιεστηκόσιν αὐτῷ τίς φωνὴ τοῦ ἤχους τούτου
Unchecked Copy Box1Sa 4:16 - καὶ ἀνὴρ σπεύσας προσῆλθεν πρὸς Ηλι καὶ εἶπεν αὐτῷ ἐγώ εἰμι ἥκων ἐκ τῆς παρεμβολῆς κἀγὼ πέφευγα ἐκ τῆς παρατάξεως σήμερον καὶ εἶπεν τί τὸ γεγονὸς ῥῆμα τέκνον
Unchecked Copy Box1Sa 4:17 - καὶ ἀπεκρίθη τὸ παιδάριον καὶ εἶπεν πέφευγεν ἀνὴρ Ισραηλ ἐκ προσώπου ἀλλοφύλων καὶ ἐγένετο πληγὴ μεγάλη ἐν τῷ λαῷ καὶ ἀμφότεροι οἱ υἱοί σου τεθνήκασιν καὶ κιβωτὸς τοῦ θεοῦ ἐλήμφθη
Unchecked Copy Box1Sa 4:18 - καὶ ἐγένετο ὡς ἐμνήσθη τῆς κιβωτοῦ τοῦ θεοῦ καὶ ἔπεσεν ἀπὸ τοῦ δίφρου ὀπισθίως ἐχόμενος τῆς πύλης καὶ συνετρίβη νῶτος αὐτοῦ καὶ ἀπέθανεν ὅτι πρεσβύτης ἄνθρωπος καὶ βαρύς καὶ αὐτὸς ἔκρινεν τὸν Ισραηλ εἴκοσι ἔτη
Unchecked Copy Box1Sa 4:19 - καὶ νύμφη αὐτοῦ γυνὴ Φινεες συνειληφυῖα τοῦ τεκεῖν καὶ ἤκουσεν τὴν ἀγγελίαν ὅτι ἐλήμφθη κιβωτὸς τοῦ θεοῦ καὶ ὅτι τέθνηκεν πενθερὸς αὐτῆς καὶ ἀνὴρ αὐτῆς καὶ ὤκλασεν καὶ ἔτεκεν ὅτι ἐπεστράφησαν ἐπ᾽ αὐτὴν ὠδῖνες αὐτῆς
Unchecked Copy Box1Sa 4:20 - καὶ ἐν τῷ καιρῷ αὐτῆς ἀποθνῄσκει καὶ εἶπον αὐτῇ αἱ γυναῖκες αἱ παρεστηκυῖαι αὐτῇ μὴ φοβοῦ ὅτι υἱὸν τέτοκας καὶ οὐκ ἀπεκρίθη καὶ οὐκ ἐνόησεν καρδία αὐτῆς
Unchecked Copy Box1Sa 4:21 - καὶ ἐκάλεσεν τὸ παιδάριον Οὐαὶ βαρχαβωθ ὑπὲρ τῆς κιβωτοῦ τοῦ θεοῦ καὶ ὑπὲρ τοῦ πενθεροῦ αὐτῆς καὶ ὑπὲρ τοῦ ἀνδρὸς αὐτῆς
Unchecked Copy Box1Sa 4:22 - καὶ εἶπαν ἀπῴκισται δόξα Ισραηλ ἐν τῷ λημφθῆναι τὴν κιβωτὸν κυρίου
LXX

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

BLB Searches
Search the Bible
LXX
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
LXX

Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan

1 Samuel Chapter 4 — Additional Translations: