Previous Chapter Full Page Full Page Next Chapter

Τίτο (Titus) 2 :: Textus Receptus (TR)

Tit 2:1Σὺ δὲ λάλει πρέπει τῇ ὑγιαινούσῃ διδασκαλίᾳ
Tit 2:2πρεσβύτας νηφαλίους εἶναι σεμνούς σώφρονας ὑγιαίνοντας τῇ πίστει τῇ ἀγάπῃ τῇ ὑπομονῇ·
Tit 2:3πρεσβύτιδας ὡσαύτως ἐν καταστήματι ἱεροπρεπεῖς μὴ διαβόλους μὴ οἴνῳ πολλῷ δεδουλωμένας καλοδιδασκάλους
Tit 2:4ἵνα σωφρονίζωσιν τὰς νέας φιλάνδρους εἶναι φιλοτέκνους
Tit 2:5σώφρονας ἁγνάς οἰκουρούς ἀγαθάς ὑποτασσομένας τοῖς ἰδίοις ἀνδράσιν ἵνα μὴ λόγος τοῦ θεοῦ βλασφημῆται
Tit 2:6τοὺς νεωτέρους ὡσαύτως παρακάλει σωφρονεῖν
Tit 2:7περὶ πάντα σεαυτὸν παρεχόμενος τύπον καλῶν ἔργων ἐν τῇ διδασκαλίᾳ ἀδιἀφθορίαν, σεμνότητα ἀφθαρσιαν,
Tit 2:8λόγον ὑγιῆ ἀκατάγνωστον ἵνα ἐξ ἐναντίας ἐντραπῇ μηδὲν ἔχων περὶ ὑμῶν λέγειν φαῦλον
Tit 2:9δούλους ἰδίοις δεσπόταις ὑποτάσσεσθαι ἐν πᾶσιν εὐαρέστους εἶναι μὴ ἀντιλέγοντας
Tit 2:10μὴ νοσφιζομένους ἀλλὰ πίστιν πᾶσαν ἐνδεικνυμένους ἀγαθήν ἵνα τὴν διδασκαλίαν τοῦ σωτῆρος ὑμῶν θεοῦ κοσμῶσιν ἐν πᾶσιν
Tit 2:11Ἐπεφάνη γὰρ χάρις τοῦ θεοῦ σωτήριος πᾶσιν ἀνθρώποις
Tit 2:12παιδεύουσα ἡμᾶς ἵνα ἀρνησάμενοι τὴν ἀσέβειαν καὶ τὰς κοσμικὰς ἐπιθυμίας σωφρόνως καὶ δικαίως καὶ εὐσεβῶς ζήσωμεν ἐν τῷ νῦν αἰῶνι
Tit 2:13προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ
Tit 2:14ὃς ἔδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν ἵνα λυτρώσηται ἡμᾶς ἀπὸ πάσης ἀνομίας καὶ καθαρίσῃ ἑαυτῷ λαὸν περιούσιον ζηλωτὴν καλῶν ἔργων
Tit 2:15Ταῦτα λάλει καὶ παρακάλει καὶ ἔλεγχε μετὰ πάσης ἐπιταγῆς· μηδείς σου περιφρονείτω
Translation Copyright Logo

The Textus Receptus (latin, "Received Text") is the Greek text originally compiled by Erasmus around 1516. Though the earliest work was prepared by Desiderius Erasmus, his work was later revised by Robert Estienne (or, Stephanus) and further revised by Theodore Beza. The text produced by each is substantially the same, aside from some minor variations. The Blue Letter Bible utilizes Stephanus' edition from 1550.

Translations available: King James Version, New King James Version, New Living Translation, New International Version, English Standard Version, Christian Standard Bible, New American Standard Bible 2020, New American Standard Bible 1995, Legacy Standard Bible 2021, New English Translation, Revised Standard Version, American Standard Version, Young's Literal Translation, Darby Translation, Webster's Bible, Hebrew Names Version, Reina-Valera 1960, Latin Vulgate, Westminster Leningrad Codex, Septuagint, Morphological Greek New Testament, and Textus Receptus.