Previous Chapter Full Page Full Page Next Chapter

Ρωμαίους (Romans) 15 :: Textus Receptus (TR)

Rom 15:1Ὀφείλομεν δὲ ἡμεῖς οἱ δυνατοὶ τὰ ἀσθενήματα τῶν ἀδυνάτων βαστάζειν καὶ μὴ ἑαυτοῖς ἀρέσκειν
Rom 15:2ἕκαστος γάρ ἡμῶν τῷ πλησίον ἀρεσκέτω εἰς τὸ ἀγαθὸν πρὸς οἰκοδομήν·
Rom 15:3καὶ γὰρ Χριστὸς οὐχ ἑαυτῷ ἤρεσεν· ἀλλὰ καθὼς γέγραπται Οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε ἐπέπεσον ἐπ᾽ ἐμέ
Rom 15:4ὅσα γὰρ προεγράφη εἰς τὴν ἡμετέραν διδασκαλίαν προεγράφη, ἵνα διὰ τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως τῶν γραφῶν τὴν ἐλπίδα ἔχωμεν
Rom 15:5 δὲ θεὸς τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως δῴη ὑμῖν τὸ αὐτὸ φρονεῖν ἐν ἀλλήλοις κατὰ Χριστὸν Ἰησοῦν
Rom 15:6ἵνα ὁμοθυμαδὸν ἐν ἑνὶ στόματι δοξάζητε τὸν θεὸν καὶ πατέρα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ
Rom 15:7Διὸ προσλαμβάνεσθε ἀλλήλους καθὼς καὶ Χριστὸς προσελάβετο ἡμᾶς εἰς δόξαν θεοῦ
Rom 15:8λέγω δὲ, Ἰησοῦν Χριστὸν διάκονον γεγενῆσθαι περιτομῆς ὑπὲρ ἀληθείας θεοῦ εἰς τὸ βεβαιῶσαι τὰς ἐπαγγελίας τῶν πατέρων
Rom 15:9τὰ δὲ ἔθνη ὑπὲρ ἐλέους δοξάσαι τὸν θεόν καθὼς γέγραπται Διὰ τοῦτο ἐξομολογήσομαί σοι ἐν ἔθνεσιν καὶ τῷ ὀνοματί σου ψαλῶ
Rom 15:10καὶ πάλιν λέγει Εὐφράνθητε ἔθνη μετὰ τοῦ λαοῦ αὐτοῦ
Rom 15:11καὶ πάλιν Αἰνεῖτε τὸν κύριον πάντα τὰ ἔθνη καὶ ἐπαινέσατε αὐτὸν πάντες οἱ λαοί
Rom 15:12καὶ πάλιν Ἠσαΐας λέγει Ἔσται ῥίζα τοῦ Ἰεσσαί καὶ ἀνιστάμενος ἄρχειν ἐθνῶν ἐπ᾽ αὐτῷ ἔθνη ἐλπιοῦσιν
Rom 15:13 δὲ θεὸς τῆς ἐλπίδος πληρώσαι ὑμᾶς πάσης χαρᾶς καὶ εἰρήνης ἐν τῷ πιστεύειν εἰς τὸ περισσεύειν ὑμᾶς ἐν τῇ ἐλπίδι ἐν δυνάμει πνεύματος ἁγίου
Rom 15:14Πέπεισμαι δέ ἀδελφοί μου καὶ αὐτὸς ἐγὼ περὶ ὑμῶν ὅτι καὶ αὐτοὶ μεστοί ἐστε ἀγαθωσύνης πεπληρωμένοι πάσης γνώσεως δυνάμενοι καὶ ἀλλήλους νουθετεῖν
Rom 15:15τολμηρότερον δὲ ἔγραψα ὑμῖν ἀδελφοί, ἀπὸ μέρους ὡς ἐπαναμιμνῄσκων ὑμᾶς διὰ τὴν χάριν τὴν δοθεῖσάν μοι ὑπὸ τοῦ θεοῦ
Rom 15:16εἰς τὸ εἶναί με λειτουργὸν Ἰησοῦ Χριστοῦ εἰς τὰ ἔθνη ἱερουργοῦντα τὸ εὐαγγέλιον τοῦ θεοῦ ἵνα γένηται προσφορὰ τῶν ἐθνῶν εὐπρόσδεκτος ἡγιασμένη ἐν πνεύματι ἁγίῳ
Rom 15:17ἔχω οὖν καύχησιν ἐν Χριστῷ Ἰησοῦ τὰ πρὸς θεόν·
Rom 15:18οὐ γὰρ τολμήσω λαλεῖν τι ὧν οὐ κατειργάσατο Χριστὸς δι᾽ ἐμοῦ εἰς ὑπακοὴν ἐθνῶν λόγῳ καὶ ἔργῳ
Rom 15:19ἐν δυνάμει σημείων καὶ τεράτων ἐν δυνάμει πνεύματος θεοῦ· ὥστε με ἀπὸ Ἰερουσαλὴμ καὶ κύκλῳ μέχρι τοῦ Ἰλλυρικοῦ πεπληρωκέναι τὸ εὐαγγέλιον τοῦ Χριστοῦ
Rom 15:20οὕτως δὲ φιλοτιμούμενον εὐαγγελίζεσθαι οὐχ ὅπου ὠνομάσθη Χριστός ἵνα μὴ ἐπ᾽ ἀλλότριον θεμέλιον οἰκοδομῶ
Rom 15:21ἀλλὰ καθὼς γέγραπται Οἷς οὐκ ἀνηγγέλη περὶ αὐτοῦ ὄψονται καὶ οἳ οὐκ ἀκηκόασιν συνήσουσιν
Rom 15:22Διὸ καὶ ἐνεκοπτόμην τὰ πολλὰ τοῦ ἐλθεῖν πρὸς ὑμᾶς·
Rom 15:23νυνὶ δὲ μηκέτι τόπον ἔχων ἐν τοῖς κλίμασιν τούτοις ἐπιποθίαν δὲ ἔχων τοῦ ἐλθεῖν πρὸς ὑμᾶς ἀπὸ πολλῶν ἐτῶν
Rom 15:24ὡς ἐὰν πορεύωμαι εἰς τὴν Σπανίαν· ἐλεύσομαι πρὸς ὑμᾶς ἐλπίζω γὰρ διαπορευόμενος θεάσασθαι ὑμας καὶ ὑφ᾽ ὑμῶν προπεμφθῆναι ἐκεῖ ἐὰν ὑμῶν πρῶτον ἀπὸ μέρους ἐμπλησθῶ
Rom 15:25νυνὶ δὲ πορεύομαι εἰς Ἰερουσαλὴμ διακονῶν τοῖς ἁγίοις
Rom 15:26εὐδόκησαν γὰρ Μακεδονία καὶ Ἀχαΐα κοινωνίαν τινὰ ποιήσασθαι εἰς τοὺς πτωχοὺς τῶν ἁγίων τῶν ἐν Ἰερουσαλήμ
Rom 15:27εὐδόκησαν γάρ καὶ ὀφειλέται αὐτῶν· εἰσὶν εἰ γὰρ τοῖς πνευματικοῖς αὐτῶν ἐκοινώνησαν τὰ ἔθνη ὀφείλουσιν καὶ ἐν τοῖς σαρκικοῖς λειτουργῆσαι αὐτοῖς
Rom 15:28τοῦτο οὖν ἐπιτελέσας καὶ σφραγισάμενος αὐτοῖς τὸν καρπὸν τοῦτον ἀπελεύσομαι δι᾽ ὑμῶν εἰς τὴν Σπανίαν·
Rom 15:29οἶδα δὲ ὅτι ἐρχόμενος πρὸς ὑμᾶς ἐν πληρώματι εὐλογίας τοῦ εὐαγγελίου τοῦ Χριστοῦ ἐλεύσομαι
Rom 15:30Παρακαλῶ δὲ ὑμᾶς ἀδελφοί διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ διὰ τῆς ἀγάπης τοῦ πνεύματος συναγωνίσασθαί μοι ἐν ταῖς προσευχαῖς ὑπὲρ ἐμοῦ πρὸς τὸν θεόν
Rom 15:31ἵνα ῥυσθῶ ἀπὸ τῶν ἀπειθούντων ἐν τῇ Ἰουδαίᾳ καὶ ἵνα διακονία μου εἰς Ἰερουσαλὴμ εὐπρόσδεκτος γένηται τοῖς ἁγίοις
Rom 15:32ἵνα ἐν χαρᾷ ἔλθω πρὸς ὑμᾶς διὰ θελήματος θεοῦ καὶ συναναπαύσωμαι ὑμῖν
Rom 15:33 δὲ θεὸς τῆς εἰρήνης μετὰ πάντων ὑμῶν ἀμήν
Translation Copyright Logo

The Textus Receptus (latin, "Received Text") is the Greek text originally compiled by Erasmus around 1516. Though the earliest work was prepared by Desiderius Erasmus, his work was later revised by Robert Estienne (or, Stephanus) and further revised by Theodore Beza. The text produced by each is substantially the same, aside from some minor variations. The Blue Letter Bible utilizes Stephanus' edition from 1550.

Romans Chapter 15 — Additional Translations: