Previous Chapter Full Page Full Page Next Chapter

Ρωμαίους (Romans) 14 :: Textus Receptus (TR)

Rom 14:1Τὸν δὲ ἀσθενοῦντα τῇ πίστει προσλαμβάνεσθε μὴ εἰς διακρίσεις διαλογισμῶν
Rom 14:2ὃς μὲν πιστεύει φαγεῖν πάντα δὲ ἀσθενῶν λάχανα ἐσθίει
Rom 14:3 ἐσθίων τὸν μὴ ἐσθίοντα μὴ ἐξουθενείτω καὶ μὴ ἐσθίων τὸν ἐσθίοντα μὴ κρινέτω θεὸς γὰρ αὐτὸν προσελάβετο
Rom 14:4σὺ τίς εἶ κρίνων ἀλλότριον οἰκέτην; τῷ ἰδίῳ κυρίῳ στήκει πίπτει· σταθήσεται δέ, δυνατὸς γάρ ἐστιν Θεὸς στῆσαι αὐτόν
Rom 14:5ὃς μὲν κρίνει ἡμέραν παρ᾽ ἡμέραν, ὃς δὲ κρίνει πᾶσαν ἡμέραν· ἕκαστος ἐν τῷ ἰδίῳ νοῒ πληροφορείσθω
Rom 14:6 φρονῶν τὴν ἡμέραν κυρίῳ φρονεῖ· καὶ μὴ φρονῶν τὴν ἡμέραν, κυρίῳ οὐ φρονεῖ· ἐσθίων κυρίῳ ἐσθίει εὐχαριστεῖ γὰρ τῷ θεῷ· καὶ μὴ ἐσθίων Κυρίῳ οὐκ ἐσθίει καὶ εὐχαριστεῖ τῷ θεῷ
Rom 14:7οὐδεὶς γὰρ ἡμῶν ἑαυτῷ ζῇ καὶ οὐδεὶς ἑαυτῷ ἀποθνῄσκει·
Rom 14:8ἐάν τε γὰρ ζῶμεν τῷ κυρίῳ ζῶμεν ἐάν τε ἀποθνῄσκωμεν τῷ κυρίῳ ἀποθνῄσκομεν ἐάν τε οὖν ζῶμεν ἐάν τε ἀποθνῄσκωμεν τοῦ κυρίου ἐσμέν
Rom 14:9εἰς τοῦτο γὰρ Χριστὸς καὶ ἀπέθανεν καὶ ἀνέστη καὶ ἀνέζησεν, ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ
Rom 14:10σὺ δὲ τί κρίνεις τὸν ἀδελφόν σου; καὶ σὺ τί ἐξουθενεῖς τὸν ἀδελφόν σου; πάντες γὰρ παραστησόμεθα τῷ βήματι τοῦ Χριστοῦ
Rom 14:11γέγραπται γάρ, Ζῶ ἐγώ λέγει κύριος ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται τῷ θεῷ
Rom 14:12ἄρα οὖν ἕκαστος ἡμῶν περὶ ἑαυτοῦ λόγον δώσει τῷ θεῷ
Rom 14:13Μηκέτι οὖν ἀλλήλους κρίνωμεν· ἀλλὰ τοῦτο κρίνατε μᾶλλον τὸ μὴ τιθέναι πρόσκομμα τῷ ἀδελφῷ σκάνδαλον
Rom 14:14οἶδα καὶ πέπεισμαι ἐν κυρίῳ Ἰησοῦ ὅτι οὐδὲν κοινὸν δι᾽ ἑαυτοῦ εἰ μὴ τῷ λογιζομένῳ τι κοινὸν εἶναι ἐκείνῳ κοινόν
Rom 14:15εἰ δὲ διὰ βρῶμα ἀδελφός σου λυπεῖται οὐκέτι κατὰ ἀγάπην περιπατεῖς· μὴ τῷ βρώματί σου ἐκεῖνον ἀπόλλυε ὑπὲρ οὗ Χριστὸς ἀπέθανεν
Rom 14:16μὴ βλασφημείσθω οὖν ὑμῶν τὸ ἀγαθόν
Rom 14:17οὐ γάρ ἐστιν βασιλεία τοῦ θεοῦ βρῶσις καὶ πόσις ἀλλὰ δικαιοσύνη καὶ εἰρήνη καὶ χαρὰ ἐν πνεύματι ἁγίῳ·
Rom 14:18 γὰρ ἐν τούτοις δουλεύων τῷ Χριστῷ εὐάρεστος τῷ θεῷ καὶ δόκιμος τοῖς ἀνθρώποις
Rom 14:19ἄρα οὖν τὰ τῆς εἰρήνης διώκωμεν καὶ τὰ τῆς οἰκοδομῆς τῆς εἰς ἀλλήλους
Rom 14:20μὴ ἕνεκεν βρώματος κατάλυε τὸ ἔργον τοῦ θεοῦ πάντα μὲν καθαρά ἀλλὰ κακὸν τῷ ἀνθρώπῳ τῷ διὰ προσκόμματος ἐσθίοντι
Rom 14:21καλὸν τὸ μὴ φαγεῖν κρέα μηδὲ πιεῖν οἶνον μηδὲ ἐν ἀδελφός σου προσκόπτει σκανδαλίζεται ἀσθενεῖ
Rom 14:22σὺ πίστιν ἔχεις κατὰ σαυτὸν ἔχε ἐνώπιον τοῦ θεοῦ μακάριος μὴ κρίνων ἑαυτὸν ἐν δοκιμάζει·
Rom 14:23 δὲ διακρινόμενος ἐὰν φάγῃ κατακέκριται ὅτι οὐκ ἐκ πίστεως· πᾶν δὲ οὐκ ἐκ πίστεως ἁμαρτία ἐστίν
Translation Copyright Logo

The Textus Receptus (latin, "Received Text") is the Greek text originally compiled by Erasmus around 1516. Though the earliest work was prepared by Desiderius Erasmus, his work was later revised by Robert Estienne (or, Stephanus) and further revised by Theodore Beza. The text produced by each is substantially the same, aside from some minor variations. The Blue Letter Bible utilizes Stephanus' edition from 1550.

Romans Chapter 14 — Additional Translations: