Previous Chapter Full Page Full Page Next Chapter

Ρωμαίους (Romans) 13 :: Textus Receptus (TR)

Rom 13:1Πᾶσα ψυχὴ ἐξουσίαις ὑπερεχούσαις ὑποτασσέσθω οὐ γάρ ἐστιν ἐξουσία εἰ μὴ ἀπὸ θεοῦ αἱ δὲ οὖσαι ἐξουσίαι ὑπὸ τοῦ θεοῦ τεταγμέναι εἰσίν·
Rom 13:2ὥστε ἀντιτασσόμενος τῇ ἐξουσίᾳ τῇ τοῦ θεοῦ διαταγῇ ἀνθέστηκεν οἱ δὲ ἀνθεστηκότες ἑαυτοῖς κρίμα λήψονται
Rom 13:3οἱ γὰρ ἄρχοντες οὐκ εἰσὶν φόβος τῶν ἀγαθῶν ἔργων, ἀλλὰ τῶν κακῶν θέλεις δὲ μὴ φοβεῖσθαι τὴν ἐξουσίαν; τὸ ἀγαθὸν ποίει καὶ ἕξεις ἔπαινον ἐξ αὐτῆς·
Rom 13:4θεοῦ γὰρ διάκονός ἐστιν σοὶ εἰς τὸ ἀγαθόν ἐὰν δὲ τὸ κακὸν ποιῇς φοβοῦ· οὐ γὰρ εἰκῇ τὴν μάχαιραν φορεῖ· θεοῦ γὰρ διάκονός ἐστιν, ἔκδικος εἰς ὀργὴν τῷ τὸ κακὸν πράσσοντι
Rom 13:5διὸ ἀνάγκη ὑποτάσσεσθαι οὐ μόνον διὰ τὴν ὀργὴν ἀλλὰ καὶ διὰ τὴν συνείδησιν
Rom 13:6διὰ τοῦτο γὰρ καὶ φόρους τελεῖτε· λειτουργοὶ γὰρ θεοῦ εἰσιν εἰς αὐτὸ τοῦτο προσκαρτεροῦντες
Rom 13:7ἀπόδοτε οὖν πᾶσιν τὰς ὀφειλάς, τῷ τὸν φόρον τὸν φόρον τῷ τὸ τέλος τὸ τέλος τῷ τὸν φόβον τὸν φόβον τῷ τὴν τιμὴν τὴν τιμήν
(cf. Mar 12:31; Jas 2:8 )
Rom 13:8Μηδενὶ μηδὲν ὀφείλετε εἰ μὴ τὸ ἀγαπᾶν ἀλλήλους· γὰρ ἀγαπῶν τὸν ἕτερον νόμον πεπλήρωκεν
Rom 13:9τὸ γὰρ Οὐ μοιχεύσεις Οὐ φονεύσεις Οὐ κλέψεις Οὐ ψευδομαρτυρήσεις, Οὐκ ἐπιθυμήσεις καὶ εἴ τις ἑτέρα ἐντολή ἐν τούτῳ τῷ λόγῳ ἀνακεφαλαιοῦται, ἐν τῷ Ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτόν
Rom 13:10 ἀγάπη τῷ πλησίον κακὸν οὐκ ἐργάζεται· πλήρωμα οὖν νόμου ἀγάπη
Rom 13:11Καὶ τοῦτο εἰδότες τὸν καιρόν ὅτι ὥρα ἡμᾶς ἤδη ἐξ ὕπνου ἐγερθῆναι νῦν γὰρ ἐγγύτερον ἡμῶν σωτηρία ὅτε ἐπιστεύσαμεν
Rom 13:12 νὺξ προέκοψεν δὲ ἡμέρα ἤγγικεν ἀποθώμεθα οὖν τὰ ἔργα τοῦ σκότους καί ἐνδυσώμεθα τὰ ὅπλα τοῦ φωτός
Rom 13:13ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατήσωμεν μὴ κώμοις καὶ μέθαις μὴ κοίταις καὶ ἀσελγείαις μὴ ἔριδι καὶ ζήλῳ
Rom 13:14ἀλλ᾽ ἐνδύσασθε τὸν κύριον Ἰησοῦν Χριστόν καὶ τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθε εἰς ἐπιθυμίας
Translation Copyright Logo

The Textus Receptus (latin, "Received Text") is the Greek text originally compiled by Erasmus around 1516. Though the earliest work was prepared by Desiderius Erasmus, his work was later revised by Robert Estienne (or, Stephanus) and further revised by Theodore Beza. The text produced by each is substantially the same, aside from some minor variations. The Blue Letter Bible utilizes Stephanus' edition from 1550.

Romans Chapter 13 — Additional Translations: