Previous Chapter Full Page Full Page Next Chapter

Ρωμαίους (Romans) 11 :: Textus Receptus (TR)

Rom 11:1Λέγω οὖν μὴ ἀπώσατο θεὸς τὸν λαὸν αὐτοῦ μὴ γένοιτο· καὶ γὰρ ἐγὼ Ἰσραηλίτης εἰμί ἐκ σπέρματος Ἀβραάμ φυλῆς Βενιαμίν
Rom 11:2οὐκ ἀπώσατο θεὸς τὸν λαὸν αὐτοῦ ὃν προέγνω οὐκ οἴδατε ἐν Ἠλίᾳ τί λέγει γραφή ὡς ἐντυγχάνει τῷ θεῷ κατὰ τοῦ Ἰσραήλ λέγων,
Rom 11:3Κύριε τοὺς προφήτας σου ἀπέκτειναν καὶ τὰ θυσιαστήριά σου κατέσκαψαν κἀγὼ ὑπελείφθην μόνος καὶ ζητοῦσιν τὴν ψυχήν μου
Rom 11:4ἀλλὰ τί λέγει αὐτῷ χρηματισμός Κατέλιπον ἐμαυτῷ ἑπτακισχιλίους ἄνδρας οἵτινες οὐκ ἔκαμψαν γόνυ τῇ Βάαλ
Rom 11:5οὕτως οὖν καὶ ἐν τῷ νῦν καιρῷ λεῖμμα κατ᾽ ἐκλογὴν χάριτος γέγονεν·
Rom 11:6εἰ δὲ χάριτι οὐκέτι ἐξ ἔργων ἐπεὶ χάρις οὐκέτι γίνεται χάρις εἰ δὲ ἐξ ἔργων· οὐκέτι ἐστὶν χάρις ἐπεὶ τὸ ἔργον οὐκέτι ἐστίν ἔργον
Rom 11:7τί οὖν ἐπιζητεῖ Ἰσραήλ τούτου οὐκ ἐπέτυχεν δὲ ἐκλογὴ ἐπέτυχεν· οἱ δὲ λοιποὶ ἐπωρώθησαν
Rom 11:8καθὼς γέγραπται Ἔδωκεν αὐτοῖς θεὸς πνεῦμα κατανύξεως ὀφθαλμοὺς τοῦ μὴ βλέπειν καὶ ὦτα τοῦ μὴ ἀκούειν ἕως τῆς σήμερον ἡμέρας
Rom 11:9καὶ Δαβὶδ λέγει Γενηθήτω τράπεζα αὐτῶν εἰς παγίδα καὶ εἰς θήραν καὶ εἰς σκάνδαλον καὶ εἰς ἀνταπόδομα αὐτοῖς
Rom 11:10σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν καὶ τὸν νῶτον αὐτῶν διαπαντός σύγκαμψον
Rom 11:11Λέγω οὖν μὴ ἔπταισαν ἵνα πέσωσιν μὴ γένοιτο· ἀλλὰ τῷ αὐτῶν παραπτώματι σωτηρία τοῖς ἔθνεσιν εἰς τὸ παραζηλῶσαι αὐτούς
Rom 11:12εἰ δὲ τὸ παράπτωμα αὐτῶν πλοῦτος κόσμου καὶ τὸ ἥττημα αὐτῶν πλοῦτος ἐθνῶν πόσῳ μᾶλλον τὸ πλήρωμα αὐτῶν
Rom 11:13Ὑμῖν γὰρ λέγω τοῖς ἔθνεσιν· ἐφ᾽ ὅσον μὲν εἰμι ἐγὼ ἐθνῶν ἀπόστολος τὴν διακονίαν μου δοξάζω
Rom 11:14εἴ πως παραζηλώσω μου τὴν σάρκα καὶ σώσω τινὰς ἐξ αὐτῶν
Rom 11:15εἰ γὰρ ἀποβολὴ αὐτῶν καταλλαγὴ κόσμου τίς πρόσληψις εἰ μὴ ζωὴ ἐκ νεκρῶν
Rom 11:16εἰ δὲ ἀπαρχὴ ἁγία καὶ τὸ φύραμα· καὶ εἰ ῥίζα ἁγία καὶ οἱ κλάδοι
Rom 11:17Εἰ δέ τινες τῶν κλάδων ἐξεκλάσθησαν σὺ δὲ ἀγριέλαιος ὢν ἐνεκεντρίσθης ἐν αὐτοῖς καὶ συγκοινωνὸς τῆς ῥίζης καὶ τῆς πιότητος τῆς ἐλαίας ἐγένου
Rom 11:18μὴ κατακαυχῶ τῶν κλάδων· εἰ δὲ κατακαυχᾶσαι οὐ σὺ τὴν ῥίζαν βαστάζεις ἀλλ᾽ ῥίζα σέ
Rom 11:19ἐρεῖς οὖν Ἐξεκλάσθησαν οἵ κλάδοι ἵνα ἐγὼ ἐγκεντρισθῶ
Rom 11:20καλῶς· τῇ ἀπιστίᾳ ἐξεκλάσθησαν σὺ δὲ τῇ πίστει ἕστηκας μὴ ὑψηλοφρόνει, ἀλλὰ φοβοῦ·
Rom 11:21εἰ γὰρ θεὸς τῶν κατὰ φύσιν κλάδων οὐκ ἐφείσατο μήπως οὐδὲ σοῦ φείσηται
Rom 11:22ἴδε οὖν χρηστότητα καὶ ἀποτομίαν θεοῦ· ἐπὶ μὲν τοὺς πεσόντας ἀποτομίαν ἐπὶ δὲ σὲ χρηστότητα ἐὰν ἐπιμείνῃς τῇ χρηστότητι ἐπεὶ καὶ σὺ ἐκκοπήσῃ
Rom 11:23καὶ ἐκεῖνοι δέ ἐὰν μὴ ἐπιμείνωσιν τῇ ἀπιστίᾳ ἐγκεντρισθήσονται· δυνατὸς γάρ ἐστιν θεὸς πάλιν ἐγκεντρίσαι αὐτούς
Rom 11:24εἰ γὰρ σὺ ἐκ τῆς κατὰ φύσιν ἐξεκόπης ἀγριελαίου καὶ παρὰ φύσιν ἐνεκεντρίσθης εἰς καλλιέλαιον πόσῳ μᾶλλον οὗτοι οἱ κατὰ φύσιν ἐγκεντρισθήσονται τῇ ἰδίᾳ ἐλαίᾳ
Rom 11:25Οὐ γὰρ θέλω ὑμᾶς ἀγνοεῖν ἀδελφοί τὸ μυστήριον τοῦτο ἵνα μὴ ἦτε παῤ ἑαυτοῖς φρόνιμοι ὅτι πώρωσις ἀπὸ μέρους τῷ Ἰσραὴλ γέγονεν ἄχρις οὗ τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ
Rom 11:26καὶ οὕτως πᾶς Ἰσραὴλ σωθήσεται· καθὼς γέγραπται Ἥξει ἐκ Σιὼν ῥυόμενος καὶ ἀποστρέψει ἀσεβείας ἀπὸ Ἰακώβ·
Rom 11:27καὶ αὕτη αὐτοῖς παρ᾽ ἐμοῦ διαθήκη ὅταν ἀφέλωμαι τὰς ἁμαρτίας αὐτῶν
Rom 11:28κατὰ μὲν τὸ εὐαγγέλιον ἐχθροὶ δι᾽ ὑμᾶς κατὰ δὲ τὴν ἐκλογὴν ἀγαπητοὶ διὰ τοὺς πατέρας·
Rom 11:29ἀμεταμέλητα γὰρ τὰ χαρίσματα καὶ κλῆσις τοῦ θεοῦ
Rom 11:30ὥσπερ γὰρ καὶ ὑμεῖς ποτε ἠπειθήσατε τῷ θεῷ νῦν δὲ ἠλεήθητε τῇ τούτων ἀπειθείᾳ
Rom 11:31οὕτως καὶ οὗτοι νῦν ἠπείθησαν τῷ ὑμετέρῳ ἐλέει ἵνα καὶ αὐτοὶ ἐλεηθῶσιν·
Rom 11:32συνέκλεισεν γὰρ θεὸς τοὺς πάντας εἰς ἀπείθειαν ἵνα τοὺς πάντας ἐλεήσῃ
Rom 11:33 βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως θεοῦ· ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ
Rom 11:34Τίς γὰρ ἔγνω νοῦν κυρίου τίς σύμβουλος αὐτοῦ ἐγένετο
Rom 11:35 τίς προέδωκεν αὐτῷ καὶ ἀνταποδοθήσεται αὐτῷ
Rom 11:36ὅτι ἐξ αὐτοῦ καὶ δι᾽ αὐτοῦ καὶ εἰς αὐτὸν τὰ πάντα· αὐτῷ δόξα εἰς τοὺς αἰῶνας ἀμήν
Translation Copyright Logo

The Textus Receptus (latin, "Received Text") is the Greek text originally compiled by Erasmus around 1516. Though the earliest work was prepared by Desiderius Erasmus, his work was later revised by Robert Estienne (or, Stephanus) and further revised by Theodore Beza. The text produced by each is substantially the same, aside from some minor variations. The Blue Letter Bible utilizes Stephanus' edition from 1550.

Romans Chapter 11 — Additional Translations: