Previous Chapter Full Page Full Page Next Chapter

Ρωμαίους (Romans) 10 :: Textus Receptus (TR)

Rom 10:1Ἀδελφοί μὲν εὐδοκία τῆς ἐμῆς καρδίας καὶ δέησις πρὸς τὸν θεὸν ὑπὲρ τοῦ Ἰσραήλ ἐστιν εἰς σωτηρίαν
Rom 10:2μαρτυρῶ γὰρ αὐτοῖς ὅτι ζῆλον θεοῦ ἔχουσιν ἀλλ᾽ οὐ κατ᾽ ἐπίγνωσιν·
Rom 10:3ἀγνοοῦντες γὰρ τὴν τοῦ θεοῦ δικαιοσύνην καὶ τὴν ἰδίαν δικαιοσύνην ζητοῦντες στῆσαι τῇ δικαιοσύνῃ τοῦ θεοῦ οὐχ ὑπετάγησαν·
Rom 10:4τέλος γὰρ νόμου Χριστὸς εἰς δικαιοσύνην παντὶ τῷ πιστεύοντι
Rom 10:5Μωσῆς γὰρ γράφει τὴν δικαιοσύνην τὴν ἐκ τοῦ νόμου ὅτι ποιήσας αὐτὰ ἄνθρωπος ζήσεται ἐν αὐτοῖς
Rom 10:6 δὲ ἐκ πίστεως δικαιοσύνη οὕτως λέγει Μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου Τίς ἀναβήσεται εἰς τὸν οὐρανόν τοῦτ᾽ ἔστιν Χριστὸν καταγαγεῖν·
Rom 10:7 Τίς καταβήσεται εἰς τὴν ἄβυσσον τοῦτ᾽ ἔστιν Χριστὸν ἐκ νεκρῶν ἀναγαγεῖν
Rom 10:8ἀλλὰ τί λέγει Ἐγγύς σου τὸ ῥῆμά ἐστιν ἐν τῷ στόματί σου καὶ ἐν τῇ καρδίᾳ σου τοῦτ᾽ ἔστιν τὸ ῥῆμα τῆς πίστεως κηρύσσομεν
Rom 10:9ὅτι ἐὰν ὁμολογήσῃς ἐν τῷ στόματί σου κύριον Ἰησοῦν καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου ὅτι θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν σωθήσῃ·
Rom 10:10καρδίᾳ γὰρ πιστεύεται εἰς δικαιοσύνην στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν
Rom 10:11λέγει γὰρ γραφή Πᾶς πιστεύων ἐπ᾽ αὐτῷ οὐ καταισχυνθήσεται
Rom 10:12οὐ γάρ ἐστιν διαστολὴ Ἰουδαίου τε καὶ Ἕλληνος γὰρ αὐτὸς κύριος πάντων πλουτῶν εἰς πάντας τοὺς ἐπικαλουμένους αὐτόν·
Rom 10:13Πᾶς γὰρ ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα κυρίου σωθήσεται
Rom 10:14Πῶς οὖν ἐπικαλέσονται εἰς ὃν οὐκ ἐπίστευσαν πῶς δὲ πιστεύσουσιν οὗ οὐκ ἤκουσαν πῶς δὲ ἀκούσουσιν χωρὶς κηρύσσοντος
Rom 10:15πῶς δὲ κηρύξουσιν ἐὰν μὴ ἀποσταλῶσιν καθὼς γέγραπται Ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων εἰρήνην, τῶν εὐαγγελιζομένων τὰ ἀγαθά
Rom 10:16Ἀλλ οὐ πάντες ὑπήκουσαν τῷ εὐαγγελίῳ Ἠσαΐας γὰρ λέγει Κύριε τίς ἐπίστευσεν τῇ ἀκοῇ ἡμῶν
Rom 10:17ἄρα πίστις ἐξ ἀκοῆς δὲ ἀκοὴ διὰ ῥήματος Θεοῦ
Rom 10:18ἀλλὰ λέγω μὴ οὐκ ἤκουσαν μενοῦνγε· Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν
Rom 10:19ἀλλὰ λέγω μὴ οὐκ ἔγνω Ἰσραὴλ πρῶτος Μωσῆς λέγει Ἐγὼ παραζηλώσω ὑμᾶς ἐπ᾽ οὐκ ἔθνει ἐπὶ ἔθνει ἀσυνέτῳ παροργιῶ ὑμᾶς
Rom 10:20Ἠσαΐας δὲ ἀποτολμᾷ καὶ λέγει Εὑρέθην τοῖς ἐμὲ μὴ ζητοῦσιν ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ἐπερωτῶσιν
Rom 10:21πρὸς δὲ τὸν Ἰσραὴλ λέγει Ὅλην τὴν ἡμέραν ἐξεπέτασα τὰς χεῖράς μου πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα
Translation Copyright Logo

The Textus Receptus (latin, "Received Text") is the Greek text originally compiled by Erasmus around 1516. Though the earliest work was prepared by Desiderius Erasmus, his work was later revised by Robert Estienne (or, Stephanus) and further revised by Theodore Beza. The text produced by each is substantially the same, aside from some minor variations. The Blue Letter Bible utilizes Stephanus' edition from 1550.

Romans Chapter 10 — Additional Translations: