Previous Chapter Full Page Full Page Next Chapter

Αποκάλυψη (Revelation) 8 :: Textus Receptus (TR)

Rev 8:1Καὶ ὅτε ἤνοιξεν τὴν σφραγῖδα τὴν ἑβδόμην ἐγένετο σιγὴ ἐν τῷ οὐρανῷ ὡς ἡμιώριον
Rev 8:2καὶ εἶδον τοὺς ἑπτὰ ἀγγέλους οἳ ἐνώπιον τοῦ θεοῦ ἑστήκασιν καὶ ἐδόθησαν αὐτοῖς ἑπτὰ σάλπιγγες
Rev 8:3Καὶ ἄλλος ἄγγελος ἦλθεν καὶ ἐστάθη ἐπὶ τὸ θυσιαστήριον ἔχων λιβανωτὸν χρυσοῦν καὶ ἐδόθη αὐτῷ θυμιάματα πολλὰ ἵνα δώσῃ ταῖς προσευχαῖς τῶν ἁγίων πάντων ἐπὶ τὸ θυσιαστήριον, τὸ χρυσοῦν τὸ ἐνώπιον τοῦ θρόνου
Rev 8:4καὶ ἀνέβη καπνὸς τῶν θυμιαμάτων ταῖς προσευχαῖς τῶν ἁγίων ἐκ χειρὸς τοῦ ἀγγέλου ἐνώπιον τοῦ θεοῦ
Rev 8:5καὶ εἴληφεν ἄγγελος τὸ λιβανωτόν καὶ ἐγέμισεν αὐτὸ ἐκ τοῦ πυρὸς τοῦ θυσιαστηρίου καὶ ἔβαλεν εἰς τὴν γῆν καὶ ἐγένοντο φωναὶ καὶ βρονταὶ καὶ ἀστραπαὶ καὶ σεισμός
Rev 8:6Καὶ οἱ ἑπτὰ ἄγγελοι ἔχοντες τὰς ἑπτὰ σάλπιγγας ἡτοίμασαν εαὐτοὺς ἵνα σαλπίσωσιν
Rev 8:7Καὶ πρῶτος ἄγγελος ἐσάλπισεν· καὶ ἐγένετο χάλαζα καὶ πῦρ μεμιγμένα αἵματι καὶ ἐβλήθη εἰς τὴν γῆν καὶ τὸ τρίτον τῶν δένδρων κατεκάη καὶ πᾶς χόρτος χλωρὸς κατεκάη
Rev 8:8Καὶ δεύτερος ἄγγελος ἐσάλπισεν· καὶ ὡς ὄρος μέγα πυρὶ καιόμενον ἐβλήθη εἰς τὴν θάλασσαν καὶ ἐγένετο τὸ τρίτον τῆς θαλάσσης αἷμα
Rev 8:9καὶ ἀπέθανεν τὸ τρίτον τῶν κτισμάτων τῶν ἐν τῇ θαλάσσῃ τὰ ἔχοντα ψυχάς καὶ τὸ τρίτον τῶν πλοίων διεφθάρη
Rev 8:10Καὶ τρίτος ἄγγελος ἐσάλπισεν· καὶ ἔπεσεν ἐκ τοῦ οὐρανοῦ ἀστὴρ μέγας καιόμενος ὡς λαμπάς καὶ ἔπεσεν ἐπὶ τὸ τρίτον τῶν ποταμῶν καὶ ἐπὶ τὰς πηγὰς ὑδάτων
Rev 8:11καὶ τὸ ὄνομα τοῦ ἀστέρος λέγεται Ἄψινθος καὶ γίνεται τὸ τρίτον εἰς ἄψινθον καὶ πολλοὶ ἀνθρώπων ἀπέθανον ἐκ τῶν ὑδάτων ὅτι ἐπικράνθησαν
Rev 8:12Καὶ τέταρτος ἄγγελος ἐσάλπισεν· καὶ ἐπλήγη τὸ τρίτον τοῦ ἡλίου καὶ τὸ τρίτον τῆς σελήνης καὶ τὸ τρίτον τῶν ἀστέρων ἵνα σκοτισθῇ τὸ τρίτον αὐτῶν καὶ ἡμέρα μὴ φαίνῃ τὸ τρίτον αὐτῆς καὶ νὺξ ὁμοίως
Rev 8:13Καὶ εἶδον καὶ ἤκουσα ἑνὸς ἀγγέλου πετωμένου ἐν μεσουρανήματι λέγοντος φωνῇ μεγάλῃ Οὐαὶ οὐαὶ οὐαὶ τοῖς κατοικοῦσιν ἐπὶ τῆς γῆς ἐκ τῶν λοιπῶν φωνῶν τῆς σάλπιγγος τῶν τριῶν ἀγγέλων τῶν μελλόντων σαλπίζειν
Translation Copyright Logo

The Textus Receptus (latin, "Received Text") is the Greek text originally compiled by Erasmus around 1516. Though the earliest work was prepared by Desiderius Erasmus, his work was later revised by Robert Estienne (or, Stephanus) and further revised by Theodore Beza. The text produced by each is substantially the same, aside from some minor variations. The Blue Letter Bible utilizes Stephanus' edition from 1550.

Revelation Chapter 8 — Additional Translations: