Previous Chapter Full Page Full Page Next Chapter

Αποκάλυψη (Revelation) 22 :: Textus Receptus (TR)

Rev 22:1Καὶ ἔδειξέν μοι καθαρὸν ποταμὸν ὕδατος ζωῆς λαμπρὸν ὡς κρύσταλλον ἐκπορευόμενον ἐκ τοῦ θρόνου τοῦ θεοῦ καὶ τοῦ ἀρνίου
Rev 22:2ἐν μέσῳ τῆς πλατείας αὐτῆς καὶ τοῦ ποταμοῦ ἐντεῦθεν καὶ ἐντεῦθεν ξύλον ζωῆς ποιοῦν καρποὺς δώδεκα κατὰ μῆνα ἕνα ἕκαστον ἀποδιδοῦν τὸν καρπὸν αὐτοῦ καὶ τὰ φύλλα τοῦ ξύλου εἰς θεραπείαν τῶν ἐθνῶν
Rev 22:3καὶ πᾶν κατανάθεμα οὐκ ἔσται ἔτι καὶ θρόνος τοῦ θεοῦ καὶ τοῦ ἀρνίου ἐν αὐτῇ ἔσται καὶ οἱ δοῦλοι αὐτοῦ λατρεύσουσιν αὐτῷ
Rev 22:4καὶ ὄψονται τὸ πρόσωπον αὐτοῦ καὶ τὸ ὄνομα αὐτοῦ ἐπὶ τῶν μετώπων αὐτῶν
Rev 22:5καὶ νὺξ οὐκ ἔσται ἐκει, καὶ χρείαν οὐκ ἔχουσιν λύχνου καὶ φωτὸς ἡλίου ὅτι κύριος θεὸς φωτίζει αὐτούς καὶ βασιλεύσουσιν εἰς τοὺς αἰῶνας τῶν αἰώνων
Rev 22:6Καὶ εἶπέν μοι, Οὗτοι οἱ λόγοι πιστοὶ καὶ ἀληθινοί καὶ κύριος θεὸς τῶν ἁγίων προφητῶν ἀπέστειλεν τὸν ἄγγελον αὐτοῦ δεῖξαι τοῖς δούλοις αὐτοῦ δεῖ γενέσθαι ἐν τάχει
Rev 22:7ἰδού, ἔρχομαι ταχύ. μακάριος τηρῶν τοὺς λόγους τῆς προφητείας τοῦ βιβλίου τούτου
Rev 22:8καὶ ἐγὼ Ἰωάννης βλέπων ταῦτα καὶ ἀκούων καὶ ὅτε ἤκουσα καὶ ἔβλεψα ἔπεσα προσκυνῆσαι ἔμπροσθεν τῶν ποδῶν τοῦ ἀγγέλου τοῦ δεικνύοντός μοι ταῦτα
Rev 22:9καὶ λέγει μοι, Ὅρα μή· σύνδουλός σου γάρ εἰμι καὶ τῶν ἀδελφῶν σου τῶν προφητῶν καὶ τῶν τηρούντων τοὺς λόγους τοῦ βιβλίου τούτου· τῷ θεῷ προσκύνησον
Rev 22:10καὶ λέγει μοι, Μὴ σφραγίσῃς τοὺς λόγους τῆς προφητείας τοῦ βιβλίου τούτου ὅτι καιρὸς ἐγγύς ἐστιν
Rev 22:11 ἀδικῶν ἀδικησάτω ἔτι καὶ ῥυπῶν ῥυπωσάτω ἔτι καὶ δίκαιος δικαιωθήτω ἔτι καὶ ἅγιος ἁγιασθήτω ἔτι
Rev 22:12καὶ ἰδού, ἔρχομαι ταχύ καὶ μισθός μου μετ᾽ ἐμοῦ ἀποδοῦναι ἑκάστῳ ὡς τὸ ἔργον αὐτοῦ ἐσται
Rev 22:13ἐγώ εἰμι τὸ Α καὶ τὸ Ω ἀρχὴ καὶ τέλος πρῶτος καὶ ἔσχατος
Rev 22:14Μακάριοι οἱ ποιοῦντες τὰς ἐντολὰς αὐτοῦ, ἵνα ἔσται ἐξουσία αὐτῶν ἐπὶ τὸ ξύλον τῆς ζωῆς καὶ τοῖς πυλῶσιν εἰσέλθωσιν εἰς τὴν πόλιν
Rev 22:15ἔξω δὲ οἱ κύνες καὶ οἱ φάρμακοι καὶ οἱ πόρνοι καὶ οἱ φονεῖς καὶ οἱ εἰδωλολάτραι καὶ πᾶς φιλῶν καὶ ποιῶν ψεῦδος
Rev 22:16Ἐγὼ Ἰησοῦς ἔπεμψα τὸν ἄγγελόν μου μαρτυρῆσαι ὑμῖν ταῦτα ἐπὶ ταῖς ἐκκλησίαις· ἐγώ εἰμι ῥίζα καὶ τὸ γένος τοῦ Δαβίδ, ἀστὴρ λαμπρὸς καὶ ὀρθρινός
Rev 22:17Καὶ τὸ πνεῦμα καὶ νύμφη λέγουσιν, Ἐλθε, καὶ ἀκούων εἰπάτω, Ἐλθε, καὶ διψῶν ἐλθέτω· καὶ θέλων λαμβανέτω τὸ ὕδωρ ζωῆς δωρεάν
Rev 22:18Συμμαρτυροῦμαι γὰρ παντὶ ἀκούοντι τοὺς λόγους τῆς προφητείας τοῦ βιβλίου τούτου, ἐάν τις ἐπιτιθῇ πρὸς ταῦτα, ἐπιθήσει θεὸς ἐπ᾽ αὐτὸν τὰς πληγὰς τὰς γεγραμμένας ἐν βιβλίῳ τούτῳ
Rev 22:19καὶ ἐάν τις ἀφαιρῇ ἀπὸ τῶν λόγων βίβλου τῆς προφητείας ταύτης ἀφαιρήσει θεὸς τὸ μέρος αὐτοῦ ἀπὸ βίβλου τῆς ζωῆς καὶ ἐκ τῆς πόλεως τῆς ἁγίας καὶ τῶν γεγραμμένων ἐν βιβλίῳ τούτῳ
Rev 22:20Λέγει μαρτυρῶν ταῦτα, Ναί ἔρχομαι ταχύ. Ἀμήν, ναί, ἔρχου, κύριε Ἰησοῦ
Rev 22:21 χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ πάντων ὑμῶν. Ἀμήν
Translation Copyright Logo

The Textus Receptus (latin, "Received Text") is the Greek text originally compiled by Erasmus around 1516. Though the earliest work was prepared by Desiderius Erasmus, his work was later revised by Robert Estienne (or, Stephanus) and further revised by Theodore Beza. The text produced by each is substantially the same, aside from some minor variations. The Blue Letter Bible utilizes Stephanus' edition from 1550.

Revelation Chapter 22 — Additional Translations: