Previous Chapter Full Page Full Page Next Chapter

Αποκάλυψη (Revelation) 2 :: Textus Receptus (TR)

Rev 2:1Τῷ ἀγγέλῳ τῆς Ἐφέσίνης ἐκκλησίας γράψον· Τάδε λέγει κρατῶν τοὺς ἑπτὰ ἀστέρας ἐν τῇ δεξιᾷ αὐτοῦ περιπατῶν ἐν μέσῳ τῶν ἑπτὰ λυχνιῶν τῶν χρυσῶν·
Rev 2:2Οἶδα τὰ ἔργα σου καὶ τὸν κόπον σου καὶ τὴν ὑπομονήν σου, καὶ ὅτι οὐ δύνῃ βαστάσαι κακούς καὶ ἐπειράσω τοὺς φάσκοντας εἶναι ἀποστόλους καὶ οὐκ εἰσίν καὶ εὗρες αὐτοὺς ψευδεῖς
Rev 2:3καὶ ἐβάστασας καὶ ὑπομονὴν ἔχεις καὶ διὰ τὸ ὄνομά μου κεκοπίακας καὶ οὐ κέκμηκας
Rev 2:4ἀλλ᾽ ἔχω κατὰ σοῦ ὅτι τὴν ἀγάπην σου τὴν πρώτην ἀφῆκας
Rev 2:5μνημόνευε οὖν πόθεν ἐκπέπτωκας, καὶ μετανόησον καὶ τὰ πρῶτα ἔργα ποίησον· εἰ δὲ μή ἔρχομαί σοι τάχει καὶ κινήσω τὴν λυχνίαν σου ἐκ τοῦ τόπου αὐτῆς ἐὰν μὴ μετανοήσῃς
Rev 2:6ἀλλὰ τοῦτο ἔχεις ὅτι μισεῖς τὰ ἔργα τῶν Νικολαϊτῶν κἀγὼ μισῶ
Rev 2:7 ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις τῷ νικῶντι δώσω αὐτῷ φαγεῖν ἐκ τοῦ ξύλου τῆς ζωῆς ἐστιν ἐν μέσῶ τοῦ παραδείσου τοῦ θεοῦ
Rev 2:8Καὶ τῷ ἀγγέλῳ τῆς ἐκκλησίας Σμυρναίων γράψον· Τάδε λέγει πρῶτος καὶ ἔσχατος ὃς ἐγένετο νεκρὸς καὶ ἔζησεν·
Rev 2:9Οἶδά σου τὰ ἔργα καὶ τὴν θλῖψιν καὶ τὴν πτωχείαν πλούσιος δὲ εἶ καὶ τὴν βλασφημίαν τῶν λεγόντων Ἰουδαίους εἶναι ἑαυτούς καὶ οὐκ εἰσὶν ἀλλὰ συναγωγὴ τοῦ Σατανᾶ
Rev 2:10μηδὲν φοβοῦ μέλλεις πάσχειν ἰδού, μέλλει βάλειν ἐξ ὑμῶν διάβολος εἰς φυλακὴν ἵνα πειρασθῆτε καὶ ἕξετε θλῖψιν ἡμερῶν δέκα γίνου πιστὸς ἄχρι θανάτου καὶ δώσω σοι τὸν στέφανον τῆς ζωῆς
Rev 2:11 ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις νικῶν οὐ μὴ ἀδικηθῇ ἐκ τοῦ θανάτου τοῦ δευτέρου
Rev 2:12Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Περγάμῳ ἐκκλησίας γράψον· Τάδε λέγει ἔχων τὴν ῥομφαίαν τὴν δίστομον τὴν ὀξεῖαν·
Rev 2:13Οἶδα τὰ ἔργα σου, καὶ ποῦ κατοικεῖς ὅπου θρόνος τοῦ Σατανᾶ καὶ κρατεῖς τὸ ὄνομά μου καὶ οὐκ ἠρνήσω τὴν πίστιν μου καὶ ἐν ταῖς ἡμέραις ἐν αἷς Ἀντιπᾶς μάρτυς μου πιστός ὃς ἀπεκτάνθη παρ᾽ ὑμῖν ὅπου κατοικεῖ Σατανᾶς
Rev 2:14ἀλλ᾽ ἔχω κατὰ σοῦ ὀλίγα ὅτι ἔχεις ἐκεῖ κρατοῦντας τὴν διδαχὴν Βαλαάμ ὃς ἐδίδασκεν ἕν τῷ Βαλὰκ βαλεῖν σκάνδαλον ἐνώπιον τῶν υἱῶν Ἰσραήλ φαγεῖν εἰδωλόθυτα καὶ πορνεῦσαι
Rev 2:15οὕτως ἔχεις καὶ σὺ κρατοῦντας τὴν διδαχὴν τῶν Νικολαϊτῶν μισῶ
Rev 2:16μετανόησον εἰ δὲ μή ἔρχομαί σοι ταχύ καὶ πολεμήσω μετ᾽ αὐτῶν ἐν τῇ ῥομφαίᾳ τοῦ στόματός μου
Rev 2:17 ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις τῷ νικῶντι δώσω αὐτῷ φαγεῖν ἀπὸ τοῦ μάννα τοῦ κεκρυμμένου καὶ δώσω αὐτῷ ψῆφον λευκὴν καὶ ἐπὶ τὴν ψῆφον ὄνομα καινὸν γεγραμμένον οὐδεὶς ἔγνω εἰ μὴ λαμβάνων
Rev 2:18Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Θυατείροις ἐκκλησίας γράψον· Τάδε λέγει υἱὸς τοῦ θεοῦ ἔχων τοὺς ὀφθαλμοὺς αὐτοῦ ὡς φλόγα πυρός καὶ οἱ πόδες αὐτοῦ ὅμοιοι χαλκολιβάνῳ·
Rev 2:19Οἶδά σου τὰ ἔργα καὶ τὴν ἀγάπην καὶ τὴν διακονίαν καὶ τὴν πίστιν καὶ τὴν ὑπομονήν σου καὶ τὰ ἔργα σου καὶ τὰ ἔσχατα πλείονα τῶν πρώτων
Rev 2:20ἀλλ᾽ ἔχω κατὰ σοῦ ὀλίγα ὅτι ἐᾷς τὴν γυναῖκα Ἰεζάβηλ, τὴν λέγουσαν ἑαυτὴν προφῆτιν διδάσκειν καὶ πλανᾶσθαι ἐμοὺς δούλους πορνεῦσαι καὶ εἰδωλόθυτα φαγεῖν
Rev 2:21καὶ ἔδωκα αὐτῇ χρόνον ἵνα μετανοήσῃ ἐκ τῆς πορνείας αὐτῆς καὶ οὐ μετενόησεν
Rev 2:22ἰδού, ἐγὼ βάλλω αὐτὴν εἰς κλίνην καὶ τοὺς μοιχεύοντας μετ᾽ αὐτῆς εἰς θλῖψιν μεγάλην ἐὰν μὴ μετανοήσωσιν ἐκ τῶν ἔργων αὐτῶν
Rev 2:23καὶ τὰ τέκνα αὐτῆς ἀποκτενῶ ἐν θανάτῳ καὶ γνώσονται πᾶσαι αἱ ἐκκλησίαι ὅτι ἐγώ εἰμι ἐρευνῶν νεφροὺς καὶ καρδίας καὶ δώσω ὑμῖν ἑκάστῳ κατὰ τὰ ἔργα ὑμῶν
Rev 2:24ὑμῖν δὲ λέγω καὶ λοιποῖς τοῖς ἐν Θυατείροις ὅσοι οὐκ ἔχουσιν τὴν διδαχὴν ταύτην καὶ οἵτινες οὐκ ἔγνωσαν τὰ βάθη τοῦ Σατανᾶ ὡς λέγουσιν· οὐ βάλω ἐφ᾽ ὑμᾶς ἄλλο βάρος
Rev 2:25πλὴν ἔχετε κρατήσατε ἄχρις οὗ ἂν ἥξω
Rev 2:26καὶ νικῶν καὶ τηρῶν ἄχρι τέλους τὰ ἔργα μου δώσω αὐτῷ ἐξουσίαν ἐπὶ τῶν ἐθνῶν
Rev 2:27καὶ ποιμανεῖ αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ ὡς τὰ σκεύη τὰ κεραμικὰ συντρίβεται ὡς κἀγώ εἴληφα παρά τοῦ πατρός μου
Rev 2:28καὶ δώσω αὐτῷ τὸν ἀστέρα τὸν πρωϊνόν
Rev 2:29 ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις
Translation Copyright Logo

The Textus Receptus (latin, "Received Text") is the Greek text originally compiled by Erasmus around 1516. Though the earliest work was prepared by Desiderius Erasmus, his work was later revised by Robert Estienne (or, Stephanus) and further revised by Theodore Beza. The text produced by each is substantially the same, aside from some minor variations. The Blue Letter Bible utilizes Stephanus' edition from 1550.

Revelation Chapter 2 — Additional Translations: