Previous Chapter Full Page Full Page Next Chapter

Αποκάλυψη (Revelation) 18 :: Textus Receptus (TR)

Rev 18:1καὶ Μετὰ ταῦτα εἶδον ἄγγελον καταβαίνοντα ἐκ τοῦ οὐρανοῦ ἔχοντα ἐξουσίαν μεγάλην Καὶ γῆ ἐφωτίσθη ἐκ τῆς δόξης αὐτοῦ
Rev 18:2καὶ ἔκραξεν ἐν ἰσχύϊ φωνῇ μεγάλη λέγων, Ἔπεσεν· ἔπεσεν Βαβυλὼν μεγάλῃ καὶ ἐγένετο κατοικητήριον δαιμόνων καὶ φυλακὴ παντὸς πνεύματος ἀκαθάρτου καὶ φυλακὴ παντὸς ὀρνέου ἀκαθάρτου καὶ μεμισημένου
Rev 18:3ὅτι ἐκ τοῦ οἴνου τοῦ θυμοῦ τῆς πορνείας αὐτῆς πέπωκεν πάντα τὰ ἔθνη καὶ οἱ βασιλεῖς τῆς γῆς μετ᾽ αὐτῆς ἐπόρνευσαν καὶ οἱ ἔμποροι τῆς γῆς ἐκ τῆς δυνάμεως τοῦ στρήνους αὐτῆς ἐπλούτησαν
Rev 18:4Καὶ ἤκουσα ἄλλην φωνὴν ἐκ τοῦ οὐρανοῦ λέγουσαν Ἐξέλθετε ἐξ αὐτῆς λαός μου ἵνα μὴ συγκοινωνήσητε ταῖς ἁμαρτίαις αὐτῆς καὶ ἵνα μὴ λάβητε ἐκ τῶν πληγῶν αὐτῆς
Rev 18:5ὅτι ἠκολούθησαν αὐτῆς αἱ ἁμαρτίαι ἄχρι τοῦ οὐρανοῦ καὶ ἐμνημόνευσεν θεὸς τὰ ἀδικήματα αὐτῆς
Rev 18:6ἀπόδοτε αὐτῇ ὡς καὶ αὐτὴ ἀπέδωκεν ὑμῖν, καὶ διπλώσατε αὐτῇ διπλᾶ κατὰ τὰ ἔργα αὐτῆς ἐν τῷ ποτηρίῳ ἐκέρασεν κεράσατε αὐτῇ διπλοῦν
Rev 18:7ὅσα ἐδόξασεν ἑαυτὴν, καὶ ἐστρηνίασεν τοσοῦτον δότε αὐτῇ βασανισμὸν καὶ πένθος ὅτι ἐν τῇ καρδίᾳ αὐτῆς λέγει Κάθημαι βασίλισσα καὶ χήρα οὐκ εἰμί καὶ πένθος οὐ μὴ ἴδω
Rev 18:8διὰ τοῦτο ἐν μιᾷ ἡμέρᾳ ἥξουσιν αἱ πληγαὶ αὐτῆς θάνατος καὶ πένθος καὶ λιμός καὶ ἐν πυρὶ κατακαυθήσεται ὅτι ἰσχυρὸς κύριος θεὸς κρίνων αὐτήν
Rev 18:9Καὶ κλαύσονται αὐτὴν καὶ κόψονται ἐπ᾽ αὐτῇ οἱ βασιλεῖς τῆς γῆς οἱ μετ᾽ αὐτῆς πορνεύσαντες καὶ στρηνιάσαντες ὅταν βλέπωσιν τὸν καπνὸν τῆς πυρώσεως αὐτῆς
Rev 18:10ἀπὸ μακρόθεν ἑστηκότες διὰ τὸν φόβον τοῦ βασανισμοῦ αὐτῆς λέγοντες Οὐαὶ οὐαί πόλις μεγάλη Βαβυλὼν πόλις ἰσχυρά ὅτι ἐν μιᾷ ὥρᾳ ἦλθεν κρίσις σου
Rev 18:11Καὶ οἱ ἔμποροι τῆς γῆς κλαίουσιν καὶ πενθοῦσιν ἐπ᾽ αὐτῇ, ὅτι τὸν γόμον αὐτῶν οὐδεὶς ἀγοράζει οὐκέτι
Rev 18:12γόμον χρυσοῦ καὶ ἀργύρου καὶ λίθου τιμίου καὶ μαργαρίτου καὶ βύσσου καὶ πορφύρας καὶ σηρικοῦ, καὶ κοκκίνου καὶ πᾶν ξύλον θύϊνον καὶ πᾶν σκεῦος ἐλεφάντινον καὶ πᾶν σκεῦος ἐκ ξύλου τιμιωτάτου καὶ χαλκοῦ καὶ σιδήρου καὶ μαρμάρου
Rev 18:13καὶ κινάμωμον καὶ θυμιάματα καὶ μύρον καὶ λίβανον καὶ οἶνον καὶ ἔλαιον καὶ σεμίδαλιν καὶ σῖτον καὶ κτήνη καὶ πρόβατα καὶ ἵππων καὶ ῥεδῶν καὶ σωμάτων καὶ ψυχὰς ἀνθρώπων
Rev 18:14καὶ ὀπώρα τῆς ἐπιθυμίας τῆς ψυχῆς σου ἀπῆλθεν ἀπὸ σοῦ καὶ πάντα τὰ λιπαρὰ καὶ τὰ λαμπρὰ ἀπῆλθεν ἀπὸ σοῦ καὶ οὐκέτι οὐ μὴ εὑρήσῃς αὐτὰ
Rev 18:15οἱ ἔμποροι τούτων οἱ πλουτήσαντες ἀπ᾽ αὐτῆς ἀπὸ μακρόθεν στήσονται διὰ τὸν φόβον τοῦ βασανισμοῦ αὐτῆς κλαίοντες καὶ πενθοῦντες
Rev 18:16καὶ λέγοντες Οὐαὶ οὐαί πόλις μεγάλη περιβεβλημένη βύσσινον καὶ πορφυροῦν καὶ κόκκινον καὶ κεχρυσωμένη ἐν χρυσῷ καὶ λίθῳ τιμίῳ καὶ μαργαρίταις·
Rev 18:17ὅτι μιᾷ ὥρᾳ ἠρημώθη τοσοῦτος πλοῦτος Καὶ πᾶς κυβερνήτης καὶ πᾶς ἐπὶ τῶν πλοίων ὅμιλος, καὶ ναῦται καὶ ὅσοι τὴν θάλασσαν ἐργάζονται ἀπὸ μακρόθεν ἔστησαν
Rev 18:18καὶ ἔκραζον ὁρῶντες τὸν καπνὸν τῆς πυρώσεως αὐτῆς λέγοντες Τίς ὁμοία τῇ πόλει τῇ μεγάλῃ
Rev 18:19καὶ ἔβαλον χοῦν ἐπὶ τὰς κεφαλὰς αὐτῶν καὶ ἔκραζον κλαίοντες καὶ πενθοῦντες λέγοντες Οὐαὶ οὐαί πόλις μεγάλη ἐν ἐπλούτησαν πάντες οἱ ἔχοντες πλοῖα ἐν τῇ θαλάσσῃ ἐκ τῆς τιμιότητος αὐτῆς ὅτι μιᾷ ὥρᾳ ἠρημώθη
Rev 18:20Εὐφραίνου ἐπ᾽ αὐτήν οὐρανέ καὶ οἱ ἅγιοι ἀπόστολοι καὶ οἱ προφῆται ὅτι ἔκρινεν θεὸς τὸ κρίμα ὑμῶν ἐξ αὐτῆς
Rev 18:21Καὶ ἦρεν εἷς ἄγγελος ἰσχυρὸς λίθον ὡς μύλον μέγαν καὶ ἔβαλεν εἰς τὴν θάλασσαν λέγων, Οὕτως ὁρμήματι βληθήσεται Βαβυλὼν μεγάλη πόλις καὶ οὐ μὴ εὑρεθῇ ἔτι
Rev 18:22καὶ φωνὴ κιθαρῳδῶν καὶ μουσικῶν καὶ αὐλητῶν καὶ σαλπιστῶν οὐ μὴ ἀκουσθῇ ἐν σοὶ ἔτι καὶ πᾶς τεχνίτης πάσης τέχνης οὐ μὴ εὑρεθῇ ἐν σοὶ ἔτι καὶ φωνὴ μύλου οὐ μὴ ἀκουσθῇ ἐν σοὶ ἔτι
Rev 18:23καὶ φῶς λύχνου οὐ μὴ φάνῃ ἐν σοὶ ἔτι καὶ φωνὴ νυμφίου καὶ νύμφης οὐ μὴ ἀκουσθῇ ἐν σοὶ ἔτι· ὅτι οἱ ἔμποροί σου ἦσαν οἱ μεγιστᾶνες τῆς γῆς ὅτι ἐν τῇ φαρμακείᾳ σου ἐπλανήθησαν πάντα τὰ ἔθνη
Rev 18:24καὶ ἐν αὐτῇ αἷμα προφητῶν καὶ ἁγίων εὑρέθη καὶ πάντων τῶν ἐσφαγμένων ἐπὶ τῆς γῆς
Translation Copyright Logo

The Textus Receptus (latin, "Received Text") is the Greek text originally compiled by Erasmus around 1516. Though the earliest work was prepared by Desiderius Erasmus, his work was later revised by Robert Estienne (or, Stephanus) and further revised by Theodore Beza. The text produced by each is substantially the same, aside from some minor variations. The Blue Letter Bible utilizes Stephanus' edition from 1550.

Revelation Chapter 18 — Additional Translations: