Previous Chapter Full Page Full Page Next Chapter

Αποκάλυψη (Revelation) 12 :: Textus Receptus (TR)

Rev 12:1Καὶ σημεῖον μέγα ὤφθη ἐν τῷ οὐρανῷ γυνὴ περιβεβλημένη τὸν ἥλιον καὶ σελήνη ὑποκάτω τῶν ποδῶν αὐτῆς καὶ ἐπὶ τῆς κεφαλῆς αὐτῆς στέφανος ἀστέρων δώδεκα
Rev 12:2καὶ ἐν γαστρὶ ἔχουσα κράζει ὠδίνουσα καὶ βασανιζομένη τεκεῖν
Rev 12:3καὶ ὤφθη ἄλλο σημεῖον ἐν τῷ οὐρανῷ καὶ ἰδού, δράκων μέγας πυρρός ἔχων κεφαλὰς ἑπτὰ καὶ κέρατα δέκα καὶ ἐπὶ τὰς κεφαλὰς αὐτοῦ διαδήματα ἑπτὰ
Rev 12:4καὶ οὐρὰ αὐτοῦ σύρει τὸ τρίτον τῶν ἀστέρων τοῦ οὐρανοῦ καὶ ἔβαλεν αὐτοὺς εἰς τὴν γῆν καὶ δράκων ἕστηκεν ἐνώπιον τῆς γυναικὸς τῆς μελλούσης τεκεῖν ἵνα ὅταν τέκῃ τὸ τέκνον αὐτῆς καταφάγῃ
Rev 12:5καὶ ἔτεκεν υἱόν ἄρρενα, ὃς μέλλει ποιμαίνειν πάντα τὰ ἔθνη ἐν ῥάβδῳ σιδηρᾷ καὶ ἡρπάσθη τὸ τέκνον αὐτῆς πρὸς τὸν θεὸν καὶ τὸν θρόνον αὐτοῦ
Rev 12:6καὶ γυνὴ ἔφυγεν εἰς τὴν ἔρημον ὅπου ἔχει τόπον ἡτοιμασμένον ἀπὸ τοῦ θεοῦ ἵνα ἐκεῖ τρέφωσιν αὐτὴν ἡμέρας χιλίας διακοσίας ἑξήκοντα
Rev 12:7Καὶ ἐγένετο πόλεμος ἐν τῷ οὐρανῷ Μιχαὴλ καὶ οἱ ἄγγελοι αὐτοῦ ἐπολέμησαν κατὰ τοῦ δράκοντος καὶ δράκων ἐπολέμησεν καὶ οἱ ἄγγελοι αὐτοῦ
Rev 12:8καὶ οὐκ ἴσχυσαν, οὐτὲ τόπος εὑρέθη αὐτῶν ἔτι ἐν τῷ οὐρανῷ
Rev 12:9καὶ ἐβλήθη δράκων μέγας ὄφις ἀρχαῖος καλούμενος Διάβολος καὶ Σατανᾶς πλανῶν τὴν οἰκουμένην ὅλην ἐβλήθη εἰς τὴν γῆν καὶ οἱ ἄγγελοι αὐτοῦ μετ᾽ αὐτοῦ ἐβλήθησαν
Rev 12:10καὶ ἤκουσα φωνὴν μεγάλην λέγουσαν ἐν τῷ οὐρανῷ Ἄρτι ἐγένετο σωτηρία καὶ δύναμις καὶ βασιλεία τοῦ θεοῦ ἡμῶν καὶ ἐξουσία τοῦ Χριστοῦ αὐτοῦ ὅτι κατἐβλήθη κατήγορος τῶν ἀδελφῶν ἡμῶν κατηγορῶν αυτῶν ἐνώπιον τοῦ θεοῦ ἡμῶν ἡμέρας καὶ νυκτός
Rev 12:11καὶ αὐτοὶ ἐνίκησαν αὐτὸν διὰ τὸ αἷμα τοῦ ἀρνίου καὶ διὰ τὸν λόγον τῆς μαρτυρίας αὐτῶν καὶ οὐκ ἠγάπησαν τὴν ψυχὴν αὐτῶν ἄχρι θανάτου
Rev 12:12διὰ τοῦτο εὐφραίνεσθε οἱ οὐρανοὶ καὶ οἱ ἐν αὐτοῖς σκηνοῦντες οὐαὶ τοῖς κατοικοῦσιν τὴν γῆν καὶ τὴν θάλασσαν ὅτι κατέβη διάβολος πρὸς ὑμᾶς ἔχων θυμὸν μέγαν εἰδὼς ὅτι ὀλίγον καιρὸν ἔχει
Rev 12:13Καὶ ὅτε εἶδεν δράκων ὅτι ἐβλήθη εἰς τὴν γῆν ἐδίωξεν τὴν γυναῖκα ἥτις ἔτεκεν τὸν ἄρρενα
Rev 12:14καὶ ἐδόθησαν τῇ γυναικὶ δύο πτέρυγες τοῦ ἀετοῦ τοῦ μεγάλου ἵνα πέτηται εἰς τὴν ἔρημον εἰς τὸν τόπον αὐτῆς ὅπου τρέφεται ἐκεῖ καιρὸν καὶ καιροὺς καὶ ἥμισυ καιροῦ ἀπὸ προσώπου τοῦ ὄφεως
Rev 12:15καὶ ἔβαλεν ὄφις ὀπίσω τῆς γυναικὸς ἐκ τοῦ στόματος αὐτοῦ ὕδωρ ὡς ποταμόν ἵνα ταὐτὴν ποταμοφόρητον ποιήσῃ
Rev 12:16καὶ ἐβοήθησεν γῆ τῇ γυναικί καὶ ἤνοιξεν γῆ τὸ στόμα αὐτῆς καὶ κατέπιεν τὸν ποταμὸν ὃν ἔβαλεν δράκων ἐκ τοῦ στόματος αὐτοῦ
Rev 12:17καὶ ὠργίσθη δράκων ἐπὶ τῇ γυναικί καὶ ἀπῆλθεν ποιῆσαι πόλεμον μετὰ τῶν λοιπῶν τοῦ σπέρματος αὐτῆς τῶν τηρούντων τὰς ἐντολὰς τοῦ θεοῦ καὶ ἐχόντων τὴν μαρτυρίαν τοῦ Ἰησοῦ Χριστοῦ
BLB Footnotes
Some translations put the Greek phrase represented as "Καὶ ἐστάθην ἐπὶ τὴν ἄμμον τῆς θαλάσσης" in Rev 12:17, Rev 12:18, or Rev 13:1.  
Translation Copyright Logo

The Textus Receptus (latin, "Received Text") is the Greek text originally compiled by Erasmus around 1516. Though the earliest work was prepared by Desiderius Erasmus, his work was later revised by Robert Estienne (or, Stephanus) and further revised by Theodore Beza. The text produced by each is substantially the same, aside from some minor variations. The Blue Letter Bible utilizes Stephanus' edition from 1550.

Revelation Chapter 12 — Additional Translations: