Previous Chapter Full Page Full Page Next Chapter

Αποκάλυψη (Revelation) 10 :: Textus Receptus (TR)

Rev 10:1Καὶ εἶδον ἄλλον ἄγγελον ἰσχυρὸν καταβαίνοντα ἐκ τοῦ οὐρανοῦ περιβεβλημένον νεφέλην καὶ ἶρις ἐπὶ τῆς κεφαλῆς καὶ τὸ πρόσωπον αὐτοῦ ὡς ἥλιος καὶ οἱ πόδες αὐτοῦ ὡς στῦλοι πυρός
Rev 10:2καὶ εἴχεν ἐν τῇ χειρὶ αὐτοῦ βιβλαρίδιον ἀνεῳγμένον· καὶ ἔθηκεν τὸν πόδα αὐτοῦ τὸν δεξιὸν ἐπὶ τὴν θάλασσαν, τὸν δὲ εὐώνυμον ἐπὶ τὴν γῆν,
Rev 10:3καὶ ἔκραξεν φωνῇ μεγάλῃ ὥσπερ λέων μυκᾶται καὶ ὅτε ἔκραξεν ἐλάλησαν αἱ ἑπτὰ βρονταὶ τὰς ἑαυτῶν φωνάς
Rev 10:4καὶ ὅτε ἐλάλησαν αἱ ἑπτὰ βρονταί τὰς φωνὰς ἑαυτῶν, ἔμελλον γράφειν καὶ ἤκουσα φωνὴν ἐκ τοῦ οὐρανοῦ λέγουσαν μοι, Σφράγισον ἐλάλησαν αἱ ἑπτὰ βρονταί καὶ μὴ ταὐτὰ γράψῃς
Rev 10:5Καὶ ἄγγελος ὃν εἶδον ἑστῶτα ἐπὶ τῆς θαλάσσης καὶ ἐπὶ τῆς γῆς ἦρεν τὴν χεῖρα αὐτοῦ εἰς τὸν οὐρανὸν
Rev 10:6καὶ ὤμοσεν ἐν τῷ ζῶντι εἰς τοὺς αἰῶνας τῶν αἰώνων ὃς ἔκτισεν τὸν οὐρανὸν καὶ τὰ ἐν αὐτῷ καὶ τὴν γῆν καὶ τὰ ἐν αὐτῇ καὶ τὴν θάλασσαν καὶ τὰ ἐν αὐτῇ ὅτι χρόνος οὐκ ἔσται έτι·
Rev 10:7ἀλλὰ ἐν ταῖς ἡμέραις τῆς φωνῆς τοῦ ἑβδόμου ἀγγέλου ὅταν μέλλῃ σαλπίζειν καὶ τελεσθῇ τὸ μυστήριον τοῦ θεοῦ ὡς εὐηγγέλισεν τοῖς ἑαυτοῦ δούλοις τοῖς προφήταις
Rev 10:8Καὶ φωνὴ ἣν ἤκουσα ἐκ τοῦ οὐρανοῦ πάλιν λαλοῦσα μετ᾽ ἐμοῦ καὶ λέγουσα, Ὕπαγε λάβε τὸ βιβλαρίδιον τὸ ἠνεῳγμένον ἐν τῇ χειρὶ ἀγγέλου τοῦ ἑστῶτος ἐπὶ τῆς θαλάσσης καὶ ἐπὶ τῆς γῆς
Rev 10:9καὶ ἀπῆλθον πρὸς τὸν ἄγγελον λέγων αὐτῷ, Δός μοι τὸ βιβλαρίδιον καὶ λέγει μοι Λάβε καὶ κατάφαγε αὐτό καὶ πικρανεῖ σου τὴν κοιλίαν ἀλλ᾽ ἐν τῷ στόματί σου ἔσται γλυκὺ ὡς μέλι
Rev 10:10καὶ ἔλαβον τὸ βιβλαρίδιον ἐκ τῆς χειρὸς τοῦ ἀγγέλου καὶ κατέφαγον αὐτό καὶ ἦν ἐν τῷ στόματί μου ὡς μέλι γλυκύ καὶ ὅτε ἔφαγον αὐτό ἐπικράνθη κοιλία μου
Rev 10:11καὶ λέγει μοι Δεῖ σε πάλιν προφητεῦσαι ἐπὶ λαοῖς καὶ ἔθνεσιν καὶ γλώσσαις καὶ βασιλεῦσιν πολλοῖς
Translation Copyright Logo

The Textus Receptus (latin, "Received Text") is the Greek text originally compiled by Erasmus around 1516. Though the earliest work was prepared by Desiderius Erasmus, his work was later revised by Robert Estienne (or, Stephanus) and further revised by Theodore Beza. The text produced by each is substantially the same, aside from some minor variations. The Blue Letter Bible utilizes Stephanus' edition from 1550.