Previous Chapter Full Page Full Page Next Chapter

Φιλιππησίους (Philippians) 3 :: Textus Receptus (TR)

Phl 3:1Τὸ λοιπόν ἀδελφοί μου χαίρετε ἐν κυρίῳ τὰ αὐτὰ γράφειν ὑμῖν ἐμοὶ μὲν οὐκ ὀκνηρόν ὑμῖν δὲ ἀσφαλές
Phl 3:2Βλέπετε τοὺς κύνας βλέπετε τοὺς κακοὺς ἐργάτας βλέπετε τὴν κατατομήν
Phl 3:3ἡμεῖς γάρ ἐσμεν περιτομή οἱ πνεύματι Θεῷ λατρεύοντες καὶ καυχώμενοι ἐν Χριστῷ Ἰησοῦ καὶ οὐκ ἐν σαρκὶ πεποιθότες
Phl 3:4καίπερ ἐγὼ ἔχων πεποίθησιν καὶ ἐν σαρκί εἴ τις δοκεῖ ἄλλος πεποιθέναι ἐν σαρκί ἐγὼ μᾶλλον·
Phl 3:5περιτομῇ ὀκταήμερος ἐκ γένους Ἰσραήλ φυλῆς Βενιαμίν Ἑβραῖος ἐξ Ἑβραίων κατὰ νόμον Φαρισαῖος
Phl 3:6κατὰ ζῆλον διώκων τὴν ἐκκλησίαν κατὰ δικαιοσύνην τὴν ἐν νόμῳ γενόμενος ἄμεμπτος
Phl 3:7ἀλλ᾽ ἅτινα ἦν μοι κέρδη ταῦτα ἥγημαι διὰ τὸν Χριστὸν ζημίαν
Phl 3:8ἀλλὰ μενοῦνγε καὶ ἡγοῦμαι πάντα ζημίαν εἶναι διὰ τὸ ὑπερέχον τῆς γνώσεως Χριστοῦ Ἰησοῦ τοῦ κυρίου μου δι᾽ ὃν τὰ πάντα ἐζημιώθην καὶ ἡγοῦμαι σκύβαλα εἶναι ἵνα Χριστὸν κερδήσω
Phl 3:9καὶ εὑρεθῶ ἐν αὐτῷ μὴ ἔχων ἐμὴν δικαιοσύνην τὴν ἐκ νόμου ἀλλὰ τὴν διὰ πίστεως Χριστοῦ τὴν ἐκ θεοῦ δικαιοσύνην ἐπὶ τῇ πίστει
Phl 3:10τοῦ γνῶναι αὐτὸν καὶ τὴν δύναμιν τῆς ἀναστάσεως αὐτοῦ καὶ τὴν κοινωνίαν τῶν παθημάτων αὐτοῦ συμμορφούμενος τῷ θανάτῳ αὐτοῦ
Phl 3:11εἴ πως καταντήσω εἰς τὴν ἐξανάστασιν τῶν νεκρῶν
Phl 3:12Οὐχ ὅτι ἤδη ἔλαβον ἤδη τετελείωμαι διώκω δὲ εἰ καὶ καταλάβω ἐφ᾽ καὶ κατελήφθην ὑπὸ τοῦ Χριστοῦ Ἰησοῦ
Phl 3:13ἀδελφοί ἐγὼ ἐμαυτὸν οὐ λογίζομαι κατειληφέναι· ἓν δέ τὰ μὲν ὀπίσω ἐπιλανθανόμενος τοῖς δὲ ἔμπροσθεν ἐπεκτεινόμενος
Phl 3:14κατὰ σκοπὸν διώκω ἐπὶ τὸ βραβεῖον τῆς ἄνω κλήσεως τοῦ θεοῦ ἐν Χριστῷ Ἰησοῦ
Phl 3:15Ὅσοι οὖν τέλειοι τοῦτο φρονῶμεν· καὶ εἴ τι ἑτέρως φρονεῖτε καὶ τοῦτο θεὸς ὑμῖν ἀποκαλύψει·
Phl 3:16πλὴν εἰς ἐφθάσαμεν τῷ αὐτῷ στοιχεῖν κανόνι, τὸ ἀυτο φρονεῖν
Phl 3:17Συμμιμηταί μου γίνεσθε ἀδελφοί καὶ σκοπεῖτε τοὺς οὕτως περιπατοῦντας καθὼς ἔχετε τύπον ἡμᾶς
Phl 3:18πολλοὶ γὰρ περιπατοῦσιν οὓς πολλάκις ἔλεγον ὑμῖν νῦν δὲ καὶ κλαίων λέγω τοὺς ἐχθροὺς τοῦ σταυροῦ τοῦ Χριστοῦ
Phl 3:19ὧν τὸ τέλος ἀπώλεια ὧν θεὸς κοιλία καὶ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν οἱ τὰ ἐπίγεια φρονοῦντες
Phl 3:20ἡμῶν γὰρ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει ἐξ οὗ καὶ σωτῆρα ἀπεκδεχόμεθα κύριον Ἰησοῦν Χριστόν
Phl 3:21ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν εἰς τὸ γενέσθαι αὐτὸ σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ κατὰ τὴν ἐνέργειαν τοῦ δύνασθαι αὐτὸν καὶ ὑποτάξαι ἑαὐτῷ τὰ πάντα
Translation Copyright Logo

The Textus Receptus (latin, "Received Text") is the Greek text originally compiled by Erasmus around 1516. Though the earliest work was prepared by Desiderius Erasmus, his work was later revised by Robert Estienne (or, Stephanus) and further revised by Theodore Beza. The text produced by each is substantially the same, aside from some minor variations. The Blue Letter Bible utilizes Stephanus' edition from 1550.

Philippians Chapter 3 — Additional Translations: