Previous Chapter Full Page Full Page Next Chapter

Ματθαίος (Matthew) 4 :: Textus Receptus (TR)

Mat 4:1Τότε Ἰησοῦς ἀνήχθη εἰς τὴν ἔρημον ὑπὸ τοῦ πνεύματος πειρασθῆναι ὑπὸ τοῦ διαβόλου
Mat 4:2καὶ νηστεύσας ἡμέρας τεσσαράκοντα καὶ νύκτας τεσσαράκοντα ὕστερον ἐπείνασεν
Mat 4:3Καὶ προσελθὼν αὐτῷ πειράζων εἶπεν Εἰ υἱὸς εἶ τοῦ θεοῦ εἰπὲ ἵνα οἱ λίθοι οὗτοι ἄρτοι γένωνται
Mat 4:4 δὲ ἀποκριθεὶς εἶπεν Γέγραπται Οὐκ ἐπ᾽ ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος ἀλλ᾽ ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος θεοῦ
Mat 4:5Τότε παραλαμβάνει αὐτὸν διάβολος εἰς τὴν ἁγίαν πόλιν καὶ ἵστησιν αὐτὸν ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ
Mat 4:6καὶ λέγει αὐτῷ Εἰ υἱὸς εἶ τοῦ θεοῦ βάλε σεαυτὸν κάτω· γέγραπται γὰρ ὅτι Τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ καὶ ἐπὶ χειρῶν ἀροῦσίν σε μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου
Mat 4:7ἔφη αὐτῷ Ἰησοῦς Πάλιν γέγραπται Οὐκ ἐκπειράσεις κύριον τὸν θεόν σου
Mat 4:8Πάλιν παραλαμβάνει αὐτὸν διάβολος εἰς ὄρος ὑψηλὸν λίαν καὶ δείκνυσιν αὐτῷ πάσας τὰς βασιλείας τοῦ κόσμου καὶ τὴν δόξαν αὐτῶν
Mat 4:9καὶ λέγει αὐτῷ Ταῦτα πάντα σοι δώσω ἐὰν πεσὼν προσκυνήσῃς μοι
Mat 4:10τότε λέγει αὐτῷ Ἰησοῦς Ὕπαγε Σατανᾶ· γέγραπται γάρ, Κύριον τὸν θεόν σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις
Mat 4:11Τότε ἀφίησιν αὐτὸν διάβολος καὶ ἰδού, ἄγγελοι προσῆλθον καὶ διηκόνουν αὐτῷ
Mat 4:12Ἀκούσας δὲ Ἰησοῦς ὅτι Ἰωάννης παρεδόθη ἀνεχώρησεν εἰς τὴν Γαλιλαίαν
Mat 4:13καὶ καταλιπὼν τὴν Ναζαρὲτ ἐλθὼν κατῴκησεν εἰς Καπερναοὺμ τὴν παραθαλασσίαν ἐν ὁρίοις Ζαβουλὼν καὶ Νεφθαλείμ·
Mat 4:14ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ Ἠσαΐου τοῦ προφήτου λέγοντος
Mat 4:15Γῆ Ζαβουλὼν καὶ Γῆ Νεφθαλείμ, ὁδὸν θαλάσσης πέραν τοῦ Ἰορδάνου Γαλιλαία τῶν ἐθνῶν
Mat 4:16 λαὸς καθήμενος ἐν σκότει εἶδε φῶς μέγα καὶ τοῖς καθημένοις ἐν χώρᾳ καὶ σκιᾷ θανάτου φῶς ἀνέτειλεν αὐτοῖς
Mat 4:17Ἀπὸ τότε ἤρξατο Ἰησοῦς κηρύσσειν καὶ λέγειν Μετανοεῖτε· ἤγγικεν γὰρ βασιλεία τῶν οὐρανῶν
Mat 4:18Περιπατῶν δὲ Ἰησοῦς παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας εἶδεν δύο ἀδελφούς, Σίμωνα τὸν λεγόμενον Πέτρον καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ βάλλοντας ἀμφίβληστρον εἰς τὴν θάλασσαν· ἦσαν γὰρ ἁλιεῖς
Mat 4:19καὶ λέγει αὐτοῖς Δεῦτε ὀπίσω μου καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων
Mat 4:20οἱ δὲ εὐθέως ἀφέντες τὰ δίκτυα ἠκολούθησαν αὐτῷ
Mat 4:21Καὶ προβὰς ἐκεῖθεν εἶδεν ἄλλους δύο ἀδελφούς, Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ ἐν τῷ πλοίῳ μετὰ Ζεβεδαίου τοῦ πατρὸς αὐτῶν καταρτίζοντας τὰ δίκτυα αὐτῶν καὶ ἐκάλεσεν αὐτούς
Mat 4:22οἱ δὲ εὐθέως ἀφέντες τὸ πλοῖον καὶ τὸν πατέρα αὐτῶν ἠκολούθησαν αὐτῷ
Mat 4:23Καὶ περιῆγεν ὅλην τὴν Γαλιλαίαν Ἰησοῦς, διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν καὶ κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν τῷ λαῷ
Mat 4:24καὶ ἀπῆλθεν ἀκοὴ αὐτοῦ εἰς ὅλην τὴν Συρίαν· καὶ προσήνεγκαν αὐτῷ πάντας τοὺς κακῶς ἔχοντας ποικίλαις νόσοις καὶ βασάνοις συνεχομένους καὶ δαιμονιζομένους καὶ σεληνιαζομένους καὶ παραλυτικούς, καὶ ἐθεράπευσεν αὐτούς
Mat 4:25καὶ ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοὶ ἀπὸ τῆς Γαλιλαίας καὶ Δεκαπόλεως καὶ Ἱεροσολύμων καὶ Ἰουδαίας καὶ πέραν τοῦ Ἰορδάνου
Translation Copyright Logo

The Textus Receptus (latin, "Received Text") is the Greek text originally compiled by Erasmus around 1516. Though the earliest work was prepared by Desiderius Erasmus, his work was later revised by Robert Estienne (or, Stephanus) and further revised by Theodore Beza. The text produced by each is substantially the same, aside from some minor variations. The Blue Letter Bible utilizes Stephanus' edition from 1550.

Matthew Chapter 4 — Additional Translations: