Previous Chapter Full Page Full Page Next Chapter

Ματθαίος (Matthew) 26 :: Textus Receptus (TR)

Mat 26:1Καὶ ἐγένετο ὅτε ἐτέλεσεν Ἰησοῦς πάντας τοὺς λόγους τούτους εἶπεν τοῖς μαθηταῖς αὐτοῦ
Mat 26:2Οἴδατε ὅτι μετὰ δύο ἡμέρας τὸ πάσχα γίνεται καὶ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς τὸ σταυρωθῆναι
Mat 26:3Τότε συνήχθησαν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως τοῦ λεγομένου Καϊάφα
Mat 26:4καὶ συνεβουλεύσαντο ἵνα τὸν Ἰησοῦν κρατήσωσιν δόλῳ καὶ ἀποκτείνωσιν·
Mat 26:5ἔλεγον δέ Μὴ ἐν τῇ ἑορτῇ ἵνα μὴ θόρυβος γένηται ἐν τῷ λαῷ
Mat 26:6Τοῦ δὲ Ἰησοῦ γενομένου ἐν Βηθανίᾳ ἐν οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ
Mat 26:7προσῆλθεν αὐτῷ γυνὴ ἀλάβαστρον μύρου ἔχουσα βαρυτίμου καὶ κατέχεεν ἐπὶ τῆν κεφαλὴν αὐτοῦ ἀνακειμένου
Mat 26:8ἰδόντες δὲ οἱ μαθηταὶ αὐτοῦ ἠγανάκτησαν λέγοντες Εἰς τί ἀπώλεια αὕτη
Mat 26:9ἠδύνατο γὰρ τοῦτο τὸ μύρον πραθῆναι πολλοῦ καὶ δοθῆναι πτωχοῖς
Mat 26:10γνοὺς δὲ Ἰησοῦς εἶπεν αὐτοῖς Τί κόπους παρέχετε τῇ γυναικί ἔργον γὰρ καλὸν εἰργάσατο εἰς ἐμέ·
Mat 26:11πάντοτε γὰρ τοὺς πτωχοὺς ἔχετε μεθ᾽ ἑαυτῶν ἐμὲ δὲ οὐ πάντοτε ἔχετε·
Mat 26:12βαλοῦσα γὰρ αὕτη τὸ μύρον τοῦτο ἐπὶ τοῦ σώματός μου πρὸς τὸ ἐνταφιάσαι με ἐποίησεν
Mat 26:13ἀμὴν λέγω ὑμῖν ὅπου ἐὰν κηρυχθῇ τὸ εὐαγγέλιον τοῦτο ἐν ὅλῳ τῷ κόσμῳ λαληθήσεται καὶ ἐποίησεν αὕτη εἰς μνημόσυνον αὐτῆς
Mat 26:14Τότε πορευθεὶς εἷς τῶν δώδεκα λεγόμενος Ἰούδας Ἰσκαριώτης πρὸς τοὺς ἆρχιερεῖς
Mat 26:15εἶπεν, Τί θέλετέ μοι δοῦναι κἀγὼ ὑμῖν παραδώσω αὐτόν; οἱ δὲ ἔστησαν αὐτῷ τριάκοντα ἀργύρια
Mat 26:16καὶ ἀπὸ τότε ἐζήτει εὐκαιρίαν ἵνα αὐτὸν παραδῷ
Mat 26:17Τῇ δὲ πρώτῃ τῶν ἀζύμων προσῆλθον οἱ μαθηταὶ τῷ Ἰησοῦ λέγοντες αὐτῷ Ποῦ θέλεις ἑτοιμάσωμέν σοι φαγεῖν τὸ πάσχα
Mat 26:18 δὲ εἶπεν Ὑπάγετε εἰς τὴν πόλιν πρὸς τὸν δεῖνα καὶ εἴπατε αὐτῷ διδάσκαλος λέγει καιρός μου ἐγγύς ἐστιν πρὸς σὲ ποιῶ τὸ πάσχα μετὰ τῶν μαθητῶν μου
Mat 26:19καὶ ἐποίησαν οἱ μαθηταὶ ὡς συνέταξεν αὐτοῖς Ἰησοῦς καὶ ἡτοίμασαν τὸ πάσχα
Mat 26:20Ὀψίας δὲ γενομένης ἀνέκειτο μετὰ τῶν δώδεκα
Mat 26:21καὶ ἐσθιόντων αὐτῶν εἶπεν Ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με
Mat 26:22καὶ λυπούμενοι σφόδρα ἤρξαντο λέγειν αὐτῷ ἕκαστος αὐτῶν, Μήτι ἐγώ εἰμι κύριε
Mat 26:23 δὲ ἀποκριθεὶς εἶπεν ἐμβάψας μετ᾽ ἐμοῦ ἐν τῷ τρυβλίῳ τὴν χεῖρα οὗτός με παραδώσει
Mat 26:24 μὲν υἱὸς τοῦ ἀνθρώπου ὑπάγει καθὼς γέγραπται περὶ αὐτοῦ οὐαὶ δὲ τῷ ἀνθρώπῳ ἐκείνῳ δι᾽ οὗ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται· καλὸν ἦν αὐτῷ εἰ οὐκ ἐγεννήθη ἄνθρωπος ἐκεῖνος
Mat 26:25ἀποκριθεὶς δὲ Ἰούδας παραδιδοὺς αὐτὸν εἶπεν Μήτι ἐγώ εἰμι ῥαββί λέγει αὐτῷ Σὺ εἶπας
Mat 26:26Ἐσθιόντων δὲ αὐτῶν λαβὼν Ἰησοῦς τὸν ἄρτον καὶ εὐλογήσας ἔκλασεν καὶ ἐδίδου τοῖς μαθηταῖς καὶ εἶπεν Λάβετε φάγετε τοῦτό ἐστιν τὸ σῶμά μου
Mat 26:27καὶ λαβὼν τὸ ποτήριον καὶ εὐχαριστήσας ἔδωκεν αὐτοῖς λέγων, Πίετε ἐξ αὐτοῦ πάντες
Mat 26:28τοῦτο γάρ ἐστιν τὸ αἷμά μου τὸ τῆς καινῆς διαθήκης τὸ περὶ πολλῶν ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν
Mat 26:29λέγω δὲ ὑμῖν ὅτι οὐ μὴ πίω ἀπ᾽ ἄρτι ἐκ τούτου τοῦ γεννήματος τῆς ἀμπέλου ἕως τῆς ἡμέρας ἐκείνης ὅταν αὐτὸ πίνω μεθ᾽ ὑμῶν καινὸν ἐν τῇ βασιλείᾳ τοῦ πατρός μου
Mat 26:30Καὶ ὑμνήσαντες ἐξῆλθον εἰς τὸ Ὄρος τῶν Ἐλαιῶν
Mat 26:31Τότε λέγει αὐτοῖς Ἰησοῦς Πάντες ὑμεῖς σκανδαλισθήσεσθε ἐν ἐμοὶ ἐν τῇ νυκτὶ ταύτῃ· γέγραπται γάρ, Πατάξω τὸν ποιμένα καὶ διασκορπισθήσεται τὰ πρόβατα τῆς ποίμνης
Mat 26:32μετὰ δὲ τὸ ἐγερθῆναί με προάξω ὑμᾶς εἰς τὴν Γαλιλαίαν
Mat 26:33ἀποκριθεὶς δὲ Πέτρος εἶπεν αὐτῷ Εἰ καὶ πάντες σκανδαλισθήσονται ἐν σοί ἐγὼ οὐδέποτε σκανδαλισθήσομαι
Mat 26:34ἔφη αὐτῷ Ἰησοῦς Ἀμὴν λέγω σοι ὅτι ἐν ταύτῃ τῇ νυκτὶ πρὶν ἀλέκτορα φωνῆσαι τρὶς ἀπαρνήσῃ με
Mat 26:35λέγει αὐτῷ Πέτρος Κἂν δέῃ με σὺν σοὶ ἀποθανεῖν οὐ μή σε ἀπαρνήσομαι ὁμοίως καὶ πάντες οἱ μαθηταὶ εἶπον
Mat 26:36Τότε ἔρχεται μετ᾽ αὐτῶν Ἰησοῦς εἰς χωρίον λεγόμενον Γεθσημανῆ, καὶ λέγει τοῖς μαθηταῖς Καθίσατε αὐτοῦ ἕως οὗ ἀπελθὼν προσεύξωμαι ἐκεῖ
Mat 26:37καὶ παραλαβὼν τὸν Πέτρον καὶ τοὺς δύο υἱοὺς Ζεβεδαίου ἤρξατο λυπεῖσθαι καὶ ἀδημονεῖν
Mat 26:38τότε λέγει αὐτοῖς Περίλυπός ἐστιν ψυχή μου ἕως θανάτου· μείνατε ὧδε καὶ γρηγορεῖτε μετ᾽ ἐμοῦ
Mat 26:39καὶ προελθὼν μικρὸν ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ προσευχόμενος καὶ λέγων, Πάτερ μου εἰ δυνατόν ἐστιν παρελθέτω ἀπ᾽ ἐμοῦ τὸ ποτήριον τοῦτο· πλὴν οὐχ ὡς ἐγὼ θέλω ἀλλ᾽ ὡς σύ
Mat 26:40καὶ ἔρχεται πρὸς τοὺς μαθητὰς καὶ εὑρίσκει αὐτοὺς καθεύδοντας καὶ λέγει τῷ Πέτρῳ Οὕτως οὐκ ἰσχύσατε μίαν ὥραν γρηγορῆσαι μετ᾽ ἐμοῦ
Mat 26:41γρηγορεῖτε καὶ προσεύχεσθε ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν· τὸ μὲν πνεῦμα πρόθυμον δὲ σὰρξ ἀσθενής
Mat 26:42πάλιν ἐκ δευτέρου ἀπελθὼν προσηύξατο λέγων, Πάτερ μου εἰ οὐ δύναται τοῦτο τὸ ποτὴριον παρελθεῖν ἀπ᾽ ἐμοῦ, ἐὰν μὴ αὐτὸ πίω γενηθήτω τὸ θέλημά σου
Mat 26:43καὶ ἐλθὼν εὑρίσκει αὐτοὺς πάλιν καθεύδοντας ἦσαν γὰρ αὐτῶν οἱ ὀφθαλμοὶ βεβαρημένοι
Mat 26:44καὶ ἀφεὶς αὐτοὺς ἀπελθὼν πάλιν προσηύξατο ἐκ τρίτου τὸν αὐτὸν λόγον εἰπὼν
Mat 26:45τότε ἔρχεται πρὸς τοὺς μαθητὰς αὐτοῦ καὶ λέγει αὐτοῖς Καθεύδετε τὸ λοιπὸν καὶ ἀναπαύεσθε ἰδού, ἤγγικεν ὥρα καὶ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἁμαρτωλῶν
Mat 26:46ἐγείρεσθε ἄγωμεν· ἰδού, ἤγγικεν παραδιδούς με
Mat 26:47Καὶ ἔτι αὐτοῦ λαλοῦντος ἰδού, Ἰούδας εἷς τῶν δώδεκα ἦλθεν καὶ μετ᾽ αὐτοῦ ὄχλος πολὺς μετὰ μαχαιρῶν καὶ ξύλων ἀπὸ τῶν ἀρχιερέων καὶ πρεσβυτέρων τοῦ λαοῦ
Mat 26:48 δὲ παραδιδοὺς αὐτὸν ἔδωκεν αὐτοῖς σημεῖον λέγων, Ὃν ἂν φιλήσω αὐτός ἐστιν κρατήσατε αὐτόν
Mat 26:49καὶ εὐθέως προσελθὼν τῷ Ἰησοῦ εἶπεν Χαῖρε ῥαββί καὶ κατεφίλησεν αὐτόν
Mat 26:50 δὲ Ἰησοῦς εἶπεν αὐτῷ Ἑταῖρε ἐφ᾽ πάρει τότε προσελθόντες ἐπέβαλον τὰς χεῖρας ἐπὶ τὸν Ἰησοῦν καὶ ἐκράτησαν αὐτόν
Mat 26:51καὶ ἰδού, εἷς τῶν μετὰ Ἰησοῦ ἐκτείνας τὴν χεῖρα ἀπέσπασεν τὴν μάχαιραν αὖτοῦ καὶ πατάξας τὸν δοῦλον τοῦ ἆρχιερέως ἆφεῖλεν αὖτοῦ τὸ ὦτίον
Mat 26:52τότε λέγει αὐτῷ Ἰησοῦς, Ἀπόστρεψόν σου τὴν μάχαιραν εἰς τὸν τόπον αὐτῆς· πάντες γὰρ οἱ λαβόντες μάχαιραν ἐν μαχαίρᾳ ἀπολοῦνται
Mat 26:53 δοκεῖς ὅτι οὐ δύναμαι ἄρτι παρακαλέσαι τὸν πατέρα μου καὶ παραστήσει μοι πλείους δώδεκα λεγεῶνας ἀγγέλων
Mat 26:54πῶς οὖν πληρωθῶσιν αἱ γραφαὶ ὅτι οὕτως δεῖ γενέσθαι
Mat 26:55Ἐν ἐκείνῃ τῇ ὥρᾳ εἶπεν Ἰησοῦς τοῖς ὄχλοις Ὡς ἐπὶ λῃστὴν ἐξήλθετε μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με καθ᾽ ἡμέραν πρὸς ὑμᾶς ἐκαθεζόμην διδάσκων ἐν τῷ ἱερῷ καὶ οὐκ ἐκρατήσατέ με
Mat 26:56τοῦτο δὲ ὅλον γέγονεν ἵνα πληρωθῶσιν αἱ γραφαὶ τῶν προφητῶν Τότε οἱ μαθηταὶ πάντες ἀφέντες αὐτὸν ἔφυγον
Mat 26:57Οἱ δὲ κρατήσαντες τὸν Ἰησοῦν ἀπήγαγον πρὸς Καϊάφαν τὸν ἀρχιερέα ὅπου οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι συνήχθησαν
Mat 26:58 δὲ Πέτρος ἠκολούθει αὐτῷ ἀπὸ μακρόθεν ἕως τῆς αὐλῆς τοῦ ἀρχιερέως καὶ εἰσελθὼν ἔσω ἐκάθητο μετὰ τῶν ὑπηρετῶν ἰδεῖν τὸ τέλος
Mat 26:59οἱ δὲ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι καὶ τὸ συνέδριον ὅλον ἐζήτουν ψευδομαρτυρίαν κατὰ τοῦ Ἰησοῦ ὅπως αὐτὸν θανατώσωσιν
Mat 26:60καὶ οὐχ εὗρον καὶ πολλῶν ψευδομαρτύρων προσελθόντων οὐχ εὗρον· ὕστερον δὲ προσελθόντες δύο ψευδομάρτυρες
Mat 26:61εἶπον, Οὗτος ἔφη Δύναμαι καταλῦσαι τὸν ναὸν τοῦ θεοῦ καὶ διὰ τριῶν ἡμερῶν οἰκοδομῆσαι αὐτόν
Mat 26:62καὶ ἀναστὰς ἀρχιερεὺς εἶπεν αὐτῷ Οὐδὲν ἀποκρίνῃ τί οὗτοί σου καταμαρτυροῦσιν
Mat 26:63 δὲ Ἰησοῦς ἐσιώπα καὶ ἀποκριθεὶς ἀρχιερεὺς εἶπεν αὐτῷ Ἐξορκίζω σε κατὰ τοῦ θεοῦ τοῦ ζῶντος ἵνα ἡμῖν εἴπῃς εἰ σὺ εἶ Χριστὸς υἱὸς τοῦ θεοῦ
Mat 26:64λέγει αὐτῷ Ἰησοῦς Σὺ εἶπας· πλὴν λέγω ὑμῖν ἀπ᾽ ἄρτι ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου καθήμενον ἐκ δεξιῶν τῆς δυνάμεως καὶ ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ
Mat 26:65τότε ἀρχιερεὺς διέρρηξεν τὰ ἱμάτια αὐτοῦ λέγων ὅτι Ἐβλασφήμησεν· τί ἔτι χρείαν ἔχομεν μαρτύρων ἴδε νῦν ἠκούσατε τὴν βλασφημίαν αὐτοῦ,
Mat 26:66τί ὑμῖν δοκεῖ οἱ δὲ ἀποκριθέντες εἰπον, Ἔνοχος θανάτου ἐστίν
Mat 26:67Τότε ἐνέπτυσαν εἰς τὸ πρόσωπον αὐτοῦ καὶ ἐκολάφισαν αὐτόν, οἱ δὲ ἐρράπισαν,
Mat 26:68λέγοντες, Προφήτευσον ἡμῖν, Χριστέ, τίς ἐστιν παίσας σε;
Mat 26:69 δὲ Πέτρος ἔξω ἐκάθητο ἐν τῇ αὐλῇ· καὶ προσῆλθεν αὐτῷ μία παιδίσκη λέγουσα Καὶ σὺ ἦσθα μετὰ Ἰησοῦ τοῦ Γαλιλαίου
Mat 26:70 δὲ ἠρνήσατο ἔμπροσθεν πάντων λέγων, Οὐκ οἶδα τί λέγεις
Mat 26:71ἐξελθόντα δὲ αὐτὸν εἰς τὸν πυλῶνα εἶδεν αὐτὸν ἄλλη καὶ λέγει τοῖς ἐκεῖ καὶ Οὗτος ἦν μετὰ Ἰησοῦ τοῦ Ναζωραίου
Mat 26:72καὶ πάλιν ἠρνήσατο μεθ᾽ ὅρκου ὅτι Οὐκ οἶδα τὸν ἄνθρωπον
Mat 26:73μετὰ μικρὸν δὲ προσελθόντες οἱ ἑστῶτες εἶπον τῷ Πέτρῳ Ἀληθῶς καὶ σὺ ἐξ αὐτῶν εἶ καὶ γὰρ λαλιά σου δῆλόν σε ποιεῖ
Mat 26:74τότε ἤρξατο καταναθεματίζειν καὶ ὀμνύειν ὅτι Οὐκ οἶδα τὸν ἄνθρωπον καὶ εὐθέως ἀλέκτωρ ἐφώνησεν
Mat 26:75καὶ ἐμνήσθη Πέτρος τοῦ ῥήματος τοῦ Ἰησοῦ εἰρηκότος αὐτῷ ὅτι Πρὶν ἀλέκτορα φωνῆσαι τρὶς ἀπαρνήσῃ με· καὶ ἐξελθὼν ἔξω ἔκλαυσεν πικρῶς
Translation Copyright Logo

The Textus Receptus (latin, "Received Text") is the Greek text originally compiled by Erasmus around 1516. Though the earliest work was prepared by Desiderius Erasmus, his work was later revised by Robert Estienne (or, Stephanus) and further revised by Theodore Beza. The text produced by each is substantially the same, aside from some minor variations. The Blue Letter Bible utilizes Stephanus' edition from 1550.

Matthew Chapter 26 — Additional Translations: