Previous Chapter Full Page Full Page Next Chapter

Ματθαίος (Matthew) 22 :: Textus Receptus (TR)

Mat 22:1Καὶ ἀποκριθεὶς Ἰησοῦς πάλιν εἶπεν αὐτοῖς ἐν παραβολαῖς λέγων
Mat 22:2Ὡμοιώθη βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ ὅστις ἐποίησεν γάμους τῷ υἱῷ αὐτοῦ
Mat 22:3καὶ ἀπέστειλεν τοὺς δούλους αὐτοῦ καλέσαι τοὺς κεκλημένους εἰς τοὺς γάμους καὶ οὐκ ἤθελον ἐλθεῖν
Mat 22:4πάλιν ἀπέστειλεν ἄλλους δούλους λέγων, Εἴπατε τοῖς κεκλημένοις Ἰδού, τὸ ἄριστόν μου ἡτοίμασα, οἱ ταῦροί μου καὶ τὰ σιτιστὰ τεθυμένα καὶ πάντα ἕτοιμα· δεῦτε εἰς τοὺς γάμους
Mat 22:5οἱ δὲ ἀμελήσαντες ἀπῆλθον μὲν εἰς τὸν ἴδιον ἀγρόν, δὲ εἰς τὴν ἐμπορίαν αὐτοῦ·
Mat 22:6οἱ δὲ λοιποὶ κρατήσαντες τοὺς δούλους αὐτοῦ ὕβρισαν καὶ ἀπέκτειναν
Mat 22:7ἀκούσας δὲ βασιλεὺς ὠργίσθη καὶ πέμψας τὰ στρατεύματα αὐτοῦ ἀπώλεσεν τοὺς φονεῖς ἐκείνους καὶ τὴν πόλιν αὐτῶν ἐνέπρησεν
Mat 22:8τότε λέγει τοῖς δούλοις αὐτοῦ μὲν γάμος ἕτοιμός ἐστιν οἱ δὲ κεκλημένοι οὐκ ἦσαν ἄξιοι·
Mat 22:9πορεύεσθε οὖν ἐπὶ τὰς διεξόδους τῶν ὁδῶν καὶ ὅσους ἂν εὕρητε καλέσατε εἰς τοὺς γάμους
Mat 22:10καὶ ἐξελθόντες οἱ δοῦλοι ἐκεῖνοι εἰς τὰς ὁδοὺς συνήγαγον πάντας ὅσους εὗρον πονηρούς τε καὶ ἀγαθούς· καὶ ἐπλήσθη γάμος ἀνακειμένων
Mat 22:11εἰσελθὼν δὲ βασιλεὺς θεάσασθαι τοὺς ἀνακειμένους εἶδεν ἐκεῖ ἄνθρωπον οὐκ ἐνδεδυμένον ἔνδυμα γάμου
Mat 22:12καὶ λέγει αὐτῷ Ἑταῖρε πῶς εἰσῆλθες ὧδε μὴ ἔχων ἔνδυμα γάμου δὲ ἐφιμώθη
Mat 22:13τότε εἶπεν βασιλεὺς τοῖς διακόνοις Δήσαντες αὐτοῦ πόδας καὶ χεῖρας ἄρατε αὐτὸν καὶ ἐκβάλετε εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται κλαυθμὸς καὶ βρυγμὸς τῶν ὀδόντων
Mat 22:14πολλοὶ γάρ εἰσιν κλητοὶ ὀλίγοι δὲ ἐκλεκτοί
Mat 22:15Τότε πορευθέντες οἱ Φαρισαῖοι συμβούλιον ἔλαβον ὅπως αὐτὸν παγιδεύσωσιν ἐν λόγῳ
Mat 22:16καὶ ἀποστέλλουσιν αὐτῷ τοὺς μαθητὰς αὐτῶν μετὰ τῶν Ἡρῳδιανῶν λέγοντες Διδάσκαλε οἴδαμεν ὅτι ἀληθὴς εἶ καὶ τὴν ὁδὸν τοῦ θεοῦ ἐν ἀληθείᾳ διδάσκεις καὶ οὐ μέλει σοι περὶ οὐδενός· οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπων
Mat 22:17εἰπὲ οὖν ἡμῖν τί σοι δοκεῖ· ἔξεστιν δοῦναι κῆνσον Καίσαρι οὔ
Mat 22:18γνοὺς δὲ Ἰησοῦς τὴν πονηρίαν αὐτῶν εἶπεν Τί με πειράζετε ὑποκριταί
Mat 22:19ἐπιδείξατέ μοι τὸ νόμισμα τοῦ κήνσου οἱ δὲ προσήνεγκαν αὐτῷ δηνάριον
Mat 22:20καὶ λέγει αὐτοῖς Τίνος εἰκὼν αὕτη καὶ ἐπιγραφή
Mat 22:21λέγουσιν αὐτῷ Καίσαρος τότε λέγει αὐτοῖς Ἀπόδοτε οὖν τὰ Καίσαρος Καίσαρι καὶ τὰ τοῦ θεοῦ τῷ θεῷ
Mat 22:22καὶ ἀκούσαντες ἐθαύμασαν καὶ ἀφέντες αὐτὸν ἀπῆλθον
Mat 22:23Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ προσῆλθον αὐτῷ Σαδδουκαῖοι οἵ λέγοντες μὴ εἶναι ἀνάστασιν καὶ ἐπηρώτησαν αὐτὸν
Mat 22:24λέγοντες, Διδάσκαλε, Μωσῆς εἶπεν, Ἐάν τις ἀποθάνῃ μὴ ἔχων τέκνα ἐπιγαμβρεύσει ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα αὐτοῦ καὶ ἀναστήσει σπέρμα τῷ ἀδελφῷ αὐτοῦ
Mat 22:25ἦσαν δὲ παρ᾽ ἡμῖν ἑπτὰ ἀδελφοί· καὶ πρῶτος γάμησας ἐτελεύτησεν καὶ μὴ ἔχων σπέρμα ἀφῆκεν τὴν γυναῖκα αὐτοῦ τῷ ἀδελφῷ αὐτοῦ·
Mat 22:26ὁμοίως καὶ δεύτερος καὶ τρίτος ἕως τῶν ἑπτά
Mat 22:27ὕστερον δὲ πάντων ἀπέθανεν καὶ γυνή
Mat 22:28ἐν τῇ οὖν ἀναστάσει τίνος τῶν ἑπτὰ ἔσται γυνή πάντες γὰρ ἔσχον αὐτήν·
Mat 22:29ἀποκριθεὶς δὲ Ἰησοῦς εἶπεν αὐτοῖς Πλανᾶσθε μὴ εἰδότες τὰς γραφὰς μηδὲ τὴν δύναμιν τοῦ θεοῦ·
Mat 22:30ἐν γὰρ τῇ ἀναστάσει οὔτε γαμοῦσιν οὔτε ἐκγαμίζονται, ἀλλ᾽ ὡς ἄγγελοι τοῦ Θεοῦ ἐν οὐρανῷ εἰσιν
Mat 22:31περὶ δὲ τῆς ἀναστάσεως τῶν νεκρῶν οὐκ ἀνέγνωτε τὸ ῥηθὲν ὑμῖν ὑπὸ τοῦ θεοῦ λέγοντος
Mat 22:32Ἐγώ εἰμι θεὸς Ἀβραὰμ καὶ θεὸς Ἰσαὰκ καὶ θεὸς Ἰακώβ. οὐκ ἔστιν θεὸς Θεὸς νεκρῶν ἀλλὰ ζώντων
Mat 22:33καὶ ἀκούσαντες οἱ ὄχλοι ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ
Mat 22:34Οἱ δὲ Φαρισαῖοι ἀκούσαντες ὅτι ἐφίμωσεν τοὺς Σαδδουκαίους συνήχθησαν ἐπὶ τὸ αὐτό
Mat 22:35καὶ ἐπηρώτησεν εἷς ἐξ αὐτῶν νομικὸς πειράζων αὐτὸν καὶ λέγων
Mat 22:36Διδάσκαλε, ποία ἐντολὴ μεγάλη ἐν τῷ νόμῳ;
Mat 22:37 δὲ Ἰησοῦς εἶπεν αὐτῷ, Ἀγαπήσεις κύριον τὸν θεόν σου ἐν ὅλῃ τῇ καρδίᾳ σου καὶ ἐν ὅλῃ τῇ ψυχῇ σου καὶ ἐν ὅλῃ τῇ διανοίᾳ σου·
Mat 22:38αὕτη ἐστὶν πρώτη καὶ μεγάλη ἐντολή
Mat 22:39δευτέρα δὲ ὁμοία αὐτῇ Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν
Mat 22:40ἐν ταύταις ταῖς δυσὶν ἐντολαῖς ὅλος νόμος καὶ οἱ προφῆται κρέμανται
Mat 22:41Συνηγμένων δὲ τῶν Φαρισαίων ἐπηρώτησεν αὐτοὺς Ἰησοῦς
Mat 22:42λέγων, Τί ὑμῖν δοκεῖ περὶ τοῦ Χριστοῦ τίνος υἱός ἐστιν λέγουσιν αὐτῷ Τοῦ Δαβίδ
Mat 22:43λέγει αὐτοῖς Πῶς οὖν Δαβὶδ ἐν πνεύματι κύριον αὐτὸν καλεῖ λέγων
Mat 22:44Εἶπεν κύριος τῷ κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου
Mat 22:45εἰ οὖν Δαβὶδ καλεῖ αὐτὸν κύριον πῶς υἱὸς αὐτοῦ ἐστιν
Mat 22:46καὶ οὐδεὶς ἐδύνατο αὐτῷ ἀποκριθῆναι λόγον οὐδὲ ἐτόλμησέν τις ἀπ᾽ ἐκείνης τῆς ἡμέρας ἐπερωτῆσαι αὐτὸν οὐκέτι
Translation Copyright Logo

The Textus Receptus (latin, "Received Text") is the Greek text originally compiled by Erasmus around 1516. Though the earliest work was prepared by Desiderius Erasmus, his work was later revised by Robert Estienne (or, Stephanus) and further revised by Theodore Beza. The text produced by each is substantially the same, aside from some minor variations. The Blue Letter Bible utilizes Stephanus' edition from 1550.

Matthew Chapter 22 — Additional Translations: