Previous Chapter Full Page Full Page Next Chapter

Ματθαίος (Matthew) 20 :: Textus Receptus (TR)

Mat 20:1Ὁμοία γάρ ἐστιν βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ οἰκοδεσπότῃ ὅστις ἐξῆλθεν ἅμα πρωῒ μισθώσασθαι ἐργάτας εἰς τὸν ἀμπελῶνα αὐτοῦ
Mat 20:2συμφωνήσας δὲ μετὰ τῶν ἐργατῶν ἐκ δηναρίου τὴν ἡμέραν ἀπέστειλεν αὐτοὺς εἰς τὸν ἀμπελῶνα αὐτοῦ
Mat 20:3καὶ ἐξελθὼν περὶ τὴν τρίτην ὥραν εἶδεν ἄλλους ἑστῶτας ἐν τῇ ἀγορᾷ ἀργούς
Mat 20:4κἀκείνοις εἶπεν Ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνα καὶ ἐὰν δίκαιον δώσω ὑμῖν οἵ δέ ἀπῆλθόν
Mat 20:5πάλιν ἐξελθὼν περὶ ἕκτην καὶ ἐννάτην ὥραν ἐποίησεν ὡσαύτως
Mat 20:6περὶ δὲ τὴν ἑνδεκάτην ὥραν ἐξελθὼν εὗρεν ἄλλους ἑστῶτας ἀργούς, καὶ λέγει αὖτοῖς Τί ὧδε ἑστήκατε ὅλην τὴν ἡμέραν ἀργοί
Mat 20:7λέγουσιν αὐτῷ Ὅτι οὐδεὶς ἡμᾶς ἐμισθώσατο λέγει αὐτοῖς, Ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνα καὶ ἐὰν δίκαιον λήψεσθε
Mat 20:8ὀψίας δὲ γενομένης λέγει κύριος τοῦ ἀμπελῶνος τῷ ἐπιτρόπῳ αὐτοῦ Κάλεσον τοὺς ἐργάτας καὶ ἀπόδος αὐτοῖς τὸν μισθὸν ἀρξάμενος ἀπὸ τῶν ἐσχάτων ἕως τῶν πρώτων
Mat 20:9καὶ ἐλθόντες οἱ περὶ τὴν ἑνδεκάτην ὥραν ἔλαβον ἀνὰ δηνάριον
Mat 20:10ἐλθόντες δὲ οἱ πρῶτοι ἐνόμισαν ὅτι πλεῖονα λήψονται· καὶ ἔλαβον καὶ αὐτοί ἀνὰ δηνάριον
Mat 20:11λαβόντες δὲ ἐγόγγυζον κατὰ τοῦ οἰκοδεσπότου
Mat 20:12λέγοντες ὅτι Οὗτοι οἱ ἔσχατοι μίαν ὥραν ἐποίησαν καὶ ἴσους ἡμῖν αὐτοὺς ἐποίησας τοῖς βαστάσασιν τὸ βάρος τῆς ἡμέρας καὶ τὸν καύσωνα
Mat 20:13 δὲ ἀποκριθεὶς εἶπεν ἑνὶ αὐτῶν Ἑταῖρε οὐκ ἀδικῶ σε· οὐχὶ δηναρίου συνεφώνησάς μοι
Mat 20:14ἆρον τὸ σὸν καὶ ὕπαγε θέλω δὲ τούτῳ τῷ ἐσχάτῳ δοῦναι ὡς καὶ σοί·
Mat 20:15 οὐκ ἔξεστίν μοι ποιῆσαι θέλω ἐν τοῖς ἐμοῖς εἰ ὀφθαλμός σου πονηρός ἐστιν ὅτι ἐγὼ ἀγαθός εἰμι
Mat 20:16Οὕτως ἔσονται οἱ ἔσχατοι πρῶτοι καὶ οἱ πρῶτοι ἔσχατοι πολλοὶ γὰρ εἰσιν κλητοί, ὀλίγοι δὲ ἐκλεκτοί
Mat 20:17Καὶ ἀναβαίνων Ἰησοῦς εἰς Ἱεροσόλυμα παρέλαβεν τοὺς δώδεκα μαθητὰς κατ᾽ ἰδίαν ἐν τῇ ὁδῷ καὶ εἶπεν αὐτοῖς
Mat 20:18Ἰδού, ἀναβαίνομεν εἰς Ἱεροσόλυμα καὶ υἱὸς τοῦ ἀνθρώπου παραδοθήσεται τοῖς ἀρχιερεῦσιν καὶ γραμματεῦσιν καὶ κατακρινοῦσιν αὐτὸν θανάτῳ
Mat 20:19καὶ παραδώσουσιν αὐτὸν τοῖς ἔθνεσιν εἰς τὸ ἐμπαῖξαι καὶ μαστιγῶσαι καὶ σταυρῶσαι καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται
Mat 20:20Τότε προσῆλθεν αὐτῷ μήτηρ τῶν υἱῶν Ζεβεδαίου μετὰ τῶν υἱῶν αὐτῆς προσκυνοῦσα καὶ αἰτοῦσά τι παρ᾽ αὐτοῦ
Mat 20:21 δὲ εἶπεν αὐτῇ Τί θέλεις λέγει αὐτῷ Εἰπὲ ἵνα καθίσωσιν οὗτοι οἱ δύο υἱοί μου εἷς ἐκ δεξιῶν σου καὶ εἷς ἐξ εὐωνύμων ἐν τῇ βασιλείᾳ σου
Mat 20:22ἀποκριθεὶς δὲ Ἰησοῦς εἶπεν Οὐκ οἴδατε τί αἰτεῖσθε δύνασθε πιεῖν τὸ ποτήριον ἐγὼ μέλλω πίνειν καὶ τὸ βάπτισμα ἐγὼ βαπτίζομαι βαπτισθῆναι λέγουσιν αὐτῷ Δυνάμεθα
Mat 20:23καὶ λέγει αὐτοῖς Τὸ μὲν ποτήριόν μου πίεσθε καὶ τὸ βάπτισμα ἐγὼ βαπτίζομαι βαπτισθήσεσθε· Τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου καὶ ἐξ εὐωνύμων μου οὐκ ἔστιν ἐμὸν δοῦναι ἀλλ᾽ οἷς ἡτοίμασται ὑπὸ τοῦ πατρός μου
Mat 20:24Καὶ ἀκούσαντες οἱ δέκα ἠγανάκτησαν περὶ τῶν δύο ἀδελφῶν
Mat 20:25 δὲ Ἰησοῦς προσκαλεσάμενος αὐτοὺς εἶπεν Οἴδατε ὅτι οἱ ἄρχοντες τῶν ἐθνῶν κατακυριεύουσιν αὐτῶν καὶ οἱ μεγάλοι κατεξουσιάζουσιν αὐτῶν
Mat 20:26οὐχ οὕτως δέ ἔσται ἐν ὑμῖν ἀλλ᾽ ὃς ἐὰν θέλῃ ἐν ὑμῖν μέγας γενέσθαι ἔστω ὑμῶν διάκονος
Mat 20:27καὶ ὃς ἐὰν θέλῃ ἐν ὑμῖν εἶναι πρῶτος ἔστω ὑμῶν δοῦλος·
Mat 20:28ὥσπερ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθεν διακονηθῆναι ἀλλὰ διακονῆσαι καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν
Mat 20:29Καὶ ἐκπορευομένων αὐτῶν ἀπὸ Ἰεριχὼ ἠκολούθησεν αὐτῷ ὄχλος πολύς
Mat 20:30καὶ ἰδού, δύο τυφλοὶ καθήμενοι παρὰ τὴν ὁδόν, ἀκούσαντες ὅτι Ἰησοῦς παράγει ἔκραξαν λέγοντες, Ἐλέησον ἡμᾶς, κύριε, υἱὸς Δαβίδ
Mat 20:31 δὲ ὄχλος ἐπετίμησεν αὐτοῖς ἵνα σιωπήσωσιν· οἱ δὲ μεῖζον ἔκραζον λέγοντες Ἐλέησον ἡμᾶς, κύριε, υἱὸς Δαβίδ
Mat 20:32καὶ στὰς Ἰησοῦς ἐφώνησεν αὐτοὺς καὶ εἶπεν Τί θέλετε ποιήσω ὑμῖν
Mat 20:33λέγουσιν αὐτῷ Κύριε ἵνα ἀνοιχθῶσιν ἡμῶν οἱ ὀφθαλμοί
Mat 20:34σπλαγχνισθεὶς δὲ Ἰησοῦς ἥψατο τῶν ὀφθαλμῶν αὐτῶν καὶ εὐθέως ἀνέβλεψαν αὐτῶν, οἱ ὀφθαλμοὶ, καὶ ἠκολούθησαν αὐτῷ
Translation Copyright Logo

The Textus Receptus (latin, "Received Text") is the Greek text originally compiled by Erasmus around 1516. Though the earliest work was prepared by Desiderius Erasmus, his work was later revised by Robert Estienne (or, Stephanus) and further revised by Theodore Beza. The text produced by each is substantially the same, aside from some minor variations. The Blue Letter Bible utilizes Stephanus' edition from 1550.

Matthew Chapter 20 — Additional Translations: