Previous Chapter Full Page Full Page Next Chapter

Ματθαίος (Matthew) 19 :: Textus Receptus (TR)

Mat 19:1Καὶ ἐγένετο ὅτε ἐτέλεσεν Ἰησοῦς τοὺς λόγους τούτους μετῆρεν ἀπὸ τῆς Γαλιλαίας καὶ ἦλθεν εἰς τὰ ὅρια τῆς Ἰουδαίας πέραν τοῦ Ἰορδάνου
Mat 19:2καὶ ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοί καὶ ἐθεράπευσεν αὐτοὺς ἐκεῖ
Mat 19:3Καὶ προσῆλθον αὐτῷ οἱ Φαρισαῖοι πειράζοντες αὐτὸν καὶ λέγοντες αὐτῷ Εἰ ἔξεστιν ἀνθρώπῳ ἀπολῦσαι τὴν γυναῖκα αὐτοῦ κατὰ πᾶσαν αἰτίαν
Mat 19:4 δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς, Οὐκ ἀνέγνωτε ὅτι ποιήσας ἀπ᾽ ἀρχῆς ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς
Mat 19:5καὶ εἶπεν ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα καὶ τὴν μητέρα καὶ προσκολληθήσεται τῇ γυναικὶ αὐτοῦ καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν
Mat 19:6ὥστε οὐκέτι εἰσὶν δύο ἀλλὰ σὰρξ μία· οὖν θεὸς συνέζευξεν ἄνθρωπος μὴ χωριζέτω
Mat 19:7λέγουσιν αὐτῷ Τί οὖν Μωσῆς ἐνετείλατο δοῦναι βιβλίον ἀποστασίου καὶ ἀπολῦσαι αὐτήν
Mat 19:8λέγει αὐτοῖς ὅτι Μωσῆς πρὸς τὴν σκληροκαρδίαν ὑμῶν ἐπέτρεψεν ὑμῖν ἀπολῦσαι τὰς γυναῖκας ὑμῶν ἀπ᾽ ἀρχῆς δὲ οὐ γέγονεν οὕτως
Mat 19:9λέγω δὲ ὑμῖν ὅτι ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ εἰ μὴ ἐπὶ πορνείᾳ καὶ γαμήσῃ ἄλλην μοιχᾶται καὶ ἀπολελυμένην γαμήσας μοιχᾶται
Mat 19:10λέγουσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ, Εἰ οὕτως ἐστὶν αἰτία τοῦ ἀνθρώπου μετὰ τῆς γυναικός, οὐ συμφέρει γαμῆσαι
Mat 19:11 δὲ εἶπεν αὐτοῖς Οὐ πάντες χωροῦσιν τὸν λόγον τοῦτον ἀλλ᾽ οἷς δέδοται
Mat 19:12εἰσὶν γὰρ εὐνοῦχοι οἵτινες ἐκ κοιλίας μητρὸς ἐγεννήθησαν οὕτως καὶ εἰσὶν εὐνοῦχοι οἵτινες εὐνουχίσθησαν ὑπὸ τῶν ἀνθρώπων καὶ εἰσὶν εὐνοῦχοι οἵτινες εὐνούχισαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν δυνάμενος χωρεῖν χωρείτω
Mat 19:13Τότε προσηνέχθη αὐτῷ παιδία ἵνα τὰς χεῖρας ἐπιθῇ αὐτοῖς καὶ προσεύξηται· οἱ δὲ μαθηταὶ ἐπετίμησαν αὐτοῖς
Mat 19:14 δὲ Ἰησοῦς εἶπεν Ἄφετε τὰ παιδία καὶ μὴ κωλύετε αὐτὰ ἐλθεῖν πρός με τῶν γὰρ τοιούτων ἐστὶν βασιλεία τῶν οὐρανῶν
Mat 19:15καὶ ἐπιθεὶς αὐτοῖς τὰς χεῖρας ἐπορεύθη ἐκεῖθεν
Mat 19:16Καὶ ἰδού, εἷς προσελθὼν εἶπεν αὐτῷ Διδάσκαλε ἀγαθε, τί ἀγαθὸν ποιήσω ἵνα ἔχω ζωὴν αἰώνιον
Mat 19:17 δὲ εἰπεν αὐτῷ Τί με λέγεις ἀγαθον οὐδεὶς ἀγαθός· εἰ μὴ εἷς Θεός. εἰ δὲ θέλεις εἰσελθεῖν εἰς τὴν ζωὴν τήρησον τὰς ἐντολάς
Mat 19:18λέγει αὐτῷ Ποίας δὲ Ἰησοῦς εἶπεν Τὸ Οὐ φονεύσεις Οὐ μοιχεύσεις Οὐ κλέψεις Οὐ ψευδομαρτυρήσεις
Mat 19:19Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα, καί, Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν
Mat 19:20λέγει αὐτῷ νεανίσκος· Πάντα ταῦτα ἐφυλαξάμην ἐκ νεότητός μου· τί ἔτι ὑστερῶ
Mat 19:21ἔφη αὐτῷ Ἰησοῦς Εἰ θέλεις τέλειος εἶναι ὕπαγε πώλησόν σου τὰ ὑπάρχοντα καὶ δὸς πτωχοῖς καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ καὶ δεῦρο ἀκολούθει μοι
Mat 19:22ἀκούσας δὲ νεανίσκος τὸν λόγον ἀπῆλθεν λυπούμενος· ἦν γὰρ ἔχων κτήματα πολλά
Mat 19:23 δὲ Ἰησοῦς εἶπεν τοῖς μαθηταῖς αὐτοῦ Ἀμὴν λέγω ὑμῖν ὅτι δυσκόλως πλούσιος εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν
Mat 19:24πάλιν δὲ λέγω ὑμῖν εὐκοπώτερόν ἐστιν κάμηλον διὰ τρυπήματος ῥαφίδος διελθεῖν πλούσιον εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσελθεῖν
Mat 19:25ἀκούσαντες δὲ οἱ μαθηταὶ αὐτοῦ ἐξεπλήσσοντο σφόδρα λέγοντες, Τίς ἄρα δύναται σωθῆναι;
Mat 19:26ἐμβλέψας δὲ Ἰησοῦς εἶπεν αὐτοῖς Παρὰ ἀνθρώποις τοῦτο ἀδύνατόν ἐστιν παρὰ δὲ θεῷ πάντα δυνατά ἐστίν
Mat 19:27Τότε ἀποκριθεὶς Πέτρος εἰπεν αὐτῷ Ἰδού, ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι· τί ἄρα ἔσται ἡμῖν;
Mat 19:28 δὲ Ἰησοῦς εἶπεν αὐτοῖς Ἀμὴν λέγω ὑμῖν ὅτι ὑμεῖς οἱ ἀκολουθήσαντές μοι ἐν τῇ παλιγγενεσίᾳ ὅταν καθίσῃ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ θρόνου δόξης αὐτοῦ καθίσεσθε καὶ ὑμεῖς ἐπὶ δώδεκα θρόνους κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ
Mat 19:29καὶ πᾶς ὅς ἀφῆκεν οἰκίας ἀδελφοὺς ἀδελφὰς πατέρα μητέρα γυναῖκά τέκνα ἀγροὺς ἕνεκεν τοῦ ὀνόματός μου ἑκατονταπλασίονα λήψεται καὶ ζωὴν αἰώνιον κληρονομήσει
Mat 19:30Πολλοὶ δὲ ἔσονται πρῶτοι ἔσχατοι καὶ ἔσχατοι πρῶτοι
Translation Copyright Logo

The Textus Receptus (latin, "Received Text") is the Greek text originally compiled by Erasmus around 1516. Though the earliest work was prepared by Desiderius Erasmus, his work was later revised by Robert Estienne (or, Stephanus) and further revised by Theodore Beza. The text produced by each is substantially the same, aside from some minor variations. The Blue Letter Bible utilizes Stephanus' edition from 1550.

Matthew Chapter 19 — Additional Translations: