Previous Chapter Full Page Full Page Next Chapter

Ματθαίος (Matthew) 18 :: Textus Receptus (TR)

Mat 18:1Ἐν ἐκείνῃ τῇ ὥρᾳ προσῆλθον οἱ μαθηταὶ τῷ Ἰησοῦ λέγοντες, Τίς ἄρα μείζων ἐστὶν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν;
Mat 18:2καὶ προσκαλεσάμενος Ἰησοῦς παιδίον ἔστησεν αὐτὸ ἐν μέσῳ αὐτῶν
Mat 18:3καὶ εἶπεν Ἀμὴν λέγω ὑμῖν ἐὰν μὴ στραφῆτε καὶ γένησθε ὡς τὰ παιδία οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν
Mat 18:4ὅστις οὖν ταπεινώσῃ ἑαυτὸν ὡς τὸ παιδίον τοῦτο οὗτός ἐστιν μείζων ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν
Mat 18:5καὶ ὃς ἐὰν δέξηται παιδίον τοιοῦτον ἓν ἐπὶ τῷ ὀνόματί μου ἐμὲ δέχεται
Mat 18:6Ὃς δ᾽ ἂν σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων τῶν πιστευόντων εἰς ἐμέ συμφέρει αὐτῷ ἵνα κρεμασθῇ μύλος ὀνικὸς ἐπὶ τὸν τράχηλον αὐτοῦ καὶ καταποντισθῇ ἐν τῷ πελάγει τῆς θαλάσσης
Mat 18:7οὐαὶ τῷ κόσμῳ ἀπὸ τῶν σκανδάλων· ἀνάγκη γάρ ἐστιν ἐλθεῖν τὰ σκάνδαλα πλὴν οὐαὶ τῷ ἀνθρώπῳ ἐκείνῳ δι᾽ οὗ τὸ σκάνδαλον ἔρχεται
Mat 18:8Εἰ δὲ χείρ σου πούς σου σκανδαλίζει σε ἔκκοψον αὐτὰ καὶ βάλε ἀπὸ σοῦ· καλόν σοι ἐστὶν εἰσελθεῖν εἰς τὴν ζωὴν χωλόν, κυλλόν, δύο χεῖρας δύο πόδας ἔχοντα βληθῆναι εἰς τὸ πῦρ τὸ αἰώνιον
Mat 18:9καὶ εἰ ὀφθαλμός σου σκανδαλίζει σε ἔξελε αὐτὸν καὶ βάλε ἀπὸ σοῦ· καλόν σοι ἐστὶν μονόφθαλμον εἰς τὴν ζωὴν εἰσελθεῖν δύο ὀφθαλμοὺς ἔχοντα βληθῆναι εἰς τὴν γέενναν τοῦ πυρός
Mat 18:10Ὁρᾶτε μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τούτων· λέγω γὰρ ὑμῖν ὅτι οἱ ἄγγελοι αὐτῶν ἐν οὐρανοῖς διὰ παντὸς βλέπουσιν τὸ πρόσωπον τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς
Mat 18:11ἦλθεν γὰρ υἱὸς τοῦ ἀνθρώπου σῶσαι τὸ ἀπολωλός
Mat 18:12Τί ὑμῖν δοκεῖ ἐὰν γένηταί τινι ἀνθρώπῳ ἑκατὸν πρόβατα καὶ πλανηθῇ ἓν ἐξ αὐτῶν οὐχὶ ἀφεῖς τὰ ἐννενήκονταεννέα, ἐπὶ τὰ ὄρη πορευθεὶς ζητεῖ τὸ πλανώμενον
Mat 18:13καὶ ἐὰν γένηται εὑρεῖν αὐτό ἀμὴν λέγω ὑμῖν ὅτι χαίρει ἐπ᾽ αὐτῷ μᾶλλον ἐπὶ τοῖς ἐννενηκονταεννέα τοῖς μὴ πεπλανημένοις
Mat 18:14οὕτως οὐκ ἔστιν θέλημα ἔμπροσθεν τοῦ πατρὸς ὑμῶν τοῦ ἐν οὐρανοῖς ἵνα ἀπόληται εἲς τῶν μικρῶν τούτων
Mat 18:15Ἐὰν δὲ ἁμαρτήσῃ εἰς σὲ ἀδελφός σου ὕπαγε καὶ ἔλεγξον αὐτὸν μεταξὺ σοῦ καὶ αὐτοῦ μόνου ἐάν σου ἀκούσῃ ἐκέρδησας τὸν ἀδελφόν σου·
Mat 18:16ἐὰν δὲ μὴ ἀκούσῃ παράλαβε μετὰ σοῦ ἔτι ἕνα δύο ἵνα ἐπὶ στόματος δύο μαρτύρων τριῶν σταθῇ πᾶν ῥῆμα·
Mat 18:17ἐὰν δὲ παρακούσῃ αὐτῶν εἰπὲ τῇ ἐκκλησίᾳ· ἐὰν δὲ καὶ τῆς ἐκκλησίας παρακούσῃ ἔστω σοι ὥσπερ ἐθνικὸς καὶ τελώνης
Mat 18:18Ἀμὴν λέγω ὑμῖν· ὅσα ἐὰν δήσητε ἐπὶ τῆς γῆς ἔσται δεδεμένα ἐν τῷ οὐρανῷ καὶ ὅσα ἐὰν λύσητε ἐπὶ τῆς γῆς ἔσται λελυμένα ἐν τῷ οὐρανῷ
Mat 18:19Πάλιν λέγω ὑμῖν ὅτι ἐὰν δύο ὑμῶν συμφωνήσωσιν ἐπὶ τῆς γῆς περὶ παντὸς πράγματος οὗ ἐὰν αἰτήσωνται γενήσεται αὐτοῖς παρὰ τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς
Mat 18:20οὗ γάρ εἰσιν δύο τρεῖς συνηγμένοι εἰς τὸ ἐμὸν ὄνομα ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν
Mat 18:21Τότε προσελθὼν αὐτῷ Πέτρος εἶπεν Κύριε ποσάκις ἁμαρτήσει εἰς ἐμὲ ἀδελφός μου καὶ ἀφήσω αὐτῷ ἕως ἑπτάκις
Mat 18:22λέγει αὐτῷ Ἰησοῦς Οὐ λέγω σοι ἕως ἑπτάκις ἀλλ᾽ ἕως ἑβδομηκοντάκις ἑπτά
Mat 18:23Διὰ τοῦτο ὡμοιώθη βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ ὃς ἠθέλησεν συνᾶραι λόγον μετὰ τῶν δούλων αὐτοῦ
Mat 18:24ἀρξαμένου δὲ αὐτοῦ συναίρειν προσηνέχθη αὐτῷ εἷς ὀφειλέτης μυρίων ταλάντων
Mat 18:25μὴ ἔχοντος δὲ αὐτοῦ ἀποδοῦναι ἐκέλευσεν αὐτὸν κύριος αὐτοῦ πραθῆναι καὶ τὴν γυναῖκα αὐτοῦ καὶ τὰ τέκνα καὶ πάντα ὅσα εἶχεν, καὶ ἀποδοθῆναι
Mat 18:26πεσὼν οὖν δοῦλος προσεκύνει αὐτῷ λέγων, Κύριε, Μακροθύμησον ἐπ᾽ ἐμοί καὶ πάντα σοι ἀποδώσω
Mat 18:27σπλαγχνισθεὶς δὲ κύριος τοῦ δούλου ἐκείνου ἀπέλυσεν αὐτόν, καὶ τὸ δάνειον ἀφῆκεν αὐτῷ
Mat 18:28ἐξελθὼν δὲ δοῦλος ἐκεῖνος εὗρεν ἕνα τῶν συνδούλων αὐτοῦ ὃς ὤφειλεν αὐτῷ ἑκατὸν δηνάρια καὶ κρατήσας αὐτὸν ἔπνιγεν λέγων, Ἀπόδος μοι τι ὀφείλεις
Mat 18:29πεσὼν οὖν σύνδουλος αὐτοῦ εὶς τοὺς πόδας αὐτοῦ παρεκάλει αὐτὸν λέγων, Μακροθύμησον ἐπ᾽ ἐμοί καὶ πάντα ἀποδώσω σοι
Mat 18:30 δὲ οὐκ ἤθελεν ἀλλὰ ἀπελθὼν ἔβαλεν αὐτὸν εἰς φυλακὴν ἕως οὗ ἀποδῷ τὸ ὀφειλόμενον
Mat 18:31ἰδόντες δὲ οἱ σύνδουλοι αὐτοῦ τὰ γενόμενα ἐλυπήθησαν σφόδρα καὶ ἐλθόντες διεσάφησαν τῷ κυρίῳ ἀυτῶν πάντα τὰ γενόμενα
Mat 18:32τότε προσκαλεσάμενος αὐτὸν κύριος αὐτοῦ λέγει αὐτῷ Δοῦλε πονηρέ πᾶσαν τὴν ὀφειλὴν ἐκείνην ἀφῆκά σοι ἐπεὶ παρεκάλεσάς με·
Mat 18:33οὐκ ἔδει καὶ σὲ ἐλεῆσαι τὸν σύνδουλόν σου ὡς καὶ ἐγώ σὲ ἠλέησα
Mat 18:34καὶ ὀργισθεὶς κύριος αὐτοῦ παρέδωκεν αὐτὸν τοῖς βασανισταῖς ἕως οὗ ἀποδῷ πᾶν τὸ ὀφειλόμενον αὐτῷ
Mat 18:35Οὕτως καὶ πατήρ μου ἐπουράνιος ποιήσει ὑμῖν ἐὰν μὴ ἀφῆτε ἕκαστος τῷ ἀδελφῷ αὐτοῦ ἀπὸ τῶν καρδιῶν ὑμῶν τὰ παραπτώματα αὐτῶν
Translation Copyright Logo

The Textus Receptus (latin, "Received Text") is the Greek text originally compiled by Erasmus around 1516. Though the earliest work was prepared by Desiderius Erasmus, his work was later revised by Robert Estienne (or, Stephanus) and further revised by Theodore Beza. The text produced by each is substantially the same, aside from some minor variations. The Blue Letter Bible utilizes Stephanus' edition from 1550.

Matthew Chapter 18 — Additional Translations: