Previous Chapter Full Page Full Page Next Chapter

Ματθαίος (Matthew) 17 :: Textus Receptus (TR)

Mat 17:1Καὶ μεθ᾽ ἡμέρας ἓξ παραλαμβάνει Ἰησοῦς τὸν Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ καὶ ἀναφέρει αὐτοὺς εἰς ὄρος ὑψηλὸν κατ᾽ ἰδίαν
Mat 17:2καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν καὶ ἔλαμψεν τὸ πρόσωπον αὐτοῦ ὡς ἥλιος τὰ δὲ ἱμάτια αὐτοῦ ἐγένετο λευκὰ ὡς τὸ φῶς
Mat 17:3καὶ ἰδού, ὤφθησαν αὐτοῖς Μωσῆς καὶ Ἠλίας μετ᾽ αὐτοῦ συλλαλοῦντες
Mat 17:4ἀποκριθεὶς δὲ Πέτρος εἰπεν τῷ Ἰησοῦ Κύριε καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι· εἰ θέλεις ποιήσωμεν ὧδε τρεῖς σκηνάς, σοὶ μίαν καὶ Μωσῇ μίαν καὶ μίαν Ἠλίᾳ
Mat 17:5ἔτι αὐτοῦ λαλοῦντος ἰδού, νεφέλη φωτεινὴ ἐπεσκίασεν αὐτούς, καὶ ἰδού, φωνὴ ἐκ τῆς νεφέλης λέγουσα Οὗτός ἐστιν υἱός μου ἀγαπητός, ἐν εὐδόκησα· αὐτοῦ ἀκούετε
Mat 17:6καὶ ἀκούσαντες οἱ μαθηταὶ ἔπεσον ἐπὶ πρόσωπον αὐτῶν καὶ ἐφοβήθησαν σφόδρα
Mat 17:7καὶ προσελθὼν Ἰησοῦς ἥψατο αὐτῶν καὶ εἶπεν Ἐγέρθητε καὶ μὴ φοβεῖσθε
Mat 17:8ἐπάραντες δὲ τοὺς ὀφθαλμοὺς αὐτῶν οὐδένα εἶδον εἰ μὴ τὸν Ἰησοῦν μόνον
Mat 17:9Καὶ καταβαινόντων αὐτῶν ἀπὸ τοῦ ὄρους ἐνετείλατο αὐτοῖς Ἰησοῦς λέγων, Μηδενὶ εἴπητε τὸ ὅραμα ἕως οὗ υἱὸς τοῦ ἀνθρώπου ἐκ νεκρῶν ἀναστῇ
Mat 17:10καὶ ἐπηρώτησαν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ λέγοντες Τί οὖν οἱ γραμματεῖς λέγουσιν ὅτι Ἠλίαν δεῖ ἐλθεῖν πρῶτον
Mat 17:11 δὲ Ἰησοῦς ἀποκριθεὶς εἶπεν αὐτοῖς, Ἠλίας μὲν ἔρχεται πρῶτον καὶ ἀποκαταστήσει πάντα·
Mat 17:12λέγω δὲ ὑμῖν ὅτι Ἠλίας ἤδη ἦλθεν καὶ οὐκ ἐπέγνωσαν αὐτὸν ἀλλ᾽ ἐποίησαν ἐν αὐτῷ ὅσα ἠθέλησαν· οὕτως καὶ υἱὸς τοῦ ἀνθρώπου μέλλει πάσχειν ὑπ᾽ αὐτῶν
Mat 17:13τότε συνῆκαν οἱ μαθηταὶ ὅτι περὶ Ἰωάννου τοῦ βαπτιστοῦ εἶπεν αὐτοῖς
Mat 17:14Καὶ ἐλθόντων αὐτῶν πρὸς τὸν ὄχλον προσῆλθεν αὐτῷ ἄνθρωπος γονυπετῶν αὐτῷ Καὶ λέγων
Mat 17:15Κύριε ἐλέησόν μου τὸν υἱόν, ὅτι σεληνιάζεται καὶ κακῶς πάσχει· πολλάκις γὰρ πίπτει εἰς τὸ πῦρ καὶ πολλάκις εἰς τὸ ὕδωρ
Mat 17:16καὶ προσήνεγκα αὐτὸν τοῖς μαθηταῖς σου καὶ οὐκ ἠδυνήθησαν αὐτὸν θεραπεῦσαι
Mat 17:17ἀποκριθεὶς δὲ Ἰησοῦς εἶπεν γενεὰ ἄπιστος καὶ διεστραμμένη ἕως πότε ἔσομαι μεθ᾽ ὑμῶν ἕως πότε ἀνέξομαι ὑμῶν φέρετέ μοι αὐτὸν ὧδε
Mat 17:18καὶ ἐπετίμησεν αὐτῷ Ἰησοῦς καὶ ἐξῆλθεν ἀπ᾽ αὐτοῦ τὸ δαιμόνιον καὶ ἐθεραπεύθη παῖς ἀπὸ τῆς ὥρας ἐκείνης
Mat 17:19Τότε προσελθόντες οἱ μαθηταὶ τῷ Ἰησοῦ κατ᾽ ἰδίαν εἶπον Δια τί ἡμεῖς οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό
Mat 17:20 δὲ Ἰησοῦς εἶπεν αὐτοῖς Διὰ τὴν ἀπιστίαν ὑμῶν· ἀμὴν γὰρ λέγω ὑμῖν ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως ἐρεῖτε τῷ ὄρει τούτῳ Μετάβηθι ἔντεῦθεν ἐκεῖ καὶ μεταβήσεται· καὶ οὐδὲν ἀδυνατήσει ὑμῖν
Mat 17:21τοῦτο δὲ τὸ γένος οὐκ ἐκπορεύεται εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ
Mat 17:22ἀναστρεφομένων δὲ αὐτῶν ἐν τῇ Γαλιλαίᾳ εἶπεν αὐτοῖς Ἰησοῦς Μέλλει υἱὸς τοῦ ἀνθρώπου παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων
Mat 17:23καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθήσεται καὶ ἐλυπήθησαν σφόδρα
Mat 17:24Ἐλθόντων δὲ αὐτῶν εἰς Καπερναούμ, προσῆλθον οἱ τὰ δίδραχμα λαμβάνοντες τῷ Πέτρῳ καὶ εἶπον, διδάσκαλος ὑμῶν οὐ τελεῖ τὰ δίδραχμα
Mat 17:25λέγει Ναί καὶ ὅτε εἰσῆλθεν εἰς τὴν οἰκίαν προέφθασεν αὐτὸν Ἰησοῦς λέγων, Τί σοι δοκεῖ Σίμων οἱ βασιλεῖς τῆς γῆς ἀπὸ τίνων λαμβάνουσιν τέλη κῆνσον ἀπὸ τῶν υἱῶν αὐτῶν ἀπὸ τῶν ἀλλοτρίων
Mat 17:26λέγει αὐτῷ Πέτρος, Ἀπὸ τῶν ἀλλοτρίων ἔφη αὐτῷ Ἰησοῦς Ἄραγε ἐλεύθεροί εἰσιν οἱ υἱοί
Mat 17:27ἵνα δὲ μὴ σκανδαλίσωμεν αὐτούς, πορευθεὶς εἰς τὴν θάλασσαν βάλε ἄγκιστρον καὶ τὸν ἀναβάντα πρῶτον ἰχθὺν ἆρον καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ εὑρήσεις στατῆρα· ἐκεῖνον λαβὼν δὸς αὐτοῖς ἀντὶ ἐμοῦ καὶ σοῦ
Translation Copyright Logo

The Textus Receptus (latin, "Received Text") is the Greek text originally compiled by Erasmus around 1516. Though the earliest work was prepared by Desiderius Erasmus, his work was later revised by Robert Estienne (or, Stephanus) and further revised by Theodore Beza. The text produced by each is substantially the same, aside from some minor variations. The Blue Letter Bible utilizes Stephanus' edition from 1550.

Matthew Chapter 17 — Additional Translations: