Previous Chapter Full Page Full Page Next Chapter

Ματθαίος (Matthew) 15 :: Textus Receptus (TR)

Mat 15:1Τότε προσέρχονται τῷ Ἰησοῦ οἱ ἀπὸ Ἱεροσολύμων γραμματεῖς καὶ Φαρισαῖοι λέγοντες
Mat 15:2Δια τί οἱ μαθηταί σου παραβαίνουσιν τὴν παράδοσιν τῶν πρεσβυτέρων οὐ γὰρ νίπτονται τὰς χεῖρας αὐτῶν ὅταν ἄρτον ἐσθίωσιν
Mat 15:3 δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς Δια τί καὶ ὑμεῖς παραβαίνετε τὴν ἐντολὴν τοῦ θεοῦ Διὰ τὴν παράδοσιν ὑμῶν
Mat 15:4 γὰρ θεὸς ἐνετείλατο λέγων, Τίμα τὸν πατέρα σοῦ, καὶ τὴν μητέρα, καί, κακολογῶν πατέρα μητέρα θανάτῳ τελευτάτω
Mat 15:5ὑμεῖς δὲ λέγετε Ὃς ἂν εἴπῃ τῷ πατρὶ τῇ μητρί Δῶρον ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς
Mat 15:6καὶ οὐ μὴ τιμήσῃ τὸν πατέρα αὐτοῦ· τὴν μητέρα αὐτοῦ· καὶ ἠκυρώσατε τὴν ἐντολὴν τοῦ θεοῦ διὰ τὴν παράδοσιν ὑμῶν
Mat 15:7ὑποκριταί καλῶς Προεφήτευσεν περὶ ὑμῶν Ἠσαΐας λέγων
Mat 15:8Ἐγγίζει μοι λαὸς οὗτος τῷ στόματι αὐτῶν καὶ τοῖς χείλεσίν με τιμᾷ δὲ καρδία αὐτῶν, πόρρω ἀπέχει ἀπ᾽ ἐμοῦ·
Mat 15:9μάτην δὲ σέβονταί με διδάσκοντες διδασκαλίας ἐντάλματα ἀνθρώπων
Mat 15:10Καὶ προσκαλεσάμενος τὸν ὄχλον εἶπεν αὐτοῖς Ἀκούετε καὶ συνίετε·
Mat 15:11οὐ τὸ εἰσερχόμενον εἰς τὸ στόμα κοινοῖ τὸν ἄνθρωπον ἀλλὰ τὸ ἐκπορευόμενον ἐκ τοῦ στόματος τοῦτο κοινοῖ τὸν ἄνθρωπον
Mat 15:12Τότε προσελθόντες οἱ μαθηταὶ αὐτοῦ εἶπον αὐτῷ Οἶδας ὅτι οἱ Φαρισαῖοι ἀκούσαντες τὸν λόγον ἐσκανδαλίσθησαν
Mat 15:13 δὲ ἀποκριθεὶς εἶπεν Πᾶσα φυτεία ἣν οὐκ ἐφύτευσεν πατήρ μου οὐράνιος ἐκριζωθήσεται
Mat 15:14ἄφετε αὐτούς· ὁδηγοί εἰσιν τυφλοί τυφλῶν· τυφλὸς δὲ τυφλὸν ἐὰν ὁδηγῇ ἀμφότεροι εἰς βόθυνον πεσοῦνται
Mat 15:15Ἀποκριθεὶς δὲ Πέτρος εἰπεν αὐτῷ Φράσον ἡμῖν τὴν παραβολὴν ταύτην
Mat 15:16 δὲ Ἰησοῦς εἶπεν Ἀκμὴν καὶ ὑμεῖς ἀσύνετοί ἐστε
Mat 15:17οὔπω νοεῖτε ὅτι πᾶν τὸ εἰσπορευόμενον εἰς τὸ στόμα εἰς τὴν κοιλίαν χωρεῖ καὶ εἰς ἀφεδρῶνα ἐκβάλλεται
Mat 15:18τὰ δὲ ἐκπορευόμενα ἐκ τοῦ στόματος ἐκ τῆς καρδίας ἐξέρχεται κἀκεῖνα κοινοῖ τὸν ἄνθρωπον
Mat 15:19ἐκ γὰρ τῆς καρδίας ἐξέρχονται διαλογισμοὶ πονηροί φόνοι μοιχεῖαι πορνεῖαι κλοπαί ψευδομαρτυρίαι βλασφημίαι
Mat 15:20ταῦτά ἐστιν τὰ κοινοῦντα τὸν ἄνθρωπον τὸ δὲ ἀνίπτοις χερσὶν φαγεῖν οὐ κοινοῖ τὸν ἄνθρωπον
Mat 15:21Καὶ ἐξελθὼν ἐκεῖθεν Ἰησοῦς ἀνεχώρησεν εἰς τὰ μέρη Τύρου καὶ Σιδῶνος
Mat 15:22καὶ ἰδού, γυνὴ Χαναναία ἀπὸ τῶν ὁρίων ἐκείνων ἐξελθοῦσα ἔκραύγασεν αὐτῷ λέγουσα, Ἐλέησόν με, κύριε, υἱὲ Δαβίδ· θυγάτηρ μου κακῶς δαιμονίζεται
Mat 15:23 δὲ οὐκ ἀπεκρίθη αὐτῇ λόγον· καὶ προσελθόντες οἱ μαθηταὶ αὐτοῦ ἠρώτων αὐτὸν λέγοντες, Ἀπόλυσον αὐτήν, ὅτι κράζει ὄπισθεν ἡμῶν
Mat 15:24 δὲ ἀποκριθεὶς εἶπεν Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ
Mat 15:25 δὲ ἐλθοῦσα προσεκύνει αὐτῷ λέγουσα Κύριε βοήθει μοι
Mat 15:26 δὲ ἀποκριθεὶς εἶπεν Οὐκ ἔστιν καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων καὶ βαλεῖν τοῖς κυναρίοις
Mat 15:27 δὲ εἶπεν Ναί κύριε καὶ γὰρ τὰ κυνάρια ἐσθίει ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τῶν κυρίων αὐτῶν
Mat 15:28τότε ἀποκριθεὶς Ἰησοῦς εἶπεν αὐτῇ γύναι μεγάλη σου πίστις· γενηθήτω σοι ὡς θέλεις καὶ ἰάθη θυγάτηρ αὐτῆς ἀπὸ τῆς ὥρας ἐκείνης
Mat 15:29Καὶ μεταβὰς ἐκεῖθεν Ἰησοῦς ἦλθεν παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας καὶ ἀναβὰς εἰς τὸ ὄρος ἐκάθητο ἐκεῖ
Mat 15:30καὶ προσῆλθον αὐτῷ ὄχλοι πολλοὶ ἔχοντες μεθ᾽ ἑαυτῶν χωλούς, τυφλούς, κωφούς, κυλλούς, καὶ ἑτέρους πολλούς, καὶ ἔρριψαν αὐτοὺς παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ καὶ ἐθεράπευσεν αὐτούς·
Mat 15:31ὥστε τοὺς ὄχλους θαυμάσαι βλέποντας κωφοὺς λαλοῦντας κυλλοὺς ὑγιεῖς χωλοὺς περιπατοῦντας καὶ τυφλοὺς βλέποντας· καὶ ἐδόξασαν τὸν θεὸν Ἰσραήλ
Mat 15:32 δὲ Ἰησοῦς προσκαλεσάμενος τοὺς μαθητὰς αὐτοῦ εἶπεν Σπλαγχνίζομαι ἐπὶ τὸν ὄχλον ὅτι ἤδη ἡμέρας τρεῖς προσμένουσίν μοι καὶ οὐκ ἔχουσιν τί φάγωσιν· καὶ ἀπολῦσαι αὐτοὺς νήστεις οὐ θέλω μήποτε ἐκλυθῶσιν ἐν τῇ ὁδῷ
Mat 15:33καὶ λέγουσιν αὐτῷ οἱ μαθηταί αὐτοῦ, Πόθεν ἡμῖν ἐν ἐρημίᾳ ἄρτοι τοσοῦτοι ὥστε χορτάσαι ὄχλον τοσοῦτον
Mat 15:34καὶ λέγει αὐτοῖς Ἰησοῦς Πόσους ἄρτους ἔχετε οἱ δὲ εἶπον, Ἑπτά καὶ ὀλίγα ἰχθύδια
Mat 15:35καὶ ἐκέλευσεν τοῖς ὄχλοις ἀναπεσεῖν ἐπὶ τὴν γῆν
Mat 15:36καὶ λαβὼν τοὺς ἑπτὰ ἄρτους καὶ τοὺς ἰχθύας εὐχαριστήσας ἔκλασεν καὶ ἔδωκεν τοῖς μαθηταῖς αὐτοῦ· οἱ δὲ μαθηταὶ τῷ ὄχλῷ
Mat 15:37καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν καὶ ἦραν τὸ περισσεῦον τῶν κλασμάτων ἑπτὰ σπυρίδας πλήρεις
Mat 15:38οἱ δὲ ἐσθίοντες ἦσαν τετρακισχίλιοι ἄνδρες χωρὶς γυναικῶν καὶ παιδίων
Mat 15:39Καὶ ἀπολύσας τοὺς ὄχλους ἐνέβη εἰς τὸ πλοῖον καὶ ἦλθεν εἰς τὰ ὅρια Μαγδαλά
Translation Copyright Logo

The Textus Receptus (latin, "Received Text") is the Greek text originally compiled by Erasmus around 1516. Though the earliest work was prepared by Desiderius Erasmus, his work was later revised by Robert Estienne (or, Stephanus) and further revised by Theodore Beza. The text produced by each is substantially the same, aside from some minor variations. The Blue Letter Bible utilizes Stephanus' edition from 1550.

Matthew Chapter 15 — Additional Translations: