Previous Chapter Full Page Full Page Next Chapter

Ματθαίος (Matthew) 10 :: Textus Receptus (TR)

Mat 10:1Καὶ προσκαλεσάμενος τοὺς δώδεκα μαθητὰς αὐτοῦ ἔδωκεν αὐτοῖς ἐξουσίαν πνευμάτων ἀκαθάρτων ὥστε ἐκβάλλειν αὐτὰ καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν
Mat 10:2Τῶν δὲ δώδεκα ἀποστόλων τὰ ὀνόματά ἐστιν ταῦτα· πρῶτος Σίμων λεγόμενος Πέτρος καὶ Ἀνδρέας ἀδελφὸς αὐτοῦ Ἰάκωβος τοῦ Ζεβεδαίου καὶ Ἰωάννης ἀδελφὸς αὐτοῦ
Mat 10:3Φίλιππος καὶ Βαρθολομαῖος Θωμᾶς καὶ Ματθαῖος τελώνης Ἰάκωβος τοῦ Ἁλφαίου καὶ Λεββαῖος ἐπικληθεὶς Θαδδαῖος
Mat 10:4Σίμων Κανανίτης, καὶ Ἰούδας Ἰσκαριώτης καὶ παραδοὺς αὐτόν
Mat 10:5Τούτους τοὺς δώδεκα ἀπέστειλεν Ἰησοῦς παραγγείλας αὐτοῖς λέγων, Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε·
Mat 10:6πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ
Mat 10:7πορευόμενοι δὲ κηρύσσετε λέγοντες ὅτι Ἤγγικεν βασιλεία τῶν οὐρανῶν
Mat 10:8ἀσθενοῦντας θεραπεύετε λεπροὺς καθαρίζετε νεκροὺς ἐγείρετε δαιμόνια ἐκβάλλετε· δωρεὰν ἐλάβετε δωρεὰν δότε
Mat 10:9Μὴ κτήσησθε χρυσὸν μηδὲ ἄργυρον μηδὲ χαλκὸν εἰς τὰς ζώνας ὑμῶν
Mat 10:10μὴ πήραν εἰς ὁδὸν μηδὲ δύο χιτῶνας μηδὲ ὑποδήματα μηδὲ ῥάβδον· ἄξιος γὰρ ἐργάτης τῆς τροφῆς αὐτοῦ ἐστιν
Mat 10:11εἰς ἣν δ᾽ ἂν πόλιν κώμην εἰσέλθητε ἐξετάσατε τίς ἐν αὐτῇ ἄξιός ἐστιν· κἀκεῖ μείνατε ἕως ἂν ἐξέλθητε
Mat 10:12εἰσερχόμενοι δὲ εἰς τὴν οἰκίαν ἀσπάσασθε αὐτήν·
Mat 10:13καὶ ἐὰν μὲν οἰκία ἀξία ἐλθέτω εἰρήνη ὑμῶν ἐπ᾽ αὐτήν· ἐὰν δὲ μὴ ἀξία εἰρήνη ὑμῶν πρὸς ὑμᾶς ἐπιστραφήτω
Mat 10:14καὶ ὃς ἐὰν μὴ δέξηται ὑμᾶς μηδὲ ἀκούσῃ τοὺς λόγους ὑμῶν ἐξερχόμενοι τῆς οἰκίας τῆς πόλεως ἐκείνης ἐκτινάξατε τὸν κονιορτὸν τῶν ποδῶν ὑμῶν
Mat 10:15ἀμὴν λέγω ὑμῖν ἀνεκτότερον ἔσται γῇ Σοδόμων καὶ Γομόρρων ἐν ἡμέρᾳ κρίσεως τῇ πόλει ἐκείνῃ
Mat 10:16Ἰδού, ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων· γίνεσθε οὖν φρόνιμοι ὡς οἱ ὄφεις καὶ ἀκέραιοι ὡς αἱ περιστεραί
Mat 10:17προσέχετε δὲ ἀπὸ τῶν ἀνθρώπων· παραδώσουσιν γὰρ ὑμᾶς εἰς συνέδρια καὶ ἐν ταῖς συναγωγαῖς αὐτῶν μαστιγώσουσιν ὑμᾶς·
Mat 10:18καὶ ἐπὶ ἡγεμόνας δὲ καὶ βασιλεῖς ἀχθήσεσθε ἕνεκεν ἐμοῦ εἰς μαρτύριον αὐτοῖς καὶ τοῖς ἔθνεσιν
Mat 10:19ὅταν δὲ παραδιδῶσιν ὑμᾶς μὴ μεριμνήσητε πῶς τί λαλήσητε· δοθήσεται γὰρ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ τί λαλήσετε
Mat 10:20οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες ἀλλὰ τὸ πνεῦμα τοῦ πατρὸς ὑμῶν τὸ λαλοῦν ἐν ὑμῖν
Mat 10:21παραδώσει δὲ ἀδελφὸς ἀδελφὸν εἰς θάνατον καὶ πατὴρ τέκνον καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς καὶ θανατώσουσιν αὐτούς
Mat 10:22καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· δὲ ὑπομείνας εἰς τέλος οὗτος σωθήσεται
Mat 10:23ὅταν δὲ διώκωσιν ὑμᾶς ἐν τῇ πόλει ταύτῃ φεύγετε εἰς τὴν ἄλλην· ἀμὴν γὰρ λέγω ὑμῖν οὐ μὴ τελέσητε τὰς πόλεις τοῦ Ἰσραὴλ ἕως ἂν ἔλθῃ υἱὸς τοῦ ἀνθρώπου
Mat 10:24Οὐκ ἔστιν μαθητὴς ὑπὲρ τὸν διδάσκαλον οὐδὲ δοῦλος ὑπὲρ τὸν κύριον αὐτοῦ
Mat 10:25ἀρκετὸν τῷ μαθητῇ ἵνα γένηται ὡς διδάσκαλος αὐτοῦ καὶ δοῦλος ὡς κύριος αὐτοῦ εἰ τὸν οἰκοδεσπότην Βεελζεβοὺλ ἐκάλεσαν, πόσῳ μᾶλλον τοὺς οἰκιακοὺς αὐτοῦ
Mat 10:26Μὴ οὖν φοβηθῆτε αὐτούς· οὐδὲν γάρ ἐστιν κεκαλυμμένον οὐκ ἀποκαλυφθήσεται καὶ κρυπτὸν οὐ γνωσθήσεται
Mat 10:27 λέγω ὑμῖν ἐν τῇ σκοτίᾳ εἴπατε ἐν τῷ φωτί καὶ εἰς τὸ οὖς ἀκούετε κηρύξατε ἐπὶ τῶν δωμάτων
Mat 10:28καὶ μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι· φοβηθήτε δὲ μᾶλλον τὸν δυνάμενον καὶ ψυχὴν καὶ σῶμα ἀπολέσαι ἐν γεέννῃ
Mat 10:29οὐχὶ δύο στρουθία ἀσσαρίου πωλεῖται καὶ ἓν ἐξ αὐτῶν οὐ πεσεῖται ἐπὶ τὴν γῆν ἄνευ τοῦ πατρὸς ὑμῶν
Mat 10:30ὑμῶν δὲ καὶ αἱ τρίχες τῆς κεφαλῆς πᾶσαι ἠριθμημέναι εἰσίν
Mat 10:31μὴ οὖν φοβηθῆτε, πολλῶν στρουθίων διαφέρετε ὑμεῖς
(Luk 12:8, 9 )
Mat 10:32Πᾶς οὖν ὅστις ὁμολογήσει ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων ὁμολογήσω κἀγὼ ἐν αὐτῷ ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς·
Mat 10:33ὅστις δ᾽ ἂν ἀρνήσηταί με ἔμπροσθεν τῶν ἀνθρώπων ἀρνήσομαι αὐτὸν κἀγὼ ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς
Mat 10:34Μὴ νομίσητε ὅτι ἦλθον βαλεῖν εἰρήνην ἐπὶ τὴν γῆν· οὐκ ἦλθον βαλεῖν εἰρήνην ἀλλὰ μάχαιραν
Mat 10:35ἦλθον γὰρ διχάσαι ἄνθρωπον κατὰ τοῦ πατρὸς αὐτοῦ καὶ θυγατέρα κατὰ τῆς μητρὸς αὐτῆς καὶ νύμφην κατὰ τῆς πενθερᾶς αὐτῆς
Mat 10:36καὶ ἐχθροὶ τοῦ ἀνθρώπου οἱ οἰκιακοὶ αὐτοῦ
Mat 10:37 φιλῶν πατέρα μητέρα ὑπὲρ ἐμὲ οὐκ ἔστιν μου ἄξιος καὶ φιλῶν υἱὸν θυγατέρα ὑπὲρ ἐμὲ οὐκ ἔστιν μου ἄξιος·
Mat 10:38καὶ ὃς οὐ λαμβάνει τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθεῖ ὀπίσω μου οὐκ ἔστιν μου ἄξιος
Mat 10:39 εὑρὼν τὴν ψυχὴν αὐτοῦ ἀπολέσει αὐτήν, καὶ ἀπολέσας τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ εὑρήσει αὐτήν
Mat 10:40 δεχόμενος ὑμᾶς ἐμὲ δέχεται καὶ ἐμὲ δεχόμενος δέχεται τὸν ἀποστείλαντά με
Mat 10:41 δεχόμενος προφήτην εἰς ὄνομα προφήτου μισθὸν προφήτου λήψεται· καὶ δεχόμενος δίκαιον εἰς ὄνομα δικαίου μισθὸν δικαίου λήψεται
Mat 10:42καὶ ὃς ἐὰν ποτίσῃ ἕνα τῶν μικρῶν τούτων ποτήριον ψυχροῦ μόνον εἰς ὄνομα μαθητοῦ ἀμὴν λέγω ὑμῖν οὐ μὴ ἀπολέσῃ τὸν μισθὸν αὐτοῦ
Translation Copyright Logo

The Textus Receptus (latin, "Received Text") is the Greek text originally compiled by Erasmus around 1516. Though the earliest work was prepared by Desiderius Erasmus, his work was later revised by Robert Estienne (or, Stephanus) and further revised by Theodore Beza. The text produced by each is substantially the same, aside from some minor variations. The Blue Letter Bible utilizes Stephanus' edition from 1550.

Matthew Chapter 10 — Additional Translations: