Previous Chapter Full Page Full Page Next Chapter

Μάρκος (Mark) 6 :: Textus Receptus (TR)

Mar 6:1Καὶ ἐξῆλθεν ἐκεῖθεν καὶ ἦλθεν εἰς τὴν πατρίδα αὐτοῦ καὶ ἀκολουθοῦσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ
Mar 6:2καὶ γενομένου σαββάτου ἤρξατο ἐν τῇ συναγωγῇ διδάσκειν καὶ πολλοὶ ἀκούοντες ἐξεπλήσσοντο λέγοντες Πόθεν τούτῳ ταῦτα καὶ τίς σοφία δοθεῖσα αὐτῷ, ὅτι καὶ δυνάμεις τοιαῦται διὰ τῶν χειρῶν αὐτοῦ γινόνται
Mar 6:3οὐκ οὗτός ἐστιν τέκτων υἱὸς Μαρίας ἀδελφὸς δὲ Ἰακώβου καὶ Ἰωσῆ καὶ Ἰούδα καὶ Σίμωνος καὶ οὐκ εἰσὶν αἱ ἀδελφαὶ αὐτοῦ ὧδε πρὸς ἡμᾶς καὶ ἐσκανδαλίζοντο ἐν αὐτῷ
Mar 6:4ἔλεγεν δὲ αὐτοῖς Ἰησοῦς ὅτι Οὐκ ἔστιν προφήτης ἄτιμος εἰ μὴ ἐν τῇ πατρίδι αὐτοῦ καὶ ἐν τοῖς συγγενέσιν καὶ ἐν τῇ οἰκίᾳ αὐτοῦ
Mar 6:5καὶ οὐκ ἠδύνατο ἐκεῖ οὐδεμίαν δύναμιν ποιῆσαι εἰ μὴ ὀλίγοις ἀρρώστοις ἐπιθεὶς τὰς χεῖρας ἐθεράπευσεν
Mar 6:6καὶ ἐθαύμαζεν διὰ τὴν ἀπιστίαν αὐτῶν Καὶ περιῆγεν τὰς κώμας κύκλῳ διδάσκων
Mar 6:7καὶ προσκαλεῖται τοὺς δώδεκα καὶ ἤρξατο αὐτοὺς ἀποστέλλειν δύο δύο καὶ ἐδίδου αὐτοῖς ἐξουσίαν τῶν πνευμάτων τῶν ἀκαθάρτων
Mar 6:8καὶ παρήγγειλεν αὐτοῖς ἵνα μηδὲν αἴρωσιν εἰς ὁδὸν εἰ μὴ ῥάβδον μόνον μὴ πήραν μὴ ἄρτον μὴ εἰς τὴν ζώνην χαλκόν
Mar 6:9ἀλλ᾽ ὑποδεδεμένους σανδάλια καὶ μὴ ἐνδύσησθε δύο χιτῶνας
Mar 6:10καὶ ἔλεγεν αὐτοῖς Ὅπου ἐὰν εἰσέλθητε εἰς οἰκίαν ἐκεῖ μένετε ἕως ἂν ἐξέλθητε ἐκεῖθεν
Mar 6:11καὶ ὃσοι ἂν μὴ δέξωνταί ὑμᾶς μηδὲ ἀκούσωσιν ὑμῶν ἐκπορευόμενοι ἐκεῖθεν ἐκτινάξατε τὸν χοῦν τὸν ὑποκάτω τῶν ποδῶν ὑμῶν εἰς μαρτύριον αὐτοῖς ἀμὴν λέγω ὑμῖν, ἀνεκτοτερον ἔσται Σοδόμοις Γομόρροις ἐν ἡμέρᾳ κρίσεως, τῇ πόλει ἐκείνη
Mar 6:12Καὶ ἐξελθόντες ἐκήρυσσον ἵνα μετανοήσωσιν
Mar 6:13καὶ δαιμόνια πολλὰ ἐξέβαλλον καὶ ἤλειφον ἐλαίῳ πολλοὺς ἀρρώστους καὶ ἐθεράπευον
Mar 6:14Καὶ ἤκουσεν βασιλεὺς Ἡρῴδης φανερὸν γὰρ ἐγένετο τὸ ὄνομα αὐτοῦ καὶ ἔλεγεν ὅτι Ἰωάννης βαπτίζων ἐκ νεκρῶν ἠγέρθη, καὶ διὰ τοῦτο ἐνεργοῦσιν αἱ δυνάμεις ἐν αὐτῷ
Mar 6:15ἄλλοι ἔλεγον ὅτι Ἠλίας ἐστίν· ἄλλοι δὲ ἔλεγον ὅτι προφήτης ἐστίν· ὡς εἷς τῶν προφητῶν
Mar 6:16ἀκούσας δὲ Ἡρῴδης εἶπεν, ὅτι Ὃν ἐγὼ ἀπεκεφάλισα Ἰωάννην οὗτος ἐστιν· αὐτὸς ἠγέρθη ἐκ νεκρῶν
Mar 6:17Αὐτὸς γὰρ Ἡρῴδης ἀποστείλας ἐκράτησεν τὸν Ἰωάννην καὶ ἔδησεν αὐτὸν ἐν τῇ φυλακῇ διὰ Ἡρῳδιάδα τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ ὅτι αὐτὴν ἐγάμησεν·
Mar 6:18ἔλεγεν γὰρ Ἰωάννης τῷ Ἡρῴδῃ ὅτι Οὐκ ἔξεστίν σοι ἔχειν τὴν γυναῖκα τοῦ ἀδελφοῦ σου
Mar 6:19 δὲ Ἡρῳδιὰς ἐνεῖχεν αὐτῷ καὶ ἤθελεν αὐτὸν ἀποκτεῖναι καὶ οὐκ ἠδύνατο·
Mar 6:20 γὰρ Ἡρῴδης ἐφοβεῖτο τὸν Ἰωάννην εἰδὼς αὐτὸν ἄνδρα δίκαιον καὶ ἅγιον καὶ συνετήρει αὐτόν καὶ ἀκούσας αὐτοῦ πολλὰ ἐποίει, καὶ ἡδέως αὐτοῦ ἤκουεν
Mar 6:21Καὶ γενομένης ἡμέρας εὐκαίρου ὅτε Ἡρῴδης τοῖς γενεσίοις αὐτοῦ δεῖπνον ἐποίει τοῖς μεγιστᾶσιν αὐτοῦ καὶ τοῖς χιλιάρχοις καὶ τοῖς πρώτοις τῆς Γαλιλαίας
Mar 6:22καὶ εἰσελθούσης τῆς θυγατρὸς αὐτῆς τῆς Ἡρῳδιάδος καὶ ὀρχησαμένης καὶ ἄρεσασης, τῷ Ἡρῴδῃ καὶ τοῖς συνανακειμένοις εἶπεν βασιλεὺς τῷ κορασίῳ Αἴτησόν με ἐὰν θέλῃς καὶ δώσω σοι·
Mar 6:23καὶ ὤμοσεν αὐτῇ ὅτι, ἐάν με αἰτήσῃς δώσω σοι ἕως ἡμίσους τῆς βασιλείας μου
Mar 6:24 δὲ ἐξελθοῦσα εἶπεν τῇ μητρὶ αὐτῆς Τί αἰτήσομαι δὲ εἶπεν Τὴν κεφαλὴν Ἰωάννου τοῦ βαπτίστου
Mar 6:25καὶ εἰσελθοῦσα εὐθὲως μετὰ σπουδῆς πρὸς τὸν βασιλέα ᾐτήσατο λέγουσα Θέλω ἵνα μοι δῷς ἐξαὐτῆς ἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάννου τοῦ βαπτιστοῦ
Mar 6:26καὶ περίλυπος γενόμενος βασιλεὺς διὰ τοὺς ὅρκους καὶ τοὺς συνανακειμένους οὐκ ἠθέλησεν αὐτὴν ἀθετῆσαι
Mar 6:27καὶ εὐθὲως ἀποστείλας βασιλεὺς σπεκουλάτωρα ἐπέταξεν ἐνεχθῆναι τὴν κεφαλὴν αὐτοῦ δὲ ἀπελθὼν ἀπεκεφάλισεν αὐτὸν ἐν τῇ φυλακῇ
Mar 6:28καὶ ἤνεγκεν τὴν κεφαλὴν αὐτοῦ ἐπὶ πίνακι καὶ ἔδωκεν αὐτὴν τῷ κορασίῳ καὶ τὸ κοράσιον ἔδωκεν αὐτὴν τῇ μητρὶ αὐτῆς
Mar 6:29καὶ ἀκούσαντες οἱ μαθηταὶ αὐτοῦ ἦλθον καὶ ἦραν τὸ πτῶμα αὐτοῦ καὶ ἔθηκαν αὐτὸ ἐν τῷ μνημείῳ
Mar 6:30Καὶ συνάγονται οἱ ἀπόστολοι πρὸς τὸν Ἰησοῦν καὶ ἀπήγγειλαν αὐτῷ πάντα καὶ ὅσα ἐποίησαν Καὶ ὅσα ἐδίδαξαν
Mar 6:31καὶ εἶπεν αὐτοῖς Δεῦτε ὑμεῖς αὐτοὶ κατ᾽ ἰδίαν εἰς ἔρημον τόπον καὶ ἀναπαύεσθε ὀλίγον ἦσαν γὰρ οἱ ἐρχόμενοι καὶ οἱ ὑπάγοντες πολλοί καὶ οὐδὲ φαγεῖν ηὐκαίρουν
Mar 6:32καὶ ἀπῆλθον εἰς ἔρημον τόπον τῷ πλοίῳ κατ᾽ ἰδίαν
Mar 6:33καὶ εἶδον αὐτοὺς ὑπάγοντας οἱ ὄχλοι, καὶ ἐπέγνωσαν αὐτὸν πολλοί καὶ πεζῇ ἀπὸ πασῶν τῶν πόλεων συνέδραμον ἐκεῖ καὶ προῆλθον αὐτούς καὶ συνῆλθον πρὸς αὐτὸν
Mar 6:34καὶ ἐξελθὼν εἶδεν Ἰησοῦς πολὺν ὄχλον καὶ ἐσπλαγχνίσθη ἐπ᾽ αὐτοῖς, ὅτι ἦσαν ὡς πρόβατα μὴ ἔχοντα ποιμένα καὶ ἤρξατο διδάσκειν αὐτοὺς πολλά
Mar 6:35Καὶ ἤδη ὥρας πολλῆς γενομένης προσελθόντες αὐτῷ οἱ μαθηταὶ αὐτοῦ λέγουσιν ὅτι Ἔρημός ἐστιν τόπος καὶ ἤδη ὥρα πολλή·
Mar 6:36ἀπόλυσον αὐτούς ἵνα ἀπελθόντες εἰς τοὺς κύκλῳ ἀγροὺς καὶ κώμας ἀγοράσωσιν ἑαυτοῖς ἄρτους τί γὰρ φάγωσιν οὐκ ἔχουσιν
Mar 6:37 δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς Δότε αὐτοῖς ὑμεῖς φαγεῖν καὶ λέγουσιν αὐτῷ Ἀπελθόντες ἀγοράσωμεν διακοσίων δηναρίων ἄρτους καὶ δώμεν αὐτοῖς φαγεῖν
Mar 6:38 δὲ λέγει αὐτοῖς Πόσους ἄρτους ἔχετε ὑπάγετε καὶ ἴδετε καὶ γνόντες λέγουσιν Πέντε καὶ δύο ἰχθύας
Mar 6:39καὶ ἐπέταξεν αὐτοῖς ἀνακλῖναι πάντας συμπόσια συμπόσια ἐπὶ τῷ χλωρῷ χόρτῳ
Mar 6:40καὶ ἀνέπεσον πρασιαὶ πρασιαὶ ἀνὰ ἑκατὸν καὶ ἀνὰ πεντήκοντα
Mar 6:41καὶ λαβὼν τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησεν καὶ κατέκλασεν τοὺς ἄρτους καὶ ἐδίδου τοῖς μαθηταῖς αὐτοῦ ἵνα παραθῶσιν αὐτοῖς καὶ τοὺς δύο ἰχθύας ἐμέρισεν πᾶσιν
Mar 6:42καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν
Mar 6:43καὶ ἦραν κλασμάτων δώδεκα κοφίνους πληρεις, καὶ ἀπὸ τῶν ἰχθύων
Mar 6:44καὶ ἦσαν οἱ φαγόντες τοὺς ἄρτους ὡσεὶ πεντακισχίλιοι ἄνδρες
Mar 6:45Καὶ εὐθὲως ἠνάγκασεν τοὺς μαθητὰς αὐτοῦ ἐμβῆναι εἰς τὸ πλοῖον καὶ προάγειν εἰς τὸ πέραν πρὸς Βηθσαϊδάν ἕως αὐτὸς ἀπολύσῃ τὸν ὄχλον
Mar 6:46καὶ ἀποταξάμενος αὐτοῖς ἀπῆλθεν εἰς τὸ ὄρος προσεύξασθαι
Mar 6:47καὶ ὀψίας γενομένης ἦν τὸ πλοῖον ἐν μέσῳ τῆς θαλάσσης καὶ αὐτὸς μόνος ἐπὶ τῆς γῆς
Mar 6:48καὶ εἶδεν αὐτοὺς βασανιζομένους ἐν τῷ ἐλαύνειν ἦν γὰρ ἄνεμος ἐναντίος αὐτοῖς καὶ περὶ τετάρτην φυλακὴν τῆς νυκτὸς ἔρχεται πρὸς αὐτοὺς περιπατῶν ἐπὶ τῆς θαλάσσης· καὶ ἤθελεν παρελθεῖν αὐτούς
Mar 6:49οἱ δὲ ἰδόντες αὐτὸν περιπατοῦντα ἐπὶ τῆς θαλάσσης ἔδοξαν φάντασμά εἶναι, καὶ ἀνέκραξαν·
Mar 6:50πάντες γὰρ αὐτὸν εἶδον καὶ ἐταράχθησαν καὶ εὐθὲως ἐλάλησεν μετ᾽ αὐτῶν καὶ λέγει αὐτοῖς Θαρσεῖτε ἐγώ εἰμι· μὴ φοβεῖσθε
Mar 6:51καὶ ἀνέβη πρὸς αὐτοὺς εἰς τὸ πλοῖον καὶ ἐκόπασεν ἄνεμος καὶ λίαν ἐκ περισσοῦ ἐν ἑαυτοῖς ἐξίσταντο· καὶ ἐθαύμαζον
Mar 6:52οὐ γὰρ συνῆκαν ἐπὶ τοῖς ἄρτοις ἦν γὰρ καρδία αὐτῶν πεπωρωμένη
Mar 6:53Καὶ διαπεράσαντες ἦλθον ἐπὶ τὴν γῆν Γενησαρέτ καὶ προσωρμίσθησαν
Mar 6:54καὶ ἐξελθόντων αὐτῶν ἐκ τοῦ πλοίου εὐθὲως ἐπιγνόντες αὐτὸν
Mar 6:55περιδραμόντες ὅλην τὴν περίχωρον ἐκείνην ἤρξαντο ἐπὶ τοῖς κραββάτοις τοὺς κακῶς ἔχοντας περιφέρειν ὅπου ἤκουον ὅτι ἐκεῖ ἐστιν
Mar 6:56καὶ ὅπου ἂν εἰσεπορεύετο εἰς κώμας πόλεις ἀγροὺς ἐν ταῖς ἀγοραῖς ἐτίθουν τοὺς ἀσθενοῦντας καὶ παρεκάλουν αὐτὸν ἵνα κἂν τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ ἅψωνται· καὶ ὅσοι ἂν ἤπτοντο αὐτοῦ ἐσῴζοντο
Translation Copyright Logo

The Textus Receptus (latin, "Received Text") is the Greek text originally compiled by Erasmus around 1516. Though the earliest work was prepared by Desiderius Erasmus, his work was later revised by Robert Estienne (or, Stephanus) and further revised by Theodore Beza. The text produced by each is substantially the same, aside from some minor variations. The Blue Letter Bible utilizes Stephanus' edition from 1550.

Mark Chapter 6 — Additional Translations: