Previous Chapter Full Page Full Page Next Chapter

Μάρκος (Mark) 5 :: Textus Receptus (TR)

Mar 5:1Καὶ ἦλθον εἰς τὸ πέραν τῆς θαλάσσης εἰς τὴν χώραν τῶν Γαδαρηνῶν
Mar 5:2καὶ ἐξελθόντι αὐτῷ ἐκ τοῦ πλοίου εὐθὲως ἀπήντησεν αὐτῶ ἐκ τῶν μνημείων ἄνθρωπος ἐν πνεύματι ἀκαθάρτῳ
Mar 5:3ὃς τὴν κατοίκησιν εἶχεν ἐν τοῖς μνήμείοις· καὶ οὒτε ἁλύσεσιν οὐδεὶς ἠδύνατο αὐτὸν δῆσαι
Mar 5:4διὰ τὸ αὐτὸν πολλάκις πέδαις καὶ ἁλύσεσιν δεδέσθαι καὶ διεσπάσθαι ὑπ᾽ αὐτοῦ τὰς ἁλύσεις καὶ τὰς πέδας συντετρῖφθαι καὶ οὐδεὶς αὐτὸν ἴσχυεν δαμάσαι·
Mar 5:5καὶ διαπαντός νυκτὸς καὶ ἡμέρας ἐν τοῖς ὄρεσιν καὶ ἐν τοῖς μνήμασιν ἦν κράζων καὶ κατακόπτων ἑαυτὸν λίθοις
Mar 5:6ἰδὼν δὲ τὸν Ἰησοῦν ἀπὸ μακρόθεν ἔδραμεν καὶ προσεκύνησεν αὐτῷ
Mar 5:7καὶ κράξας φωνῇ μεγάλῃ εἶπεν Τί ἐμοὶ καὶ σοί Ἰησοῦ υἱὲ τοῦ θεοῦ τοῦ ὑψίστου ὁρκίζω σε τὸν θεόν μή με βασανίσῃς
Mar 5:8ἔλεγεν γὰρ αὐτῷ Ἔξελθε τὸ πνεῦμα τὸ ἀκάθαρτον ἐκ τοῦ ἀνθρώπου
Mar 5:9καὶ ἐπηρώτα αὐτόν Τί σοι ὄνομά καὶ ἀπεκρίθη λέγων, Λεγεὼν ὄνομά μοι ὅτι πολλοί ἐσμεν
Mar 5:10καὶ παρεκάλει αὐτὸν πολλὰ ἵνα μὴ αὐτοὺς ἀποστείλῃ ἔξω τῆς χώρας
Mar 5:11Ἦν δὲ ἐκεῖ πρὸς τὰ ὄρη ἀγέλη χοίρων μεγάλη βοσκομένη·
Mar 5:12καὶ παρεκάλεσαν αὐτὸν πάντες οἱ δαίμονες λέγοντες Πέμψον ἡμᾶς εἰς τοὺς χοίρους ἵνα εἰς αὐτοὺς εἰσέλθωμεν
Mar 5:13καὶ ἐπέτρεψεν αὐτοῖς εὐθέως Ἰησοῦς καὶ ἐξελθόντα τὰ πνεύματα τὰ ἀκάθαρτα εἰσῆλθον εἰς τοὺς χοίρους καὶ ὥρμησεν ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν ἦσαν δὲ ὡς δισχίλιοι καὶ ἐπνίγοντο ἐν τῇ θαλάσσῃ
Mar 5:14οἱ δὲ βόσκοντες τοὺς χοίρους ἔφυγον καὶ ἀνήγγειλάν εἰς τὴν πόλιν καὶ εἰς τοὺς ἀγρούς· καὶ ἐξῆλθον ἰδεῖν τί ἐστιν τὸ γεγονός
Mar 5:15καὶ ἔρχονται πρὸς τὸν Ἰησοῦν καὶ θεωροῦσιν τὸν δαιμονιζόμενον καθήμενον καὶ ἱματισμένον καὶ σωφρονοῦντα τὸν ἐσχηκότα τὸν λεγεῶνα· καὶ ἐφοβήθησαν
Mar 5:16καὶ διηγήσαντο αὐτοῖς οἱ ἰδόντες πῶς ἐγένετο τῷ δαιμονιζομένῳ καὶ περὶ τῶν χοίρων
Mar 5:17καὶ ἤρξαντο παρακαλεῖν αὐτὸν ἀπελθεῖν ἀπὸ τῶν ὁρίων αὐτῶν
Mar 5:18καὶ ἐμβάντος αὐτοῦ εἰς τὸ πλοῖον παρεκάλει αὐτὸν δαιμονισθεὶς ἵνα μετ᾽ αὐτοῦ
Mar 5:19 δὲ Ἰησοῦς οὐκ ἀφῆκεν αὐτόν ἀλλὰ λέγει αὐτῷ Ὕπαγε εἰς τὸν οἶκόν σου πρὸς τοὺς σούς καὶ ἀνάγγειλον αὐτοῖς ὅσα σοι κύριός ἐποίησεν καὶ ἠλέησέν σε
Mar 5:20καὶ ἀπῆλθεν καὶ ἤρξατο κηρύσσειν ἐν τῇ Δεκαπόλει ὅσα ἐποίησεν αὐτῷ Ἰησοῦς καὶ πάντες ἐθαύμαζον
Mar 5:21Καὶ διαπεράσαντος τοῦ Ἰησοῦ ἐν τῷ πλοίῳ πάλιν εἰς τὸ πέραν συνήχθη ὄχλος πολὺς ἐπ᾽ αὐτόν καὶ ἦν παρὰ τὴν θάλασσαν
Mar 5:22καὶ ἰδοὺ, ἔρχεται εἷς τῶν ἀρχισυναγώγων ὀνόματι Ἰάειρος καὶ ἰδὼν αὐτὸν πίπτει πρὸς τοὺς πόδας αὐτοῦ
Mar 5:23καὶ παρεκάλει αὐτὸν πολλὰ λέγων ὅτι Τὸ θυγάτριόν μου ἐσχάτως ἔχει ἵνα ἐλθὼν ἐπιθῇς αὐτῇ τὰς χεῖρας ὅπως σωθῇ καὶ ζήσεται
Mar 5:24καὶ ἀπῆλθεν μετ᾽ αὐτοῦ Καὶ ἠκολούθει αὐτῷ ὄχλος πολύς καὶ συνέθλιβον αὐτόν
Mar 5:25καὶ γυνὴ τις οὖσα ἐν ῥύσει αἵματος ἔτη δώδεκα
Mar 5:26καὶ πολλὰ παθοῦσα ὑπὸ πολλῶν ἰατρῶν καὶ δαπανήσασα τὰ παρ᾽ ἑαυτῆς πάντα καὶ μηδὲν ὠφεληθεῖσα ἀλλὰ μᾶλλον εἰς τὸ χεῖρον ἐλθοῦσα
Mar 5:27ἀκούσασα περὶ τοῦ Ἰησοῦ ἐλθοῦσα ἐν τῷ ὄχλῳ ὄπισθεν ἥψατο τοῦ ἱματίου αὐτοῦ·
Mar 5:28ἔλεγεν γὰρ ὅτι κἂν τῶν ἱματίων αὐτοῦ ἅψωμαι σωθήσομαι
Mar 5:29καὶ εὐθὲως ἐξηράνθη πηγὴ τοῦ αἵματος αὐτῆς καὶ ἔγνω τῷ σώματι ὅτι ἴαται ἀπὸ τῆς μάστιγος
Mar 5:30καὶ εὐθὲως Ἰησοῦς ἐπιγνοὺς ἐν ἑαυτῷ τὴν ἐξ αὐτοῦ δύναμιν ἐξελθοῦσαν ἐπιστραφεὶς ἐν τῷ ὄχλῳ ἔλεγεν Τίς μου ἥψατο τῶν ἱματίων
Mar 5:31καὶ ἔλεγον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ Βλέπεις τὸν ὄχλον συνθλίβοντά σε καὶ λέγεις Τίς μου ἥψατο
Mar 5:32καὶ περιεβλέπετο ἰδεῖν τὴν τοῦτο ποιήσασαν
Mar 5:33 δὲ γυνὴ φοβηθεῖσα καὶ τρέμουσα εἰδυῖα γέγονεν ἐπ᾽ αὐτῇ ἦλθεν καὶ προσέπεσεν αὐτῷ καὶ εἶπεν αὐτῷ πᾶσαν τὴν ἀλήθειαν
Mar 5:34 δὲ εἶπεν αὐτῇ θύγατερ πίστις σου σέσωκέν σε· ὕπαγε εἰς εἰρήνην καὶ ἴσθι ὑγιὴς ἀπὸ τῆς μάστιγός σου
Mar 5:35Ἔτι αὐτοῦ λαλοῦντος ἔρχονται ἀπὸ τοῦ ἀρχισυναγώγου λέγοντες ὅτι θυγάτηρ σου ἀπέθανεν· τί ἔτι σκύλλεις τὸν διδάσκαλον
Mar 5:36 δὲ Ἰησοῦς εὐθέως ἀκούσας τὸν λόγον λαλούμενον λέγει τῷ ἀρχισυναγώγῳ Μὴ φοβοῦ μόνον πίστευε
Mar 5:37καὶ οὐκ ἀφῆκεν οὐδένα αὐτῷ συνακολουθῆσαι εἰ μὴ Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην τὸν ἀδελφὸν Ἰακώβου
Mar 5:38καὶ ἔρχεται εἰς τὸν οἶκον τοῦ ἀρχισυναγώγου καὶ θεωρεῖ θόρυβον κλαίοντας καὶ ἀλαλάζοντας πολλά
Mar 5:39καὶ εἰσελθὼν λέγει αὐτοῖς Τί θορυβεῖσθε καὶ κλαίετε τὸ παιδίον οὐκ ἀπέθανεν ἀλλὰ καθεύδει
Mar 5:40καὶ κατεγέλων αὐτοῦ δὲ ἐκβαλὼν ἅπαντας, παραλαμβάνει τὸν πατέρα τοῦ παιδίου καὶ τὴν μητέρα καὶ τοὺς μετ᾽ αὐτοῦ καὶ εἰσπορεύεται ὅπου ἦν τὸ παιδίον ἀνακείμενον·
Mar 5:41καὶ κρατήσας τῆς χειρὸς τοῦ παιδίου λέγει αὐτῇ Ταλιθα κοῦμι· ἐστιν μεθερμηνευόμενον Τὸ κοράσιον σοὶ λέγω ἔγειραι
Mar 5:42καὶ εὐθὲως ἀνέστη τὸ κοράσιον καὶ περιεπάτει· ἦν γὰρ ἐτῶν δώδεκα καὶ ἐξέστησαν ἐκστάσει μεγάλῃ
Mar 5:43καὶ διεστείλατο αὐτοῖς πολλὰ ἵνα μηδεὶς γνῷ τοῦτο καὶ εἶπεν δοθῆναι αὐτῇ φαγεῖν
Translation Copyright Logo

The Textus Receptus (latin, "Received Text") is the Greek text originally compiled by Erasmus around 1516. Though the earliest work was prepared by Desiderius Erasmus, his work was later revised by Robert Estienne (or, Stephanus) and further revised by Theodore Beza. The text produced by each is substantially the same, aside from some minor variations. The Blue Letter Bible utilizes Stephanus' edition from 1550.

Mark Chapter 5 — Additional Translations: