Previous Chapter Full Page Full Page Next Chapter

Μάρκος (Mark) 4 :: Textus Receptus (TR)

Mar 4:1Καὶ πάλιν ἤρξατο διδάσκειν παρὰ τὴν θάλασσαν· καὶ συνήχθη πρὸς αὐτὸν ὄχλος πολύς, ὥστε αὐτὸν ἐμβάντα εἰς τὸ πλοῖον καθῆσθαι ἐν τῇ θαλάσσῃ καὶ πᾶς ὄχλος πρὸς τὴν θάλασσαν ἐπὶ τῆς γῆς ἦν
Mar 4:2καὶ ἐδίδασκεν αὐτοὺς ἐν παραβολαῖς πολλά καὶ ἔλεγεν αὐτοῖς ἐν τῇ διδαχῇ αὐτοῦ
Mar 4:3Ἀκούετε ἰδού, ἐξῆλθεν σπείρων τοῦ σπεῖραι
Mar 4:4καὶ ἐγένετο ἐν τῷ σπείρειν μὲν ἔπεσεν παρὰ τὴν ὁδόν καὶ ἦλθεν τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ κατέφαγεν αὐτό
Mar 4:5ἄλλο δὲ ἔπεσεν ἐπὶ τὸ πετρῶδες ὅπου οὐκ εἶχεν γῆν πολλήν καὶ εὐθὲως ἐξανέτειλεν διὰ τὸ μὴ ἔχειν βάθος γῆς·
Mar 4:6ἡλίου δὲ ἀνατείλαντος ἐκαυματίσθη καὶ διὰ τὸ μὴ ἔχειν ῥίζαν ἐξηράνθη
Mar 4:7καὶ ἄλλο ἔπεσεν εἰς τὰς ἀκάνθας καὶ ἀνέβησαν αἱ ἄκανθαι καὶ συνέπνιξαν αὐτό καὶ καρπὸν οὐκ ἔδωκεν
Mar 4:8καὶ ἄλλο ἔπεσεν εἰς τὴν γῆν τὴν καλήν καὶ ἐδίδου καρπὸν ἀναβαίνοντα καὶ αὐξανόντα, καὶ ἔφερεν ἓν τριάκοντα καὶ ἓν ἑξήκοντα καὶ ἓν ἑκατόν
Mar 4:9καὶ ἔλεγεν αὐτοῖς, ἔχων ὦτα ἀκούειν ἀκουέτω
Mar 4:10ὅτε δὲ ἐγένετο καταμόνας, ἠρώτησαν αὐτὸν οἱ περὶ αὐτὸν σὺν τοῖς δώδεκα τὴν παραβολήν
Mar 4:11καὶ ἔλεγεν αὐτοῖς Ὑμῖν δέδοται γνῶναι τὸ μυστήριον τῆς βασιλείας τοῦ θεοῦ· ἐκείνοις δὲ τοῖς ἔξω ἐν παραβολαῖς τὰ πάντα γίνεται
Mar 4:12ἵνα βλέποντες βλέπωσιν καὶ μὴ ἴδωσιν καὶ ἀκούοντες ἀκούωσιν καὶ μὴ συνιῶσιν μήποτε ἐπιστρέψωσιν καὶ ἀφεθῇ αὐτοῖς τὰ ἁμαρτήματα
Mar 4:13Καὶ λέγει αὐτοῖς Οὐκ οἴδατε τὴν παραβολὴν ταύτην καὶ πῶς πάσας τὰς παραβολὰς γνώσεσθε
Mar 4:14 σπείρων τὸν λόγον σπείρει
Mar 4:15οὗτοι δέ εἰσιν οἱ παρὰ τὴν ὁδὸν· ὅπου σπείρεται λόγος καὶ ὅταν ἀκούσωσιν εὐθὲως ἔρχεται Σατανᾶς καὶ αἴρει τὸν λόγον τὸν ἐσπαρμένον ἐν ταῖς καρδίαις αὐτῶν
Mar 4:16καὶ οὗτοί εἰσιν ὁμοίως οἱ ἐπὶ τὰ πετρώδη σπειρόμενοι οἳ ὅταν ἀκούσωσιν τὸν λόγον εὐθὲως μετὰ χαρᾶς λαμβάνουσιν αὐτόν
Mar 4:17καὶ οὐκ ἔχουσιν ῥίζαν ἐν ἑαυτοῖς ἀλλὰ πρόσκαιροί εἰσιν εἶτα γενομένης θλίψεως διωγμοῦ διὰ τὸν λόγον εὐθὲως σκανδαλίζονται
Mar 4:18καὶ οὗτοί εἰσὶν οἱ εἰς τὰς ἀκάνθας σπειρόμενοι· οὑτοί εἰσιν οἱ τὸν λόγον ἀκούοντες
Mar 4:19καὶ αἱ μέριμναι τοῦ αἰῶνος τούτου, καὶ ἀπάτη τοῦ πλούτου καὶ αἱ περὶ τὰ λοιπὰ ἐπιθυμίαι εἰσπορευόμεναι συμπνίγουσιν τὸν λόγον καὶ ἄκαρπος γίνεται
Mar 4:20καὶ οὗτοί εἰσιν οἱ ἐπὶ τὴν γῆν τὴν καλὴν σπαρέντες οἵτινες ἀκούουσιν τὸν λόγον καὶ παραδέχονται καὶ καρποφοροῦσιν ἓν τριάκοντα καὶ ἓν ἑξήκοντα καὶ ἓν ἑκατόν
Mar 4:21Καὶ ἔλεγεν αὐτοῖς Μήτι λύχνος ἔρχεται ἵνα ὑπὸ τὸν μόδιον τεθῇ ὑπὸ τὴν κλίνην οὐχ ἵνα ἐπὶ τὴν λυχνίαν ἐπιτεθῇ
Mar 4:22οὐ γάρ ἐστιν τί κρυπτὸν ἐὰν μὴ φανερωθῇ οὐδὲ ἐγένετο ἀπόκρυφον ἀλλ᾽ ἵνα εἰς φανερόν ἔλθῃ
Mar 4:23εἴ τις ἔχει ὦτα ἀκούειν ἀκουέτω
Mar 4:24Καὶ ἔλεγεν αὐτοῖς Βλέπετε τί ἀκούετε ἐν μέτρῳ μετρεῖτε μετρηθήσεται ὑμῖν καὶ προστεθήσεται ὑμῖν τοῖς ἀκούουσιν
Mar 4:25ὃς γὰρ ἂν ἔχῃ, δοθήσεται αὐτῷ· καὶ ὃς οὐκ ἔχει καὶ ἔχει ἀρθήσεται ἀπ᾽ αὐτοῦ
Mar 4:26Καὶ ἔλεγεν Οὕτως ἐστὶν βασιλεία τοῦ θεοῦ ὡς ἐάν ἄνθρωπος βάλῃ τὸν σπόρον ἐπὶ τῆς γῆς
Mar 4:27καὶ καθεύδῃ καὶ ἐγείρηται νύκτα καὶ ἡμέραν καὶ σπόρος βλαστάνῃ καὶ μηκύνηται ὡς οὐκ οἶδεν αὐτός
Mar 4:28αὐτομάτη γὰρ γῆ καρποφορεῖ πρῶτον χόρτον εἶτα στάχυν εἶτα πλήρη σῖτον ἐν τῷ στάχυϊ
Mar 4:29ὅταν δὲ παραδῷ καρπός εὐθέως ἀποστέλλει τὸ δρέπανον ὅτι παρέστηκεν θερισμός
Mar 4:30Καὶ ἔλεγεν τίνι ὁμοιώσωμεν τὴν βασιλείαν τοῦ θεοῦ ἐν ποὶα παραβολῇ παραβάλωμεν αὐτὴν
Mar 4:31ὡς κόκκῳ σινάπεως ὃς ὅταν σπαρῇ ἐπὶ τῆς γῆς μικρότερος πάντων τῶν σπερμάτων ἐστὶν τῶν ἐπὶ τῆς γῆς
Mar 4:32καὶ ὅταν σπαρῇ ἀναβαίνει καὶ γίνεται πάντων τῶν λαχάνων μείζων καὶ ποιεῖ κλάδους μεγάλους ὥστε δύνασθαι ὑπὸ τὴν σκιὰν αὐτοῦ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνοῦν
Mar 4:33Καὶ τοιαύταις παραβολαῖς πολλαῖς ἐλάλει αὐτοῖς τὸν λόγον καθὼς ἠδύναντο ἀκούειν·
Mar 4:34χωρὶς δὲ παραβολῆς οὐκ ἐλάλει αὐτοῖς κατ᾽ ἰδίαν δὲ τοῖς μαθηταῖς αὐτοῦ ἐπέλυεν πάντα
Mar 4:35Καὶ λέγει αὐτοῖς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὀψίας γενομένης Διέλθωμεν εἰς τὸ πέραν
Mar 4:36καὶ ἀφέντες τὸν ὄχλον παραλαμβάνουσιν αὐτὸν ὡς ἦν ἐν τῷ πλοίῳ καὶ ἄλλα δὲ πλοιάρια ἦν μετ᾽ αὐτοῦ
Mar 4:37καὶ γίνεται λαῖλαψ ἀνέμου μεγάλη τὰ δὲ κύματα ἐπέβαλλεν εἰς τὸ πλοῖον ὥστε αὐτό ἤδη γεμίζεσθαι
Mar 4:38καὶ ἦν αὐτὸς ἐπὶ τῇ πρύμνῃ ἐπὶ τὸ προσκεφάλαιον καθεύδων καὶ διεγείρουσιν αὐτὸν καὶ λέγουσιν αὐτῷ Διδάσκαλε οὐ μέλει σοι ὅτι ἀπολλύμεθα
Mar 4:39καὶ διεγερθεὶς ἐπετίμησεν τῷ ἀνέμῳ καὶ εἶπεν τῇ θαλάσσῃ Σιώπα πεφίμωσο καὶ ἐκόπασεν ἄνεμος καὶ ἐγένετο γαλήνη μεγάλη
Mar 4:40καὶ εἶπεν αὐτοῖς Τί δειλοί ἐστε οὕτως πῶς οὐκ ἔχετε πίστιν
Mar 4:41καὶ ἐφοβήθησαν φόβον μέγαν καὶ ἔλεγον πρὸς ἀλλήλους Τίς ἄρα οὗτός ἐστιν ὅτι καὶ ἄνεμος καὶ θάλασσα ὑπακούουσιν αὐτῷ
Translation Copyright Logo

The Textus Receptus (latin, "Received Text") is the Greek text originally compiled by Erasmus around 1516. Though the earliest work was prepared by Desiderius Erasmus, his work was later revised by Robert Estienne (or, Stephanus) and further revised by Theodore Beza. The text produced by each is substantially the same, aside from some minor variations. The Blue Letter Bible utilizes Stephanus' edition from 1550.

Mark Chapter 4 — Additional Translations: