Previous Chapter Full Page Full Page Next Chapter

Μάρκος (Mark) 2 :: Textus Receptus (TR)

Mar 2:1Καὶ πάλιν εἰσῆλθεν εἰς Καπερναοὺμ δι᾽ ἡμερῶν Καὶ ἠκούσθη ὅτι εἰς οἶκον ἐστίν
Mar 2:2καὶ εὐθὲως συνήχθησαν πολλοὶ ὥστε μηκέτι χωρεῖν μηδὲ τὰ πρὸς τὴν θύραν καὶ ἐλάλει αὐτοῖς τὸν λόγον
Mar 2:3καὶ ἔρχονται πρὸς αὐτὸν παραλυτικὸν φέροντες αἰρόμενον ὑπὸ τεσσάρων
Mar 2:4καὶ μὴ δυνάμενοι προσεγγίσαι αὐτῷ διὰ τὸν ὄχλον ἀπεστέγασαν τὴν στέγην ὅπου ἦν καὶ ἐξορύξαντες χαλῶσιν τὸν κράββατον ἐφ᾽ παραλυτικὸς κατέκειτο
Mar 2:5ἰδὼν δὲ Ἰησοῦς τὴν πίστιν αὐτῶν λέγει τῷ παραλυτικῷ Τέκνον ἀφέωνται σοι αἱ ἁμαρτίαι σου
Mar 2:6ἦσαν δέ τινες τῶν γραμματέων ἐκεῖ καθήμενοι καὶ διαλογιζόμενοι ἐν ταῖς καρδίαις αὐτῶν
Mar 2:7Τί οὗτος οὕτως λαλεῖ βλασφημὶας τίς δύναται ἀφιέναι ἁμαρτίας εἰ μὴ εἷς θεός
Mar 2:8καὶ εὐθὲως ἐπιγνοὺς Ἰησοῦς τῷ πνεύματι αὐτοῦ ὅτι οὕτως διαλογίζονται ἐν ἑαυτοῖς εἶπεν αὐτοῖς Τί ταῦτα διαλογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν
Mar 2:9τί ἐστιν εὐκοπώτερον εἰπεῖν τῷ παραλυτικῷ Ἀφέωνταί σοί αἱ ἁμαρτίαι εἰπεῖν Ἔγειραι καὶ ἆρον σου τὸν κράββατον καὶ περιπάτει
Mar 2:10ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει υἱὸς τοῦ ἀνθρώπου ἀφιέναι ἐπὶ τῆς γῆς ἁμαρτίας λέγει τῷ παραλυτικῷ
Mar 2:11Σοὶ λέγω ἔγειραι καὶ ἆρον τὸν κράββατον σου καὶ ὕπαγε εἰς τὸν οἶκόν σου
Mar 2:12καὶ ἠγέρθη εὐθὲως, καὶ ἄρας τὸν κράββατον ἐξῆλθεν ἐναντίον πάντων ὥστε ἐξίστασθαι πάντας καὶ δοξάζειν τὸν θεὸν λέγοντας ὅτι οὐδέποτε Οὕτως εἴδομεν
Mar 2:13Καὶ ἐξῆλθεν πάλιν παρὰ τὴν θάλασσαν· καὶ πᾶς ὄχλος ἤρχετο πρὸς αὐτόν καὶ ἐδίδασκεν αὐτούς
Mar 2:14καὶ παράγων εἶδεν Λευὶν τὸν τοῦ Ἁλφαίου καθήμενον ἐπὶ τὸ τελώνιον καὶ λέγει αὐτῷ Ἀκολούθει μοι καὶ ἀναστὰς ἠκολούθησεν αὐτῷ
Mar 2:15Καὶ ἐγενέτο ἐν τῷ κατακεῖσθαι αὐτὸν ἐν τῇ οἰκίᾳ αὐτοῦ καὶ πολλοὶ τελῶναι καὶ ἁμαρτωλοὶ συνανέκειντο τὦ Ἰησοῦ καὶ τοῖς μαθηταῖς αὐτοῦ· ἦσαν γὰρ πολλοὶ καὶ ἠκολούθησαν αὐτῷ
Mar 2:16καὶ οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι, ἰδόντες αὐτὸν ἐσθίοντα μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἔλεγον τοῖς μαθηταῖς αὐτοῦ Τι ὅτι μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίει καὶ πίνει
Mar 2:17καὶ ἀκούσας Ἰησοῦς λέγει αὐτοῖς Οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ ἀλλ᾽ οἱ κακῶς ἔχοντες· οὐκ ἦλθον καλέσαι δικαίους ἀλλὰ ἁμαρτωλούς εἰς μετάνοιαν
Mar 2:18Καὶ ἦσαν οἱ μαθηταὶ Ἰωάννου καὶ οἱ τῶν Φαρισαίων νηστεύοντες καὶ ἔρχονται καὶ λέγουσιν αὐτῷ Δια τί οἱ μαθηταὶ Ἰωάννου καὶ οἱ τῶν Φαρισαίων νηστεύουσιν οἱ δὲ σοὶ μαθηταὶ οὐ νηστεύουσιν
Mar 2:19καὶ εἶπεν αὐτοῖς Ἰησοῦς Μὴ δύνανται οἱ υἱοὶ τοῦ νυμφῶνος ἐν νυμφίος μετ᾽ αὐτῶν ἐστιν νηστεύειν ὅσον χρόνον μεθ᾽ ἑαυτῶν ἔχουσιν τὸν νυμφίον οὐ δύνανται νηστεύειν
Mar 2:20ἐλεύσονται δὲ ἡμέραι ὅταν ἀπαρθῇ ἀπ᾽ αὐτῶν νυμφίος καὶ τότε νηστεύσουσιν ἐν ἐκείναις ταῖς ἡμέραῖς
Mar 2:21καὶ οὐδεὶς ἐπίβλημα ῥάκους ἀγνάφου ἐπιρράπτει ἐπὶ ἱμάτίῳ παλαιῷ· εἰ δὲ μή αἴρει τὸ πλήρωμα αὐτοῦ τὸ καινὸν τοῦ παλαιοῦ και χεῖρον σχίσμα γίνεται
Mar 2:22καὶ οὐδεὶς βάλλει οἶνον νέον εἰς ἀσκοὺς παλαιούς· εἰ δὲ μή ῥήσσει οἶνος νέος τοὺς ἀσκούς καὶ οἶνος ἐκχεῖται, καὶ οἱ ἀσκοί· ἀπόλοῦνται ἀλλὰ οἶνον νέον εἰς ἀσκοὺς καινούς βλητέον
Mar 2:23Καὶ ἐγένετο παραπορεύεσθαι αὐτὸν ἐν τοῖς σάββασιν διὰ τῶν σπορίμων καὶ ἤρξαντο οἱ μαθηταὶ αὐτοῦ ὁδὸν ποιεῖν τίλλοντες τοὺς στάχυας
Mar 2:24καὶ οἱ Φαρισαῖοι ἔλεγον αὐτῷ Ἴδε τί ποιοῦσιν ἐν τοῖς σάββασιν οὐκ ἔξεστιν
Mar 2:25καὶ αὐτὸς ἔλεγεν αὐτοῖς Οὐδέποτε ἀνέγνωτε τί ἐποίησεν Δαβίδ, ὅτε χρείαν ἔσχεν καὶ ἐπείνασεν αὐτός καὶ οἱ μετ᾽ αὐτοῦ
Mar 2:26πῶς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ θεοῦ ἐπὶ Ἀβιαθὰρ τοῦ ἀρχιερέως καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔφαγεν οὓς οὐκ ἔξεστιν φαγεῖν εἰ μὴ τοῖς ἱερεῦσιν καὶ ἔδωκεν καὶ τοῖς σὺν αὐτῷ οὖσιν
Mar 2:27καὶ ἔλεγεν αὐτοῖς Τὸ σάββατον διὰ τὸν ἄνθρωπον ἐγένετο οὐχ ἄνθρωπος διὰ τὸ σάββατον·
Mar 2:28ὥστε κύριός ἐστιν υἱὸς τοῦ ἀνθρώπου καὶ τοῦ σαββάτου
Translation Copyright Logo

The Textus Receptus (latin, "Received Text") is the Greek text originally compiled by Erasmus around 1516. Though the earliest work was prepared by Desiderius Erasmus, his work was later revised by Robert Estienne (or, Stephanus) and further revised by Theodore Beza. The text produced by each is substantially the same, aside from some minor variations. The Blue Letter Bible utilizes Stephanus' edition from 1550.

Mark Chapter 2 — Additional Translations: