Previous Chapter Full Page Full Page Next Chapter

Μάρκος (Mark) 15 :: Textus Receptus (TR)

Mar 15:1Καὶ εὐθὲως ἐπὶ τὸ πρωῒ συμβούλιον ποιήσαντες οἱ ἀρχιερεῖς μετὰ τῶν πρεσβυτέρων καὶ γραμματέων καὶ ὅλον τὸ συνέδριον δήσαντες τὸν Ἰησοῦν ἀπήνεγκαν καὶ παρέδωκαν τῷ Πιλάτῳ
Mar 15:2καὶ ἐπηρώτησεν αὐτὸν Πιλᾶτος Σὺ εἶ βασιλεὺς τῶν Ἰουδαίων δὲ ἀποκριθεὶς εἶπεν αὐτῷ Σὺ λέγεις
Mar 15:3καὶ κατηγόρουν αὐτοῦ οἱ ἀρχιερεῖς πολλά
Mar 15:4 δὲ Πιλᾶτος πάλιν ἐπηρώτησεν αὐτὸν λέγων, Οὐκ ἀποκρίνῃ οὐδέν ἴδε πόσα σου καταμαρτυροῦσιν
Mar 15:5 δὲ Ἰησοῦς οὐκέτι οὐδὲν ἀπεκρίθη ὥστε θαυμάζειν τὸν Πιλᾶτον
Mar 15:6Κατὰ δὲ ἑορτὴν ἀπέλυεν αὐτοῖς ἕνα δέσμιον ὅνπερ ἠτοῦντο
Mar 15:7ἦν δὲ λεγόμενος Βαραββᾶς μετὰ τῶν συστασιαστῶν δεδεμένος οἵτινες ἐν τῇ στάσει φόνον πεποιήκεισαν
Mar 15:8καὶ ἀναβοήσας ὄχλος ἤρξατο αἰτεῖσθαι καθὼς ἀεί ἐποίει αὐτοῖς
Mar 15:9 δὲ Πιλᾶτος ἀπεκρίθη αὐτοῖς λέγων, Θέλετε ἀπολύσω ὑμῖν τὸν βασιλέα τῶν Ἰουδαίων
Mar 15:10ἐγίνωσκεν γὰρ ὅτι διὰ φθόνον παραδεδώκεισαν αὐτὸν οἱ ἀρχιερεῖς
Mar 15:11οἱ δὲ ἀρχιερεῖς ἀνέσεισαν τὸν ὄχλον ἵνα μᾶλλον τὸν Βαραββᾶν ἀπολύσῃ αὐτοῖς
Mar 15:12 δὲ Πιλᾶτος ἀποκριθεὶς πάλιν εἶπεν αὐτοῖς Τί οὖν θέλετε ποιήσω ὃν λέγετε βασιλέα τῶν Ἰουδαίων
Mar 15:13οἱ δὲ πάλιν ἔκραξαν Σταύρωσον αὐτόν
Mar 15:14 δὲ Πιλᾶτος ἔλεγεν αὐτοῖς Τί γὰρ κακόν ἐποίησεν οἱ δὲ περισσοτέρως ἔκραξαν Σταύρωσον αὐτόν
Mar 15:15 δὲ Πιλᾶτος βουλόμενος τῷ ὄχλῳ τὸ ἱκανὸν ποιῆσαι ἀπέλυσεν αὐτοῖς τὸν Βαραββᾶν καὶ παρέδωκεν τὸν Ἰησοῦν φραγελλώσας ἵνα σταυρωθῇ
Mar 15:16Οἱ δὲ στρατιῶται ἀπήγαγον αὐτὸν ἔσω τῆς αὐλῆς ἐστιν πραιτώριον καὶ συγκαλοῦσιν ὅλην τὴν σπεῖραν
Mar 15:17καὶ ἐνδύουσιν αὐτὸν πορφύραν καὶ περιτιθέασιν αὐτῷ πλέξαντες ἀκάνθινον στέφανον·
Mar 15:18καὶ ἤρξαντο ἀσπάζεσθαι αὐτόν Χαῖρε βασιλεῦ τῶν Ἰουδαίων·
Mar 15:19καὶ ἔτυπτον αὐτοῦ τὴν κεφαλὴν καλάμῳ καὶ ἐνέπτυον αὐτῷ καὶ τιθέντες τὰ γόνατα προσεκύνουν αὐτῷ
Mar 15:20καὶ ὅτε ἐνέπαιξαν αὐτῷ ἐξέδυσαν αὐτὸν τὴν πορφύραν καὶ ἐνέδυσαν αὐτὸν τὰ ἱμάτια τὰ ἴδια καὶ ἐξάγουσιν αὐτὸν ἵνα σταυρώσωσιν αὐτόν
Mar 15:21Καὶ ἀγγαρεύουσιν παράγοντά τινα Σίμωνα Κυρηναῖον ἐρχόμενον ἀπ᾽ ἀγροῦ τὸν πατέρα Ἀλεξάνδρου καὶ Ῥούφου ἵνα ἄρῃ τὸν σταυρὸν αὐτοῦ
Mar 15:22καὶ φέρουσιν αὐτὸν ἐπὶ Γολγοθᾶ τόπον ἐστιν μεθερμηνευόμενον Κρανίου Τόπος
Mar 15:23καὶ ἐδίδουν αὐτῷ πιεῖν ἐσμυρνισμένον οἶνον· δὲ οὐκ ἔλαβεν
Mar 15:24καὶ σταυρώσαντες αὐτὸν διεμερίζον τὰ ἱμάτια αὐτοῦ βάλλοντες κλῆρον ἐπ᾽ αὐτὰ τίς τί ἄρῃ
Mar 15:25ἦν δὲ ὥρα τρίτη καὶ ἐσταύρωσαν αὐτόν
Mar 15:26καὶ ἦν ἐπιγραφὴ τῆς αἰτίας αὐτοῦ ἐπιγεγραμμένη βασιλεὺς τῶν Ἰουδαίων
Mar 15:27Καὶ σὺν αὐτῷ σταυροῦσιν δύο λῃστάς ἕνα ἐκ δεξιῶν καὶ ἕνα ἐξ εὐωνύμων αὐτοῦ
Mar 15:28καὶ ἐπληρώθη γραφὴ λέγουσα, Καὶ μετὰ ἀνόμων ἐλογίσθη
Mar 15:29Καὶ οἱ παραπορευόμενοι ἐβλασφήμουν αὐτὸν κινοῦντες τὰς κεφαλὰς αὐτῶν καὶ λέγοντες Οὐὰ καταλύων τὸν ναὸν καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομῶν
Mar 15:30σῶσον σεαυτὸν καὶ κατάβα ἀπὸ τοῦ σταυροῦ
Mar 15:31ὁμοίως δὲ καὶ οἱ ἀρχιερεῖς ἐμπαίζοντες πρὸς ἀλλήλους μετὰ τῶν γραμματέων ἔλεγον Ἄλλους ἔσωσεν ἑαυτὸν οὐ δύναται σῶσαι·
Mar 15:32 Χριστὸς βασιλεὺς τοῦ Ἰσραὴλ καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ ἵνα ἴδωμεν καὶ πιστεύσωμεν καὶ οἱ συνεσταυρωμένοι αὐτῷ ὠνείδιζον αὐτόν
Mar 15:33γενομένης δὲ ὥρας ἕκτης σκότος ἐγένετο ἐφ᾽ ὅλην τὴν γῆν ἕως ὥρας ἐννάτης
Mar 15:34καὶ τῇ ὥρᾳ τῇ ἐννάτῃ ἐβόησεν Ἰησοῦς φωνῇ μεγάλῃ λέγων, Ελωι ελωι λαμμᾶ σαβαχθανι ἐστιν μεθερμηνευόμενον θεός μου θεός μου εἰς τί με ἐγκατέλιπές
Mar 15:35καί τινες τῶν παρεστηκότων ἀκούσαντες ἔλεγον Ἰδού, Ἠλίαν φωνεῖ
Mar 15:36δραμὼν δέ εἶς καὶ γεμίσας σπόγγον ὄξους περιθεὶς τε καλάμῳ ἐπότιζεν αὐτόν λέγων, Ἄφετε ἴδωμεν εἰ ἔρχεται Ἠλίας καθελεῖν αὐτόν
Mar 15:37 δὲ Ἰησοῦς ἀφεὶς φωνὴν μεγάλην ἐξέπνευσεν
Mar 15:38Καὶ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη εἰς δύο ἀπὸ ἄνωθεν ἕως κάτω
Mar 15:39Ἰδὼν δὲ κεντυρίων παρεστηκὼς ἐξ ἐναντίας αὐτοῦ ὅτι οὕτως κράξας ἐξέπνευσεν εἶπεν Ἀληθῶς ἄνθρωπος οὗτος υἱὸς ἦν θεοῦ
Mar 15:40Ἦσαν δὲ καὶ γυναῖκες ἀπὸ μακρόθεν θεωροῦσαι ἐν αἷς ἦν καὶ Μαρία Μαγδαληνὴ καὶ Μαρία τοῦ Ἰακώβου τοῦ μικροῦ καὶ Ἰωσῆ μήτηρ καὶ Σαλώμη
Mar 15:41αἳ καὶ ὅτε ἦν ἐν τῇ Γαλιλαίᾳ ἠκολούθουν αὐτῷ καὶ διηκόνουν αὐτῷ καὶ, ἄλλαι πολλαὶ αἱ συναναβᾶσαι αὐτῷ εἰς Ἱεροσόλυμα
Mar 15:42Καὶ ἤδη ὀψίας γενομένης ἐπεὶ ἦν παρασκευή ἐστιν προσάββατον
Mar 15:43ἦλθεν Ἰωσὴφ ἀπὸ Ἁριμαθαίας εὐσχήμων βουλευτής ὃς καὶ αὐτὸς ἦν προσδεχόμενος τὴν βασιλείαν τοῦ θεοῦ τολμήσας εἰσῆλθεν πρὸς Πιλᾶτον καὶ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ
Mar 15:44 δὲ Πιλᾶτος ἐθαύμασεν εἰ ἤδη τέθνηκεν καὶ προσκαλεσάμενος τὸν κεντυρίωνα ἐπηρώτησεν αὐτὸν εἰ πάλαι ἀπέθανεν·
Mar 15:45καὶ γνοὺς ἀπὸ τοῦ κεντυρίωνος ἐδωρήσατο τὸ σῶμα τῷ Ἰωσήφ
Mar 15:46καὶ ἀγοράσας σινδόνα καὶ καθελὼν αὐτὸν ἐνείλησεν τῇ σινδόνι καὶ κατέθηκεν αὐτὸν ἐν μνημείῳ ἦν λελατομημένον ἐκ πέτρας καὶ προσεκύλισεν λίθον ἐπὶ τὴν θύραν τοῦ μνημείου
Mar 15:47 δὲ Μαρία Μαγδαληνὴ καὶ Μαρία Ἰωσῆ ἐθεώρουν ποῦ τίθεται
Translation Copyright Logo

The Textus Receptus (latin, "Received Text") is the Greek text originally compiled by Erasmus around 1516. Though the earliest work was prepared by Desiderius Erasmus, his work was later revised by Robert Estienne (or, Stephanus) and further revised by Theodore Beza. The text produced by each is substantially the same, aside from some minor variations. The Blue Letter Bible utilizes Stephanus' edition from 1550.

Mark Chapter 15 — Additional Translations: