Previous Chapter Full Page Full Page Next Chapter

Λουκάς (Luke) 23 :: Textus Receptus (TR)

Luk 23:1Καὶ ἀναστὰν ἅπαν τὸ πλῆθος αὐτῶν ἤγαγεν αὐτὸν ἐπὶ τὸν Πιλᾶτον
Luk 23:2ἤρξαντο δὲ κατηγορεῖν αὐτοῦ λέγοντες Τοῦτον εὕρομεν διαστρέφοντα τὸ ἔθνος καὶ κωλύοντα Καίσαρι φόρους διδόναι λέγοντα ἑαυτὸν Χριστὸν βασιλέα εἶναι
Luk 23:3 δὲ Πιλᾶτος ἐπηρώτησεν αὐτὸν λέγων, Σὺ εἶ βασιλεὺς τῶν Ἰουδαίων δὲ ἀποκριθεὶς αὐτῷ ἔφη Σὺ λέγεις
Luk 23:4 δὲ Πιλᾶτος εἶπεν πρὸς τοὺς ἀρχιερεῖς καὶ τοὺς ὄχλους Οὐδὲν εὑρίσκω αἴτιον ἐν τῷ ἀνθρώπῳ τούτῳ
Luk 23:5οἱ δὲ ἐπίσχυον λέγοντες ὅτι Ἀνασείει τὸν λαὸν διδάσκων καθ᾽ ὅλης τῆς Ἰουδαίας ἀρξάμενος ἀπὸ τῆς Γαλιλαίας ἕως ὧδε
Luk 23:6Πιλᾶτος δὲ ἀκούσας Γαλιλαίαν ἐπηρώτησεν εἰ ἄνθρωπος Γαλιλαῖός ἐστιν·
Luk 23:7καὶ ἐπιγνοὺς ὅτι ἐκ τῆς ἐξουσίας Ἡρῴδου ἐστὶν ἀνέπεμψεν αὐτὸν πρὸς Ἡρῴδην ὄντα καὶ αὐτὸν ἐν Ἱεροσολύμοις ἐν ταύταις ταῖς ἡμέραις
Luk 23:8 δὲ Ἡρῴδης ἰδὼν τὸν Ἰησοῦν ἐχάρη λίαν ἦν γὰρ θέλων ἐξ ἱκανοῦ ἰδεῖν αὐτὸν διὰ τὸ ἀκούειν πολλὰ περὶ αὐτοῦ καὶ ἤλπιζέν τι σημεῖον ἰδεῖν ὑπ᾽ αὐτοῦ γινόμενον
Luk 23:9ἐπηρώτα δὲ αὐτὸν ἐν λόγοις ἱκανοῖς αὐτὸς δὲ οὐδὲν ἀπεκρίνατο αὐτῷ
Luk 23:10εἱστήκεισαν δὲ οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς εὐτόνως κατηγοροῦντες αὐτοῦ
Luk 23:11ἐξουθενήσας δὲ αὐτὸν Ἡρῴδης σὺν τοῖς στρατεύμασιν αὐτοῦ καὶ ἐμπαίξας περιβαλὼν αὐτὸν ἐσθῆτα λαμπρὰν ἀνέπεμψεν αὐτὸν τῷ Πιλάτῳ
Luk 23:12ἐγένοντο δὲ φίλοι τε Πιλᾶτος καὶ Ἡρῴδης ἐν αὐτῇ τῇ ἡμέρᾳ μετ᾽ ἀλλήλων· προϋπῆρχον γὰρ ἐν ἔχθρᾳ ὄντες πρὸς ἑαυτούς
Luk 23:13Πιλᾶτος δὲ συγκαλεσάμενος τοὺς ἀρχιερεῖς καὶ τοὺς ἄρχοντας καὶ τὸν λαὸν
Luk 23:14εἶπεν πρὸς αὐτούς Προσηνέγκατέ μοι τὸν ἄνθρωπον τοῦτον ὡς ἀποστρέφοντα τὸν λαόν καὶ ἰδού, ἐγὼ ἐνώπιον ὑμῶν ἀνακρίνας οὐδὲν εὗρον ἐν τῷ ἀνθρώπῳ τούτῳ αἴτιον ὧν κατηγορεῖτε κατ᾽ αὐτοῦ
Luk 23:15ἀλλ᾽ οὐδὲ Ἡρῴδης ἀνέπεμψα γὰρ ὑμᾶς πρὸς αὐτὸν καὶ ἰδού, οὐδὲν ἄξιον θανάτου ἐστὶν πεπραγμένον αὐτῷ·
Luk 23:16παιδεύσας οὖν αὐτὸν ἀπολύσω
Luk 23:17ἀνάγκην δέ εἶχεν ἀπολύειν αὐτοῖς κατὰ ἑορτὴν ἕνα
Luk 23:18ἀνέκραξαν δὲ παμπληθεὶ λέγοντες Αἶρε τοῦτον ἀπόλυσον δὲ ἡμῖν τὸν Βαραββᾶν·
Luk 23:19ὅστις ἦν διὰ στάσιν τινὰ γενομένην ἐν τῇ πόλει καὶ φόνον βεβλημένος εἰς φυλακήν
Luk 23:20πάλιν οὖν Πιλᾶτος προσεφώνησεν θέλων ἀπολῦσαι τὸν Ἰησοῦν
Luk 23:21οἱ δὲ ἐπεφώνουν λέγοντες Σταύρωσον, σταύρωσον αὐτόν
Luk 23:22 δὲ τρίτον εἶπεν πρὸς αὐτούς Τί γὰρ κακὸν ἐποίησεν οὗτος οὐδὲν αἴτιον θανάτου εὗρον ἐν αὐτῷ· παιδεύσας οὖν αὐτὸν ἀπολύσω
Luk 23:23οἱ δὲ ἐπέκειντο φωναῖς μεγάλαις αἰτούμενοι αὐτὸν σταυρωθῆναι καὶ κατίσχυον αἱ φωναὶ αὐτῶν καὶ τῶν ἀῥχιερέων
Luk 23:24 δὲ Πιλᾶτος ἐπέκρινεν γενέσθαι τὸ αἴτημα αὐτῶν·
Luk 23:25ἀπέλυσεν δὲ αὐτοῖς τὸν διὰ στάσιν καὶ φόνον βεβλημένον εἰς τὴν φυλακὴν ὃν ᾐτοῦντο τὸν δὲ Ἰησοῦν παρέδωκεν τῷ θελήματι αὐτῶν
Luk 23:26Καὶ ὡς ἀπήγαγον αὐτόν ἐπιλαβόμενοι Σίμωνος τινος Κυρηναίου τοῦ ἐρχόμενου ἀπ᾽ ἀγροῦ ἐπέθηκαν αὐτῷ τὸν σταυρὸν φέρειν ὄπισθεν τοῦ Ἰησοῦ
Luk 23:27Ἠκολούθει δὲ αὐτῷ πολὺ πλῆθος τοῦ λαοῦ καὶ γυναικῶν αἳ καὶ ἐκόπτοντο καὶ ἐθρήνουν αὐτόν
Luk 23:28στραφεὶς δὲ πρὸς αὐτὰς Ἰησοῦς εἶπεν Θυγατέρες Ἰερουσαλήμ μὴ κλαίετε ἐπ᾽ ἐμέ· πλὴν ἐφ᾽ ἑαυτὰς κλαίετε καὶ ἐπὶ τὰ τέκνα ὑμῶν
Luk 23:29ὅτι ἰδού, ἔρχονται ἡμέραι ἐν αἷς ἐροῦσιν Μακάριαι αἱ στεῖραι καὶ κοιλίαι αἱ οὐκ ἐγέννησαν καὶ μαστοὶ οἳ οὐκ ἔθήλασαν
Luk 23:30τότε ἄρξονται λέγειν τοῖς ὄρεσιν Πέσετε ἐφ᾽ ἡμᾶς καὶ τοῖς βουνοῖς Καλύψατε ἡμᾶς·
Luk 23:31ὅτι εἰ ἐν τῷ ὑγρῷ ξύλῳ ταῦτα ποιοῦσιν ἐν τῷ ξηρῷ τί γένηται
Luk 23:32Ἤγοντο δὲ καὶ ἕτεροι δύο κακοῦργοι σὺν αὐτῷ ἀναιρεθῆναι
Luk 23:33καὶ ὅτε ἀπῆλθον ἐπὶ τὸν τόπον τὸν καλούμενον Κρανίον ἐκεῖ ἐσταύρωσαν αὐτὸν καὶ τοὺς κακούργους ὃν μὲν ἐκ δεξιῶν ὃν δὲ ἐξ ἀριστερῶν
Luk 23:34 δὲ Ἰησοῦς ἔλεγεν Πάτερ ἄφες αὐτοῖς οὐ γὰρ οἴδασιν τί ποιοῦσιν διαμεριζόμενοι δὲ τὰ ἱμάτια αὐτοῦ ἔβαλον κλῆρον
Luk 23:35καὶ εἱστήκει λαὸς θεωρῶν ἐξεμυκτήριζον δὲ καὶ οἱ ἄρχοντες σὺν αὐτοῖς, λέγοντες Ἄλλους ἔσωσεν σωσάτω ἑαυτόν εἰ οὗτός ἐστιν Χριστὸς τοῦ θεοῦ ἐκλεκτός
Luk 23:36ἐνέπαιζον δὲ αὐτῷ καὶ οἱ στρατιῶται προσερχόμενοι καὶ ὄξος προσφέροντες αὐτῷ
Luk 23:37καὶ λέγοντες Εἰ σὺ εἶ βασιλεὺς τῶν Ἰουδαίων σῶσον σεαυτόν
Luk 23:38ἦν δὲ καὶ ἐπιγραφὴ γεγραμμένη ἐπ᾽ αὐτῷ γράμμασιν Ἑλληνικοῖς, καὶ Ρωμαικοῖς καὶ Ἑβραικοῖς, οὗτος ἐστὶν βασιλεὺς τῶν Ἰουδαίων
Luk 23:39Εἷς δὲ τῶν κρεμασθέντων κακούργων ἐβλασφήμει αὖτὸν λέγων, Εἰ σὺ εἶ Χριστός, σῶσον σεαυτὸν καὶ ἡμᾶς
Luk 23:40ἀποκριθεὶς δὲ ἕτερος ἐπετίμα αὐτῷ λέγων, Οὐδὲ φοβῇ σὺ τὸν θεόν ὅτι ἐν τῷ αὐτῷ κρίματι εἶ
Luk 23:41καὶ ἡμεῖς μὲν δικαίως ἄξια γὰρ ὧν ἐπράξαμεν ἀπολαμβάνομεν· οὗτος δὲ οὐδὲν ἄτοπον ἔπραξεν
Luk 23:42καὶ ἔλεγεν τᾠ Ἰησοῦ μνήσθητί μου Κύριε, ὅταν ἔλθῃς ἕν τῃ βασιλείᾳ σου
Luk 23:43καὶ εἶπεν αὐτῷ Ἰησοῦς, Ἀμήν λέγω σοι σήμερον μετ᾽ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ
Luk 23:44ἦν δὲ ὡσεὶ ὥρα ἕκτη Καὶ σκότος ἐγένετο ἐφ᾽ ὅλην τὴν γῆν ἕως ὥρας ἐννάτης
Luk 23:45καὶ ἐσκοτίσθη ἥλιος, καί ἐσχίσθη τὸ καταπέτασμα τοῦ ναοῦ μέσον
Luk 23:46καὶ φωνήσας φωνῇ μεγάλῃ Ἰησοῦς εἶπεν Πάτερ εἰς χεῖράς σου παραθήσομαι τὸ πνεῦμά μου καὶ ταῦτα εἰπὼν ἐξέπνευσεν
Luk 23:47Ἰδὼν δὲ ἑκατόνταρχος τὸ γενόμενον ἐδόξασεν τὸν θεὸν λέγων, Ὄντως ἄνθρωπος οὗτος δίκαιος ἦν
Luk 23:48καὶ πάντες οἱ συμπαραγενόμενοι ὄχλοι ἐπὶ τὴν θεωρίαν ταύτην θεωροῦντες τὰ γενόμενα τύπτοντες ἑαυτῶν τὰ στήθη ὑπέστρεφον
Luk 23:49εἱστήκεισαν δὲ πάντες οἱ γνωστοὶ αὐτοῦ μακρόθεν καὶ γυναῖκες αἱ συνακολουθήσασαι αὐτῷ ἀπὸ τῆς Γαλιλαίας ὁρῶσαι ταῦτα
Luk 23:50Καὶ ἰδού, ἀνὴρ ὀνόματι Ἰωσὴφ βουλευτὴς ὑπάρχων ἀνὴρ ἀγαθὸς καὶ δίκαιος
Luk 23:51οὗτος οὐκ ἦν συγκατατεθειμένος τῇ βουλῇ καὶ τῇ πράξει αὐτῶν ἀπὸ Ἁριμαθαίας πόλεως τῶν Ἰουδαίων ὃς καὶ προσεδέχετο καὶ αὐτὸς τὴν βασιλείαν τοῦ θεοῦ
Luk 23:52οὗτος προσελθὼν τῷ Πιλάτῳ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ
Luk 23:53καὶ καθελὼν αὐτὸ ἐνετύλιξεν αὐτὸ σινδόνι καὶ ἔθηκεν αὐτὸ ἐν μνήματι λαξευτῷ οὗ οὐκ ἦν οὐδέπω οὐδεὶς κείμενος
Luk 23:54καὶ ἡμέρα ἦν παρασκευή καὶ σάββατον ἐπέφωσκεν
Luk 23:55Κατακολουθήσασαι δὲ καὶ γυναῖκες αἵτινες ἦσαν συνεληλυθυῖαι αὐτῷ ἐκ τῆς Γαλιλαίας ἐθεάσαντο τὸ μνημεῖον καὶ ὡς ἐτέθη τὸ σῶμα αὐτοῦ
Luk 23:56ὑποστρέψασαι δὲ ἡτοίμασαν ἀρώματα καὶ μύρα. Καὶ τὸ μὲν σάββατον ἡσύχασαν κατὰ τὴν ἐντολήν
Translation Copyright Logo

The Textus Receptus (latin, "Received Text") is the Greek text originally compiled by Erasmus around 1516. Though the earliest work was prepared by Desiderius Erasmus, his work was later revised by Robert Estienne (or, Stephanus) and further revised by Theodore Beza. The text produced by each is substantially the same, aside from some minor variations. The Blue Letter Bible utilizes Stephanus' edition from 1550.

Luke Chapter 23 — Additional Translations: