Previous Chapter Full Page Full Page Next Chapter

Λουκάς (Luke) 18 :: Textus Receptus (TR)

Luk 18:1Ἔλεγεν δὲ καὶ παραβολὴν αὐτοῖς πρὸς τὸ δεῖν πάντοτε προσεύχεσθαι καὶ μὴ ἐκκακεῖν,
Luk 18:2λέγων, Κριτής τις ἦν ἔν τινι πόλει τὸν θεὸν μὴ φοβούμενος καὶ ἄνθρωπον μὴ ἐντρεπόμενος
Luk 18:3χήρα δὲ ἦν ἐν τῇ πόλει ἐκείνῃ καὶ ἤρχετο πρὸς αὐτὸν λέγουσα Ἐκδίκησόν με ἀπὸ τοῦ ἀντιδίκου μου
Luk 18:4καὶ οὐκ ἤθελησεν ἐπὶ χρόνον μετὰ δὲ ταῦτα εἶπεν ἐν ἑαυτῷ Εἰ καὶ τὸν θεὸν οὐ φοβοῦμαι καὶ ἄνθρωπον οὐκ ἐντρέπομαι
Luk 18:5διά γε τὸ παρέχειν μοι κόπον τὴν χήραν ταύτην ἐκδικήσω αὐτήν ἵνα μὴ εἰς τέλος ἐρχομένη ὑπωπιάζῃ με
Luk 18:6Εἶπεν δὲ κύριος Ἀκούσατε τί κριτὴς τῆς ἀδικίας λέγει·
Luk 18:7 δὲ θεὸς οὐ μὴ ποιήσει τὴν ἐκδίκησιν τῶν ἐκλεκτῶν αὐτοῦ τῶν βοώντων πρὸς αὐτόν ἡμέρας καὶ νυκτός καὶ μακροθυμῶν ἐπ᾽ αὐτοῖς
Luk 18:8λέγω ὑμῖν ὅτι ποιήσει τὴν ἐκδίκησιν αὐτῶν ἐν τάχει πλὴν υἱὸς τοῦ ἀνθρώπου ἐλθὼν ἆρα εὑρήσει τὴν πίστιν ἐπὶ τῆς γῆς
Luk 18:9Εἶπεν δὲ καὶ πρός τινας τοὺς πεποιθότας ἐφ᾽ ἑαυτοῖς ὅτι εἰσὶν δίκαιοι καὶ ἐξουθενοῦντας τοὺς λοιποὺς τὴν παραβολὴν ταύτην·
Luk 18:10Ἄνθρωποι δύο ἀνέβησαν εἰς τὸ ἱερὸν προσεύξασθαι εἷς Φαρισαῖος καὶ ἕτερος τελώνης
Luk 18:11 Φαρισαῖος σταθεὶς πρὸς ἑαυτὸν ταῦτα προσηύχετο θεός εὐχαριστῶ σοι ὅτι οὐκ εἰμὶ ὥσπερ οἱ λοιποὶ τῶν ἀνθρώπων ἅρπαγες ἄδικοι μοιχοί καὶ ὡς οὗτος τελώνης·
Luk 18:12νηστεύω δὶς τοῦ σαββάτου ἀποδεκατῶ πάντα ὅσα κτῶμαι
Luk 18:13καὶ τελώνης μακρόθεν ἑστὼς οὐκ ἤθελεν οὐδὲ τοὺς ὀφθαλμοὺς εἰς τὸν οὐρανόν ἐπᾶραι ἀλλ᾽ ἔτυπτεν εἰς τὸ στῆθος αὐτοῦ λέγων, θεός ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ
Luk 18:14λέγω ὑμῖν κατέβη οὗτος δεδικαιωμένος εἰς τὸν οἶκον αὐτοῦ ἐκεῖνος· ὅτι πᾶς ὑψῶν ἑαυτὸν ταπεινωθήσεται δὲ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται
Luk 18:15Προσέφερον δὲ αὐτῷ καὶ τὰ βρέφη ἵνα αὐτῶν ἅπτηται· ἰδόντες δὲ οἱ μαθηταὶ ἐπετίμησαν αὐτοῖς
Luk 18:16 δὲ Ἰησοῦς προσκαλεσάμενος αὐτὰ εἶπεν, Ἄφετε τὰ παιδία ἔρχεσθαι πρός με καὶ μὴ κωλύετε αὐτά τῶν γὰρ τοιούτων ἐστὶν βασιλεία τοῦ θεοῦ
Luk 18:17ἀμὴν λέγω ὑμῖν ὃς ἐὰν μὴ δέξηται τὴν βασιλείαν τοῦ θεοῦ ὡς παιδίον οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν
Luk 18:18Καὶ ἐπηρώτησέν τις αὐτὸν ἄρχων λέγων, Διδάσκαλε ἀγαθέ τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω
Luk 18:19εἶπεν δὲ αὐτῷ Ἰησοῦς Τί με λέγεις ἀγαθόν οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς θεός
Luk 18:20τὰς ἐντολὰς οἶδας· Μὴ μοιχεύσῃς Μὴ φονεύσῃς Μὴ κλέψῃς Μὴ ψευδομαρτυρήσῃς Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου
Luk 18:21 δὲ εἶπεν Ταῦτα πάντα ἐφύλαξαμην ἐκ νεότητος μου
Luk 18:22ἀκούσας δὲ ταῦτα Ἰησοῦς εἶπεν αὐτῷ Ἔτι ἕν σοι λείπει· πάντα ὅσα ἔχεις πώλησον καὶ διάδος πτωχοῖς καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ, καὶ δεῦρο ἀκολούθει μοι
Luk 18:23 δὲ ἀκούσας ταῦτα περίλυπος ἐγένετο· ἦν γὰρ πλούσιος σφόδρα
Luk 18:24Ἰδὼν δὲ αὐτὸν Ἰησοῦς περίλυπον γενόμενον εἶπεν Πῶς δυσκόλως οἱ τὰ χρήματα ἔχοντες εἰσελεύσονται εἰς τὴν βασιλείαν τοῦ θεοῦ
Luk 18:25εὐκοπώτερον γάρ ἐστιν κάμηλον διὰ τρυμαλιᾶς ῥαφίδος εἰσελθεῖν πλούσιον εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσελθεῖν
Luk 18:26εἶπον δὲ οἱ ἀκούσαντες Καὶ τίς δύναται σωθῆναι
Luk 18:27 δὲ εἶπεν Τὰ ἀδύνατα παρὰ ἀνθρώποις δυνατὰ ἐστιν παρὰ τῷ θεῷ
Luk 18:28Εἶπεν δὲ Πέτρος Ἰδού, ἡμεῖς ἀφηκαμεν πάντα, καὶ ἠκολουθήσαμέν σοι
Luk 18:29 δὲ εἶπεν αὐτοῖς Ἀμὴν λέγω ὑμῖν ὅτι οὐδείς ἐστιν ὃς ἀφῆκεν οἰκίαν γονεῖς ἀδελφοὺς γυναῖκα τέκνα ἕνεκεν τῆς βασιλείας τοῦ θεοῦ
Luk 18:30ὃς οὐ μὴ ἀπολάβῃ πολλαπλασίονα ἐν τῷ καιρῷ τούτῳ καὶ ἐν τῷ αἰῶνι τῷ ἐρχομένῳ ζωὴν αἰώνιον
Luk 18:31Παραλαβὼν δὲ τοὺς δώδεκα εἶπεν πρὸς αὐτούς Ἰδού, ἀναβαίνομεν εἰς Ἱεροσόλυμα καὶ τελεσθήσεται πάντα τὰ γεγραμμένα διὰ τῶν προφητῶν τῷ υἱῷ τοῦ ἀνθρώπου·
Luk 18:32παραδοθήσεται γὰρ τοῖς ἔθνεσιν καὶ ἐμπαιχθήσεται καὶ ὑβρισθήσεται καὶ ἐμπτυσθήσεται
Luk 18:33καὶ μαστιγώσαντες ἀποκτενοῦσιν αὐτόν καὶ τῇ ἡμέρᾳ τῇ τρίτῃ ἀναστήσεται
Luk 18:34καὶ αὐτοὶ οὐδὲν τούτων συνῆκαν καὶ ἦν τὸ ῥῆμα τοῦτο κεκρυμμένον ἀπ᾽ αὐτῶν καὶ οὐκ ἐγίνωσκον τὰ λεγόμενα
Luk 18:35Ἐγένετο δὲ ἐν τῷ ἐγγίζειν αὐτὸν εἰς Ἰεριχὼ τυφλός τις ἐκάθητο παρὰ τὴν ὁδὸν προσαιτῶν·
Luk 18:36ἀκούσας δὲ ὄχλου διαπορευομένου ἐπυνθάνετο τί εἴη τοῦτο
Luk 18:37ἀπήγγειλαν δὲ αὐτῷ ὅτι Ἰησοῦς Ναζωραῖος παρέρχεται
Luk 18:38καὶ ἐβόησεν λέγων, Ἰησοῦ υἱὲ Δαβίδ, ἐλέησόν με
Luk 18:39καὶ οἱ προάγοντες ἐπετίμων αὐτῷ ἵνα σιωπήσῃ· αὐτὸς δὲ πολλῷ μᾶλλον ἔκραζεν Υἱὲ Δαβίδ, ἐλέησόν με
Luk 18:40σταθεὶς δὲ Ἰησοῦς ἐκέλευσεν αὐτὸν ἀχθῆναι πρὸς αὐτόν ἐγγίσαντος δὲ αὐτοῦ ἐπηρώτησεν αὐτόν
Luk 18:41λέγων, Τί σοι θέλεις ποιήσω δὲ εἶπεν Κύριε ἵνα ἀναβλέψω
Luk 18:42καὶ Ἰησοῦς εἶπεν αὐτῷ Ἀνάβλεψον· πίστις σου σέσωκέν σε
Luk 18:43καὶ παραχρῆμα ἀνέβλεψεν καὶ ἠκολούθει αὐτῷ δοξάζων τὸν θεόν καὶ πᾶς λαὸς ἰδὼν ἔδωκεν αἶνον τῷ θεῷ
Translation Copyright Logo

The Textus Receptus (latin, "Received Text") is the Greek text originally compiled by Erasmus around 1516. Though the earliest work was prepared by Desiderius Erasmus, his work was later revised by Robert Estienne (or, Stephanus) and further revised by Theodore Beza. The text produced by each is substantially the same, aside from some minor variations. The Blue Letter Bible utilizes Stephanus' edition from 1550.

Luke Chapter 18 — Additional Translations: