Previous Chapter Full Page Full Page Next Chapter

Λουκάς (Luke) 17 :: Textus Receptus (TR)

Luk 17:1Εἶπεν δὲ πρὸς τοὺς μαθητὰς Ἀνένδεκτόν ἐστιν τοῦ μὴ ἐλθεῖν τὰ σκάνδαλα οὐαὶ δὲ δι᾽ οὗ ἔρχεται·
Luk 17:2λυσιτελεῖ αὐτῷ εἰ μύλος ὀνικὸς περίκειται περὶ τὸν τράχηλον αὐτοῦ καὶ ἔρριπται εἰς τὴν θάλασσαν ἵνα σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων
Luk 17:3προσέχετε ἑαυτοῖς ἐὰν δὲ ἁμάρτῃ εἰς σὲ ἀδελφός σου ἐπιτίμησον αὐτῷ καὶ ἐὰν μετανοήσῃ ἄφες αὐτῷ
Luk 17:4καὶ ἐὰν ἑπτάκις τῆς ἡμέρας ἁμάρτη εἰς σὲ καὶ ἑπτάκις τῆς ἡμέρας ἐπιστρέψῃ ἐπὶ σὲ λέγων, Μετανοῶ ἀφήσεις αὐτῷ
Luk 17:5Καὶ εἶπον οἱ ἀπόστολοι τῷ κυρίῳ Πρόσθες ἡμῖν πίστιν
Luk 17:6εἶπεν δὲ κύριος Εἰ εἴχετε πίστιν ὡς κόκκον σινάπεως ἐλέγετε ἂν τῇ συκαμίνῳ ταύτῃ Ἐκριζώθητι καὶ φυτεύθητι ἐν τῇ θαλάσσῃ· καὶ ὑπήκουσεν ἂν ὑμῖν
Luk 17:7Τίς δὲ ἐξ ὑμῶν δοῦλον ἔχων ἀροτριῶντα ποιμαίνοντα ὃς εἰσελθόντι ἐκ τοῦ ἀγροῦ ἐρεῖ Εὐθέως παρελθὼν ἀνάπεσαι·
Luk 17:8ἀλλ᾽ οὐχὶ ἐρεῖ αὐτῷ Ἑτοίμασον τί δειπνήσω καὶ περιζωσάμενος διακόνει μοι ἕως φάγω καὶ πίω καὶ μετὰ ταῦτα φάγεσαι καὶ πίεσαι σύ
Luk 17:9μὴ χάριν ἔχει τῷ δούλῳ ἐκείνῳ, ὅτι ἐποίησεν τὰ διαταχθέντα αὐτῷ οὐ δοκῶ
Luk 17:10οὕτως καὶ ὑμεῖς ὅταν ποιήσητε πάντα τὰ διαταχθέντα ὑμῖν λέγετε ὅτι Δοῦλοι ἀχρεῖοί ἐσμεν ὅτι ὠφείλομεν ποιῆσαι πεποιήκαμεν
Luk 17:11Καὶ ἐγένετο ἐν τῷ πορεύεσθαι αὐτὸν εἰς Ἰερουσαλὴμ καὶ αὐτὸς διήρχετο διὰ μέσου Σαμαρείας καὶ Γαλιλαίας
Luk 17:12καὶ εἰσερχομένου αὐτοῦ εἴς τινα κώμην ἀπήντησαν αὐτῷ δέκα λεπροὶ ἄνδρες οἳ ἔστησαν πόρρωθεν
Luk 17:13καὶ αὐτοὶ ἦραν φωνὴν λέγοντες Ἰησοῦ ἐπιστάτα ἐλέησον ἡμᾶς
Luk 17:14καὶ ἰδὼν εἶπεν αὐτοῖς Πορευθέντες ἐπιδείξατε ἑαυτοὺς τοῖς ἱερεῦσιν καὶ ἐγένετο ἐν τῷ ὑπάγειν αὐτοὺς ἐκαθαρίσθησαν
Luk 17:15εἷς δὲ ἐξ αὐτῶν ἰδὼν ὅτι ἰάθη ὑπέστρεψεν μετὰ φωνῆς μεγάλης δοξάζων τὸν θεόν
Luk 17:16καὶ ἔπεσεν ἐπὶ πρόσωπον παρὰ τοὺς πόδας αὐτοῦ εὐχαριστῶν αὐτῷ· καὶ αὐτὸς ἦν Σαμαρείτης
Luk 17:17ἀποκριθεὶς δὲ Ἰησοῦς εἶπεν Οὐχὶ οἱ δέκα ἐκαθαρίσθησαν οἱ δὲ ἐννέα ποῦ
Luk 17:18οὐχ εὑρέθησαν ὑποστρέψαντες δοῦναι δόξαν τῷ θεῷ εἰ μὴ ἀλλογενὴς οὗτος
Luk 17:19καὶ εἶπεν αὐτῷ Ἀναστὰς πορεύου· πίστις σου σέσωκέν σε
Luk 17:20Ἐπερωτηθεὶς δὲ ὑπὸ τῶν Φαρισαίων πότε ἔρχεται βασιλεία τοῦ θεοῦ ἀπεκρίθη αὐτοῖς καὶ εἶπεν Οὐκ ἔρχεται βασιλεία τοῦ θεοῦ μετὰ παρατηρήσεως
Luk 17:21οὐδὲ ἐροῦσιν Ἰδού, ὧδε ἰδού, Ἐκεῖ Ἰδού, γὰρ βασιλεία τοῦ θεοῦ ἐντὸς ὑμῶν ἐστιν
Luk 17:22Εἶπεν δὲ πρὸς τοὺς μαθητάς Ἐλεύσονται ἡμέραι ὅτε ἐπιθυμήσετε μίαν τῶν ἡμερῶν τοῦ υἱοῦ τοῦ ἀνθρώπου ἰδεῖν καὶ οὐκ ὄψεσθε
Luk 17:23καὶ ἐροῦσιν ὑμῖν Ἰδού, ὧδε· Ἶδοὺ ἐκεῖ μὴ ἆπέλθητε μηδὲ διώξητε
Luk 17:24ὥσπερ γὰρ ἀστραπὴ ἀστράπτουσα ἐκ τῆς ὑπ᾽ οὐρανὸν εἰς τὴν ὑπ᾽ οὐρανὸν λάμπει οὕτως ἔσται καὶ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ ἡμέρᾳ αὐτοῦ
Luk 17:25πρῶτον δὲ δεῖ αὐτὸν πολλὰ παθεῖν καὶ ἀποδοκιμασθῆναι ἀπὸ τῆς γενεᾶς ταύτης
Luk 17:26καὶ καθὼς ἐγένετο ἐν ταῖς ἡμέραις τοῦ Νῶε οὕτως ἔσται καὶ ἐν ταῖς ἡμέραις τοῦ υἱοῦ τοῦ ἀνθρώπου·
Luk 17:27ἤσθιον ἔπινον ἐγάμουν ἐξεγαμίζοντο ἄχρι ἡς ἡμέρας εἰσῆλθεν Νῶε εἰς τὴν κιβωτόν καὶ ἦλθεν κατακλυσμὸς καὶ ἀπώλεσεν ἅπαντας
Luk 17:28ὁμοίως καὶ ὼς ἐγένετο ἐν ταῖς ἡμέραις Λώτ· ἤσθιον ἔπινον ἠγόραζον ἐπώλουν ἐφύτευον ᾠκοδόμουν·
Luk 17:29 δὲ ἡμέρᾳ ἐξῆλθεν Λὼτ ἀπὸ Σοδόμων ἔβρεξεν πῦρ καὶ θεῖον ἀπ᾽ οὐρανοῦ καὶ ἀπώλεσεν ἅπαντας·
Luk 17:30κατὰ ταὐτὰ ἔσται ἡμέρᾳ υἱὸς τοῦ ἀνθρώπου ἀποκαλύπτεται
Luk 17:31ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὃς ἔσται ἐπὶ τοῦ δώματος καὶ τὰ σκεύη αὐτοῦ ἐν τῇ οἰκίᾳ μὴ καταβάτω ἆραι αὐτά καὶ ἐν τῷ ἀγρῷ ὁμοίως μὴ ἐπιστρεψάτω εἰς τὰ ὀπίσω
Luk 17:32μνημονεύετε τῆς γυναικὸς Λώτ
Luk 17:33ὃς ἐὰν ζητήσῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι ἀπολέσει αὐτήν καὶ ὃς ἐὰν ἀπολέσῃ αὐτήν ζῳογονήσει αὐτήν·
Luk 17:34λέγω ὑμῖν ταύτῃ τῇ νυκτὶ ἔσονται δύο ἐπὶ κλίνης μιᾶς εἷς παραληφθήσεται, καὶ ἕτερος ἀφεθήσεται·
Luk 17:35δύο ἔσονται ἀλήθουσαι ἐπὶ τὸ αὐτό μία παραληφθήσεται, καὶ ἑτέρα ἀφεθήσεται
Luk 17:36δυο εσονται εν τω αγρω ο εις παραληφθησεται και ο ετερος αφεθησεται
Luk 17:37καὶ ἀποκριθέντες λέγουσιν αὐτῷ Ποῦ κύριε δὲ εἶπεν αὐτοῖς Ὅπου τὸ σῶμα ἐκεῖ συναχθήσονται οἱ ἀετοὶ
Translation Copyright Logo

The Textus Receptus (latin, "Received Text") is the Greek text originally compiled by Erasmus around 1516. Though the earliest work was prepared by Desiderius Erasmus, his work was later revised by Robert Estienne (or, Stephanus) and further revised by Theodore Beza. The text produced by each is substantially the same, aside from some minor variations. The Blue Letter Bible utilizes Stephanus' edition from 1550.

Luke Chapter 17 — Additional Translations: