Previous Chapter Full Page Full Page Next Chapter

Λουκάς (Luke) 15 :: Textus Receptus (TR)

Luk 15:1Ἦσαν δὲ ἐγγίζοντες αὐτῷ πάντες οἱ τελῶναι καὶ οἱ ἁμαρτωλοὶ ἀκούειν αὐτοῦ
Luk 15:2καὶ διεγόγγυζον οἵ Φαρισαῖοι καὶ οἱ γραμματεῖς λέγοντες ὅτι Οὗτος ἁμαρτωλοὺς προσδέχεται καὶ συνεσθίει αὐτοῖς
Luk 15:3εἶπεν δὲ πρὸς αὐτοὺς τὴν παραβολὴν ταύτην λέγων
Luk 15:4Τίς ἄνθρωπος ἐξ ὑμῶν ἔχων ἑκατὸν πρόβατα καὶ ἀπολέσας ἓν ἐξ αὐτῶν οὐ καταλείπει τὰ ἐννενήκονταεννέα ἐν τῇ ἐρήμῳ καὶ πορεύεται ἐπὶ τὸ ἀπολωλὸς ἕως εὕρῃ αὐτό
Luk 15:5καὶ εὑρὼν ἐπιτίθησιν ἐπὶ τοὺς ὤμους ἑαυτοῦ χαίρων
Luk 15:6καὶ ἐλθὼν εἰς τὸν οἶκον συγκαλεῖ τοὺς φίλους καὶ τοὺς γείτονας λέγων αὐτοῖς, Συγχάρητέ μοι ὅτι εὗρον τὸ πρόβατόν μου τὸ ἀπολωλός
Luk 15:7λέγω ὑμῖν ὅτι οὕτως χαρὰ ἔσται ἐν τῷ οὐρανῷ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι ἐπὶ ἐννενήκονταεννέα δικαίοις οἵτινες οὐ χρείαν ἔχουσιν μετανοίας
Luk 15:8 τίς γυνὴ δραχμὰς ἔχουσα δέκα ἐὰν ἀπολέσῃ δραχμὴν μίαν οὐχὶ ἅπτει λύχνον καὶ σαροῖ τὴν οἰκίαν καὶ ζητεῖ ἐπιμελῶς ἕως ὅτου εὕρῃ
Luk 15:9καὶ εὑροῦσα συγκαλεῖται τὰς φίλας καὶ τὰς γείτονας λέγουσα Συγχάρητέ μοι ὅτι εὗρον τὴν δραχμὴν ἣν ἀπώλεσα
Luk 15:10οὕτως λέγω ὑμῖν χαρὰ γίνεται ἐνώπιον τῶν ἀγγέλων τοῦ θεοῦ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι
Luk 15:11Εἶπεν δέ Ἄνθρωπός τις εἶχεν δύο υἱούς
Luk 15:12καὶ εἶπεν νεώτερος αὐτῶν τῷ πατρί Πάτερ δός μοι τὸ ἐπιβάλλον μέρος τῆς οὐσίας καὶ διεῖλεν αὐτοῖς τὸν βίον
Luk 15:13καὶ μετ᾽ οὐ πολλὰς ἡμέρας συναγαγὼν ἅπαντα νεώτερος υἱὸς ἀπεδήμησεν εἰς χώραν μακράν καὶ ἐκεῖ διεσκόρπισεν τὴν οὐσίαν αὐτοῦ ζῶν ἀσώτως
Luk 15:14δαπανήσαντος δὲ αὐτοῦ πάντα ἐγένετο λιμὸς ἰσχυρὸς κατὰ τὴν χώραν ἐκείνην καὶ αὐτὸς ἤρξατο ὑστερεῖσθαι
Luk 15:15καὶ πορευθεὶς ἐκολλήθη ἑνὶ τῶν πολιτῶν τῆς χώρας ἐκείνης καὶ ἔπεμψεν αὐτὸν εἰς τοὺς ἀγροὺς αὐτοῦ βόσκειν χοίρους
Luk 15:16καὶ ἐπεθύμει γεμίσαι τὴν κοιλίαν αὑτοῦ ἀπὸ τῶν κερατίων ὧν ἤσθιον οἱ χοῖροι καὶ οὐδεὶς ἐδίδου αὐτῷ
Luk 15:17εἰς ἑαυτὸν δὲ ἐλθὼν εἶπεν Πόσοι μίσθιοι τοῦ πατρός μου περισσεύουσιν ἄρτων ἐγὼ δὲ λιμῷ ἀπόλλυμαι
Luk 15:18ἀναστὰς πορεύσομαι πρὸς τὸν πατέρα μου καὶ ἐρῶ αὐτῷ Πάτερ ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου
Luk 15:19καὶ οὐκέτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου· ποίησόν με ὡς ἕνα τῶν μισθίων σου
Luk 15:20καὶ ἀναστὰς ἦλθεν πρὸς τὸν πατέρα ἑαυτοῦ ἔτι δὲ αὐτοῦ μακρὰν ἀπέχοντος εἶδεν αὐτὸν πατὴρ αὐτοῦ καὶ ἐσπλαγχνίσθη καὶ δραμὼν ἐπέπεσεν ἐπὶ τὸν τράχηλον αὐτοῦ καὶ κατεφίλησεν αὐτόν
Luk 15:21εἶπεν δὲ αὐτῷ υἱὸς Πάτερ ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου καὶ οὐκέτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου
Luk 15:22εἶπεν δὲ πατὴρ πρὸς τοὺς δούλους αὐτοῦ ἐξενέγκατε τὴν στολὴν τὴν πρώτην καὶ ἐνδύσατε αὐτόν καὶ δότε δακτύλιον εἰς τὴν χεῖρα αὐτοῦ καὶ ὑποδήματα εἰς τοὺς πόδας
Luk 15:23καὶ ἐνέγκαντες τὸν μόσχον τὸν σιτευτόν θύσατε καὶ φαγόντες εὐφρανθῶμεν
Luk 15:24ὅτι οὗτος υἱός μου νεκρὸς ἦν καὶ ἀνέζησεν καὶ ἀπολωλὼς ἦν καὶ εὑρέθη καὶ ἤρξαντο εὐφραίνεσθαι
Luk 15:25Ἦν δὲ υἱὸς αὐτοῦ πρεσβύτερος ἐν ἀγρῷ· καὶ ὡς ἐρχόμενος ἤγγισεν τῇ οἰκίᾳ ἤκουσεν συμφωνίας καὶ χορῶν
Luk 15:26καὶ προσκαλεσάμενος ἕνα τῶν παίδων αὐτοῦ ἐπυνθάνετο τί εἴη ταῦτα
Luk 15:27 δὲ εἶπεν αὐτῷ ὅτι ἀδελφός σου ἥκει καὶ ἔθυσεν πατήρ σου τὸν μόσχον τὸν σιτευτόν ὅτι ὑγιαίνοντα αὐτὸν ἀπέλαβεν
Luk 15:28ὠργίσθη δὲ καὶ οὐκ ἤθελεν εἰσελθεῖν οὖν πατὴρ αὐτοῦ ἐξελθὼν παρεκάλει αὐτόν
Luk 15:29 δὲ ἀποκριθεὶς εἶπεν τῷ πατρὶ Ἰδού, τοσαῦτα ἔτη δουλεύω σοι καὶ οὐδέποτε ἐντολήν σου παρῆλθον καὶ ἐμοὶ οὐδέποτε ἔδωκας ἔριφον ἵνα μετὰ τῶν φίλων μου εὐφρανθῶ·
Luk 15:30ὅτε δὲ υἱός σου οὗτος καταφαγών σου τὸν βίον μετὰ πορνῶν ἦλθεν ἔθυσας αὐτῷ τὸν μόσχον τὸν σιτευτὸν
Luk 15:31 δὲ εἶπεν αὐτῷ Τέκνον σὺ πάντοτε μετ᾽ ἐμοῦ εἶ καὶ πάντα τὰ ἐμὰ σά ἐστιν·
Luk 15:32εὐφρανθῆναι δὲ καὶ χαρῆναι ἔδει ὅτι ἀδελφός σου οὗτος νεκρὸς ἦν καὶ ἀνέζησεν καὶ ἀπολωλὼς ἦν, καὶ εὑρέθη
Translation Copyright Logo

The Textus Receptus (latin, "Received Text") is the Greek text originally compiled by Erasmus around 1516. Though the earliest work was prepared by Desiderius Erasmus, his work was later revised by Robert Estienne (or, Stephanus) and further revised by Theodore Beza. The text produced by each is substantially the same, aside from some minor variations. The Blue Letter Bible utilizes Stephanus' edition from 1550.

Luke Chapter 15 — Additional Translations: