Previous Chapter Full Page Full Page Next Chapter

Ιωάννης (John) 6 :: Textus Receptus (TR)

Jhn 6:1Μετὰ ταῦτα ἀπῆλθεν Ἰησοῦς πέραν τῆς θαλάσσης τῆς Γαλιλαίας τῆς Τιβεριάδος
Jhn 6:2καὶ ἠκολούθει αὐτῷ ὄχλος πολύς ὅτι ἑώρων αὐτοῦ τὰ σημεῖα ἐποίει ἐπὶ τῶν ἀσθενούντων
Jhn 6:3ἀνῆλθεν δὲ εἰς τὸ ὄρος Ἰησοῦς καὶ ἐκεῖ ἐκάθητο μετὰ τῶν μαθητῶν αὐτοῦ
Jhn 6:4ἦν δὲ ἐγγὺς τὸ πάσχα ἑορτὴ τῶν Ἰουδαίων
Jhn 6:5ἐπάρας οὖν Ἰησοῦς τοὺς ὀφθαλμοὺς καὶ θεασάμενος ὅτι πολὺς ὄχλος ἔρχεται πρὸς αὐτὸν λέγει πρὸς τὸν Φίλιππον Πόθεν ἀγοράσομεν ἄρτους ἵνα φάγωσιν οὗτοι
Jhn 6:6τοῦτο δὲ ἔλεγεν πειράζων αὐτόν· αὐτὸς γὰρ ᾔδει τί ἔμελλεν ποιεῖν
Jhn 6:7ἀπεκρίθη αὐτῷ Φίλιππος Διακοσίων δηναρίων ἄρτοι οὐκ ἀρκοῦσιν αὐτοῖς ἵνα ἕκαστος αὐτῶν βραχύ τι λάβῃ
Jhn 6:8λέγει αὐτῷ εἷς ἐκ τῶν μαθητῶν αὐτοῦ Ἀνδρέας ἀδελφὸς Σίμωνος Πέτρου
Jhn 6:9Ἔστιν παιδάριον ἓν ὧδε ἔχει πέντε ἄρτους κριθίνους καὶ δύο ὀψάρια· ἀλλὰ ταῦτα τί ἐστιν εἰς τοσούτους
Jhn 6:10εἶπεν δὲ Ἰησοῦς Ποιήσατε τοὺς ἀνθρώπους ἀναπεσεῖν ἦν δὲ χόρτος πολὺς ἐν τῷ τόπῳ ἀνέπεσον οὖν οἱ ἄνδρες τὸν ἀριθμὸν ὡσεὶ πεντακισχίλιοι
Jhn 6:11ἔλαβεν δὲ τοὺς ἄρτους Ἰησοῦς καὶ εὐχαριστήσας διέδωκεν τοῖς μαθηταῖς, οἱ δέ μαθηταὶ τοῖς ἀνακειμένοις ὁμοίως καὶ ἐκ τῶν ὀψαρίων ὅσον ἤθελον
Jhn 6:12ὡς δὲ ἐνεπλήσθησαν λέγει τοῖς μαθηταῖς αὐτοῦ Συναγάγετε τὰ περισσεύσαντα κλάσματα ἵνα μή τι ἀπόληται
Jhn 6:13συνήγαγον οὖν καὶ ἐγέμισαν δώδεκα κοφίνους κλασμάτων ἐκ τῶν πέντε ἄρτων τῶν κριθίνων ἐπερίσσευσεν τοῖς βεβρωκόσιν
Jhn 6:14Οἱ οὖν ἄνθρωποι ἰδόντες ἐποίησεν σημεῖον Ἰησοῦς, ἔλεγον ὅτι Οὗτός ἐστιν ἀληθῶς προφήτης ἐρχόμενος εἰς τὸν κόσμον
Jhn 6:15Ἰησοῦς οὖν γνοὺς ὅτι μέλλουσιν ἔρχεσθαι καὶ ἁρπάζειν αὐτὸν ἵνα ποιήσωσιν αὐτὸν, βασιλέα ἀνεχώρησεν πάλιν εἰς τὸ ὄρος αὐτὸς μόνος
Jhn 6:16Ὡς δὲ ὀψία ἐγένετο κατέβησαν οἱ μαθηταὶ αὐτοῦ ἐπὶ τὴν θάλασσαν
Jhn 6:17καὶ ἐμβάντες εἰς τὸ πλοῖον ἤρχοντο πέραν τῆς θαλάσσης εἰς Καπερναούμ καὶ σκοτία ἤδη ἐγεγόνει καὶ οὐκ ἐληλύθει πρὸς αὐτοὺς Ἰησοῦς
Jhn 6:18 τε θάλασσα ἀνέμου μεγάλου πνέοντος διηγείρετο
Jhn 6:19ἐληλακότες οὖν ὡς σταδίους εἰκοσιπέντε τριάκοντα θεωροῦσιν τὸν Ἰησοῦν περιπατοῦντα ἐπὶ τῆς θαλάσσης καὶ ἐγγὺς τοῦ πλοίου γινόμενον καὶ ἐφοβήθησαν
Jhn 6:20 δὲ λέγει αὐτοῖς Ἐγώ εἰμι μὴ φοβεῖσθε
Jhn 6:21ἤθελον οὖν λαβεῖν αὐτὸν εἰς τὸ πλοῖον καὶ εὐθέως τὸ πλοῖον ἐγένετο ἐπὶ τῆς γῆς εἰς ἣν ὑπῆγον
Jhn 6:22Τῇ ἐπαύριον ὄχλος ἑστηκὼς πέραν τῆς θαλάσσης ἰδὼν ὅτι πλοιάριον ἄλλο οὐκ ἦν ἐκεῖ εἰ μὴ ἕν ἐκεῖνο εἰς ἐνέβησαν οἱ μαθηταὶ αὐτοῦ καὶ ὅτι οὐ συνεισῆλθεν τοῖς μαθηταῖς αὐτοῦ Ἰησοῦς εἰς τὸ πλοιάριον ἀλλὰ μόνοι οἱ μαθηταὶ αὐτοῦ, ἀπῆλθον·
Jhn 6:23ἄλλα δὲ ἦλθεν πλοιάρια ἐκ Τιβεριάδος ἐγγὺς τοῦ τόπου ὅπου ἔφαγον τὸν ἄρτον εὐχαριστήσαντος τοῦ κυρίου
Jhn 6:24ὅτε οὖν εἶδεν ὄχλος ὅτι Ἰησοῦς οὐκ ἔστιν ἐκεῖ οὐδὲ οἱ μαθηταὶ αὐτοῦ ἐνέβησαν καὶ αὐτοὶ εἰς τὰ πλοῖα, καὶ ἦλθον εἰς Καπερναούμ ζητοῦντες τὸν Ἰησοῦν
Jhn 6:25καὶ εὑρόντες αὐτὸν πέραν τῆς θαλάσσης εἶπον αὐτῷ Ῥαββί πότε ὧδε γέγονας
Jhn 6:26ἀπεκρίθη αὐτοῖς Ἰησοῦς καὶ εἶπεν Ἀμὴν ἀμὴν λέγω ὑμῖν ζητεῖτέ με οὐχ ὅτι εἴδετε σημεῖα ἀλλ᾽ ὅτι ἐφάγετε ἐκ τῶν ἄρτων καὶ ἐχορτάσθητε
Jhn 6:27ἐργάζεσθε μὴ τὴν βρῶσιν τὴν ἀπολλυμένην ἀλλὰ τὴν βρῶσιν τὴν μένουσαν εἰς ζωὴν αἰώνιον ἣν υἱὸς τοῦ ἀνθρώπου ὑμῖν δώσει· τοῦτον γὰρ πατὴρ ἐσφράγισεν θεός
Jhn 6:28εἶπον οὖν πρὸς αὐτόν Τί ποιοῦμεν ἵνα ἐργαζώμεθα τὰ ἔργα τοῦ θεοῦ
Jhn 6:29ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς Τοῦτό ἐστιν τὸ ἔργον τοῦ θεοῦ ἵνα πιστεύσητε εἰς ὃν ἀπέστειλεν ἐκεῖνος
Jhn 6:30εἶπον οὖν αὐτῷ Τί οὖν ποιεῖς σὺ σημεῖον ἵνα ἴδωμεν καὶ πιστεύσωμέν σοι τί ἐργάζῃ
Jhn 6:31οἱ πατέρες ἡμῶν τὸ μάννα ἔφαγον ἐν τῇ ἐρήμῳ καθώς ἐστιν γεγραμμένον Ἄρτον ἐκ τοῦ οὐρανοῦ ἔδωκεν αὐτοῖς φαγεῖν
Jhn 6:32εἶπεν οὖν αὐτοῖς Ἰησοῦς Ἀμὴν ἀμὴν λέγω ὑμῖν οὐ Μωσῆς δέδωκεν ὑμῖν τὸν ἄρτον ἐκ τοῦ οὐρανοῦ ἀλλ᾽ πατήρ μου δίδωσιν ὑμῖν τὸν ἄρτον ἐκ τοῦ οὐρανοῦ τὸν ἀληθινόν·
Jhn 6:33 γὰρ ἄρτος τοῦ θεοῦ ἐστιν καταβαίνων ἐκ τοῦ οὐρανοῦ καὶ ζωὴν διδοὺς τῷ κόσμῳ
Jhn 6:34Εἶπον οὖν πρὸς αὐτόν Κύριε πάντοτε δὸς ἡμῖν τὸν ἄρτον τοῦτον
Jhn 6:35εἶπεν δὲ αὐτοῖς Ἰησοῦς Ἐγώ εἰμι ἄρτος τῆς ζωῆς· ἐρχόμενος πρός μὲ, οὐ μὴ πεινάσῃ καὶ πιστεύων εἰς ἐμὲ οὐ μὴ διψήσῃ πώποτε
Jhn 6:36ἀλλ᾽ εἶπον ὑμῖν ὅτι καὶ ἑωράκατέ με καὶ οὐ πιστεύετε
Jhn 6:37Πᾶν δίδωσίν μοι πατὴρ πρὸς ἐμὲ ἥξει καὶ τὸν ἐρχόμενον πρὸς με οὐ μὴ ἐκβάλω ἔξω
Jhn 6:38ὅτι καταβέβηκα ἐκ τοῦ οὐρανοῦ οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμὸν ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με
Jhn 6:39τοῦτο δέ ἐστιν τὸ θέλημα τοῦ πέμψαντός με πατρός, ἵνα πᾶν δέδωκέν μοι μὴ ἀπολέσω ἐξ αὐτοῦ ἀλλὰ ἀναστήσω αὐτὸ ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ
Jhn 6:40τοῦτο δὲ ἐστιν τὸ θέλημα τοῦ πέμψαντος με, ἵνα πᾶς θεωρῶν τὸν υἱὸν καὶ πιστεύων εἰς αὐτὸν ἔχῃ ζωὴν αἰώνιον καὶ ἀναστήσω αὐτὸν ἐγὼ τῇ ἐσχάτῃ ἡμέρᾳ
Jhn 6:41Ἐγόγγυζον οὖν οἱ Ἰουδαῖοι περὶ αὐτοῦ ὅτι εἶπεν Ἐγώ εἰμι ἄρτος καταβὰς ἐκ τοῦ οὐρανοῦ
Jhn 6:42καὶ ἔλεγον Οὐχ οὗτός ἐστιν Ἰησοῦς υἱὸς Ἰωσήφ οὗ ἡμεῖς οἴδαμεν τὸν πατέρα καὶ τὴν μητέρα πῶς οὖν λέγει οὗτός ὅτι Ἐκ τοῦ οὐρανοῦ καταβέβηκα
Jhn 6:43ἀπεκρίθη οὖν Ἰησοῦς καὶ εἶπεν αὐτοῖς Μὴ γογγύζετε μετ᾽ ἀλλήλων
Jhn 6:44οὐδεὶς δύναται ἐλθεῖν πρός με ἐὰν μὴ πατὴρ πέμψας με ἑλκύσῃ αὐτόν καὶ ἐγὼ ἀναστήσω αὐτὸν τῇ ἐσχάτῃ ἡμέρᾳ
Jhn 6:45ἔστιν γεγραμμένον ἐν τοῖς προφήταις Καὶ ἔσονται πάντες διδακτοὶ τοῦ θεοῦ· πᾶς οὖν ἀκούσας παρὰ τοῦ πατρὸς καὶ μαθὼν ἔρχεται πρὸς με
Jhn 6:46οὐχ ὅτι τὸν πατέρα τις ἑώρακέν εἰ μὴ ὢν παρὰ τοῦ θεοῦ οὗτος ἑώρακεν τὸν πατέρα
Jhn 6:47ἀμὴν ἀμὴν λέγω ὑμῖν πιστεύων εἰς ἐμὲ, ἔχει ζωὴν αἰώνιον
Jhn 6:48ἐγώ εἰμι ἄρτος τῆς ζωῆς
Jhn 6:49οἱ πατέρες ὑμῶν ἔφαγον τὸ μάννα ἐν τῇ ἐρήμῳ καὶ ἀπέθανον·
Jhn 6:50οὗτός ἐστιν ἄρτος ἐκ τοῦ οὐρανοῦ καταβαίνων ἵνα τις ἐξ αὐτοῦ φάγῃ καὶ μὴ ἀποθάνῃ
Jhn 6:51ἐγώ εἰμι ἄρτος ζῶν ἐκ τοῦ οὐρανοῦ καταβάς· ἐάν τις φάγῃ ἐκ τούτου τοῦ ἄρτου ζήσεται εἰς τὸν αἰῶνα καὶ ἄρτος δὲ ὃν ἐγὼ δώσω σάρξ μού ἐστιν ἣν ἐγώ δώσω, ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς
Jhn 6:52Ἐμάχοντο οὖν πρὸς ἀλλήλους οἱ Ἰουδαῖοι λέγοντες Πῶς δύναται οὗτος ἡμῖν δοῦναι τὴν σάρκα φαγεῖν
Jhn 6:53εἶπεν οὖν αὐτοῖς Ἰησοῦς Ἀμὴν ἀμὴν λέγω ὑμῖν ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου καὶ πίητε αὐτοῦ τὸ αἷμα οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς
Jhn 6:54 τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἔχει ζωὴν αἰώνιον καὶ ἐγὼ ἀναστήσω αὐτὸν τῇ ἐσχάτῃ ἡμέρᾳ
Jhn 6:55 γὰρ σάρξ μου ἀληθῶς ἐστιν βρῶσις καὶ τὸ αἷμά μου ἀληθῶς ἐστιν πόσις
Jhn 6:56 τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἐν ἐμοὶ μένει κἀγὼ ἐν αὐτῷ
Jhn 6:57καθὼς ἀπέστειλέν με ζῶν πατὴρ κἀγὼ ζῶ διὰ τὸν πατέρα καὶ τρώγων με κἀκεῖνος ζήσεται δι᾽ ἐμέ
Jhn 6:58οὗτός ἐστιν ἄρτος ἐκ τοῦ οὐρανοῦ καταβάς οὐ καθὼς ἔφαγον οἱ πατέρες ὑμῶν τὸ μάννα, καὶ ἀπέθανον· τρώγων τοῦτον τὸν ἄρτον ζήσεται εἰς τὸν αἰῶνα
Jhn 6:59Ταῦτα εἶπεν ἐν συναγωγῇ διδάσκων ἐν Καπερναούμ
Jhn 6:60Πολλοὶ οὖν ἀκούσαντες ἐκ τῶν μαθητῶν αὐτοῦ εἶπον, Σκληρός ἐστιν οὗτος· λόγος τίς δύναται αὐτοῦ ἀκούειν
Jhn 6:61εἰδὼς δὲ Ἰησοῦς ἐν ἑαυτῷ ὅτι γογγύζουσιν περὶ τούτου οἱ μαθηταὶ αὐτοῦ εἶπεν αὐτοῖς Τοῦτο ὑμᾶς σκανδαλίζει
Jhn 6:62ἐὰν οὖν θεωρῆτε τὸν υἱὸν τοῦ ἀνθρώπου ἀναβαίνοντα ὅπου ἦν τὸ πρότερον
Jhn 6:63τὸ πνεῦμά ἐστιν τὸ ζῳοποιοῦν σὰρξ οὐκ ὠφελεῖ οὐδέν· τὰ ῥήματα ἐγὼ λαλῶ ὑμῖν πνεῦμά ἐστιν καὶ ζωή ἐστιν
Jhn 6:64ἀλλ᾽ εἰσὶν ἐξ ὑμῶν τινες οἳ οὐ πιστεύουσιν ᾔδει γὰρ ἐξ ἀρχῆς Ἰησοῦς τίνες εἰσὶν οἱ μὴ πιστεύοντες καὶ τίς ἐστιν παραδώσων αὐτόν
Jhn 6:65καὶ ἔλεγεν Διὰ τοῦτο εἴρηκα ὑμῖν ὅτι οὐδεὶς δύναται ἐλθεῖν πρός με ἐὰν μὴ δεδομένον αὐτῷ ἐκ τοῦ πατρός μου
Jhn 6:66Ἐκ τούτου πολλοὶ ἀπῆλθον τῶν μαθητῶν αὐτοῦ εἰς τὰ ὀπίσω καὶ οὐκέτι μετ᾽ αὐτοῦ περιεπάτουν
Jhn 6:67εἶπεν οὖν Ἰησοῦς τοῖς δώδεκα Μὴ καὶ ὑμεῖς θέλετε ὑπάγειν
Jhn 6:68ἀπεκρίθη οὖν αὐτῷ Σίμων Πέτρος Κύριε πρὸς τίνα ἀπελευσόμεθα ῥήματα ζωῆς αἰωνίου ἔχεις
Jhn 6:69καὶ ἡμεῖς πεπιστεύκαμεν καὶ ἐγνώκαμεν ὅτι σὺ εἶ Χριστὸς υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος
Jhn 6:70ἀπεκρίθη αὐτοῖς Ἰησοῦς Οὐκ ἐγὼ ὑμᾶς τοὺς δώδεκα ἐξελεξάμην καὶ ἐξ ὑμῶν εἷς διάβολός ἐστιν
Jhn 6:71ἔλεγεν δὲ τὸν Ἰούδαν Σίμωνος Ἰσκαριώτην· οὗτος γὰρ ἤμελλεν αὐτόν παραδιδόναι εἷς ὢν ἐκ τῶν δώδεκα
Translation Copyright Logo

The Textus Receptus (latin, "Received Text") is the Greek text originally compiled by Erasmus around 1516. Though the earliest work was prepared by Desiderius Erasmus, his work was later revised by Robert Estienne (or, Stephanus) and further revised by Theodore Beza. The text produced by each is substantially the same, aside from some minor variations. The Blue Letter Bible utilizes Stephanus' edition from 1550.

John Chapter 6 — Additional Translations: